Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 43-45: Αποφυγή όρκων, μοναχική εγκράτεια και παραμονή στο κελί

Αυστηρές υποδείξεις κατά των όρκων και της κακολογίας, επιβεβαίωση της υπεροχής της αγαμίας έναντι του γάμου για τους αποτακτικούς, και τονισμός της σημασίας της ησυχίας στο κελί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 9 από 12

Ὅτι οὐ δεῖ ὀμνύειν, οὔτε δυσφημεῖν. Παραίνεσις μγʹ Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος, πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστι· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου Βασιλέως· μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.

Ἔστω δὲ ὑμῶν ὁ λόγος ναὶ ναί, οὐ οὐ· τὸ δὲ περισσὸν τούτου ἐκ τοῦ Διαβόλου ἐστί. Καὶ πῶς ἡμεῖς τολμῶμεν παραβαίνειν τὰς ἐντολὰς τοῦ ποιήσαντος ἡμᾶς; Κατὰ τὸν λέγοντα· καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ τολμᾷς ἀνοίγειν σου τὸ στόμα ἀφόβως καὶ ἀπολύειν λόγους εἰς οὐρανόν, ὅρκους τε καὶ δυσφημίας; Καὶ οὐ φοβῇ μήποτε δρέπανον πύρινον, ὃ ὁ Προφήτης ἐθεάσατο, καταλύσῃ ἐν τῷ οἴκῳ σου, ἕως οὗ ἐξαναλώσῃ σε ἐκ τῆς ὑπ᾽ οὐρανόν, ἐν τῷ σὲ τολμᾶν ἀνοίγειν τὸ στόμα κατὰ τοῦ Παντοκράτορος Θεοῦ, εἰς ὃν Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβὶμ καὶ Σεραφὶμ ἀτενίσαι οὐ τολμῶσιν, ἀλλὰ φόβῳ καὶ τρόμῳ παρίστανται ὑμνοῦντες τὸ ὄνομα αὐτοῦ τὸ φοβερὸν καὶ ἔνδοξον καὶ ἔντιμον;

Καθὼς γέγραπται· τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες, ὅπου Ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι τὴν κατ᾽ αὐτῶν βλάσφημον κρίσιν. Οὗτοι δέ, ὡς ἄλογα ζῶα, γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν φθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας. Σὺ δὲ ἄνθρωπος ὢν οὐκ ἐπιγινώσκεις ἑαυτόν; Ἢ δοκεῖς ἀνδραγαθίαν παρέχειν τὸ πρᾶγμα τοῦτο; Οὐχί, λέγω σοι· ἀλλ᾽ εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀποβήσεταί σοι τὸ πρᾶγμα τοῦτο, ὅτι καὶ ἑτέρων ψυχὰς μολύνεις, συνεργὸς γενόμενος τοῦ Σατανᾶ. Τοῦ Ἀποστόλου λέγοντος· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾂδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· σὺ δὲ ἀντὶ τούτων τὰ ἐναντία διδάσκεις, δυσφημίας καὶ ὅρκους. Καὶ ποιεῖς σεαυτὸν καὶ τοὺς μιμουμένους εἰς τὴν σὴν ἀφροσύνην υἱοὺς γεέννης, ὅτι τὸ στόμα, ὃ Θεὸς ἐδημιούργησε πρὸς δοξολογίαν ἑαυτοῦ, σὺ τοῦτο πικρίας ἐνέπλησας.

Παῦσαι λοιπόν, ἄνθρωπε, μήποτε ὁ αὐτὸς λόγος, ὃν καταφρονεῖς, φλὸξ γένηται ἐν τῷ στόματί σου καὶ καταφλογίζῃ σου τὴν γλῶσσαν. Εἰ γὰρ ἄνθρωπος ἀνθρώπῳ ποιήσας μάχην καὶ εἰρήνης γενομένης, αἰσχύνεται εἰς πρόσωπον αὐτοῦ ἐλθεῖν, πῶς σὺ σήμερον ἐν τῷ κόσμῳ ἱστάμενος καὶ αὔριον ἐν τῷ βήματι αὐτοῦ μέλλων παρίστασθαι τολμᾷς τοιαῦτα λέγεσθαι, καὶ οὐ φοβῇ μήποτε καταβῇ πῦρ ἀπ᾽ οὐρανοῦ καὶ καταφάγηταί σε ἐν τῷ σὲ ἀνοίγειν τὸ στόμα κατὰ τοῦ Παντοκράτορος; Οὐδὲ ὑποψιᾶσαι μήποτε ῥαγῇ ἄφνω ἡ γῆ ὑποκάτωθέν σου, καὶ καταφάγηταί σε; Μὴ ἀπατῶ, ἄνθρωπε· ἀδύνατον γάρ ἐστιν ἐκφυγεῖν τὰς χεῖρας τοῦ πλάσαντος ἡμᾶς. Ἄκουε τοῦ λέγοντος· βλασφημοῦντες, οἳ ἀποδώσουσι λόγον τῷ Θεῷ, μέλλοντι κρῖναι ζῶντας καὶ νεκρούς. Ἕως πότε παροργίζωμεν τὸν τοσαῦτα ἀγαθὰ ἡμῖν δωρησάμενον, ὃς λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς αὐτὸν πνεῦμα ζωῆς, ὃς καὶ ὑπέταξε πάντα ὑπὸ τοὺς πόδας αὐτοῦ;

Καθευδόντων ἡμῶν, φυλάττει· καὶ ἀνισταμένων, σκέπει· καὶ πεινώντων, τρέφει· γυμνητευόντων, ἐνδύει· ὀλιγοψυχούντων, παρακαλεῖ, παιδεύων καὶ ἐλεῶν. Ὃς καὶ τὸν μονογενῆ αὑτοῦ Υἱὸν παρέδωκεν ὑπὲρ τῆς ἁπάντων ζωῆς· ἡμεῖς δὲ ἀντὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀκάνθας καὶ τριβόλους ἐκφέρομεν, ὧν τὸ τέλος εἰς καῦσιν.

Πρόσελθε τοῦ λοιποῦ τῷ φιλανθρώπῳ καὶ ἀμνησικάκῳ Θεῷ, αἰτούμενος φυλακὴν τῷ στόματί σου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη σου. Ὁρᾷς γὰρ τὸν Προφήτην, πῶς ἔμφοβος καὶ ἔντρομος, προσομιλῶν τῷ Θεῷ, διὰ τῆς καθαρᾶς προσευχῆς βοᾷ, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Καὶ πάλιν· ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἰσχύς μου. Εἰ δὲ ἐπιμένομεν καταφρονοῦντες τοῦ δικαίου Κριτοῦ, ἀκούσωμεν τοῦ Ἀποστόλου λέγοντος· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὸ καὶ ἐν ἑτέρῳ λέγει· ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Μετανοήσωμεν οὖν, ἀδελφοί. Ἕως τίνος παραπικραίνομεν τὸν ποιήσαντα ἡμᾶς; Ἐὰν τὸν λιμένα ἀπολέσωμεν, ποῦ διασωθῶμεν ἐν καιρῷ χειμῶνος καὶ ταραχῆς; Ἐὰν τὸν Κύριον παροργίσωμεν, πρὸς τίνα καταφύγωμεν ἐν ὥρᾳ θλίψεως καὶ ἀνάγκης;

Ἐγώ, ἀγαπητοί, οὐχ ὡς ἔργῳ τὴν ἀλήθειαν δειξάμενος, ταῦτα ὑμῖν γεγράφηκα, ἀλλ᾽ ὡς ἀδελφὸς συμβουλεύων. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὅθεν καὶ ὑμᾶς παρακαλῶ ἐγώ, ὁ ἄθλιος τῶν ἀνθρώπων, δεηθῆναι ὑπὲρ ἐμοῦ πρὸς Κύριον τοῦ ἐξαλειφθῆναι τὸ πλῆθος τῶν ἁμαρτιῶν μου πρὸ τοῦ τέλους τοῦ μὴ καταισχυνθῆναί με ἀπὸ τῆς προσδοκίας μου, καὶ ἐν ὥρᾳ τοῦ θανάτου ἐπιβλέψαι ἐπ᾽ ἐμὲ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ, καὶ διὰ πιστῶν καὶ φωταγωγῶν Ἀγγέλων ὁδηγήσῃ τὴν ἁμαρτωλόν μου ψυχήν, σὺν δὲ ταῖς ὑμετέραις ψυχαῖς, εἰς τὴν ἀνάπαυσιν τῶν δικαίων. Οἷον γὰρ φόβον καὶ τρόμον δοκεῖτε ἔχειν τὴν ψυχὴν ἐν τῇ ὥρᾳ ἐκείνῃ; Εἰ γὰρ ὁ ἀποδημῶν εἰς χώραν μακρὰν ἵσταται καὶ θαυμάζει, βλέπων λαὸν ξένον καὶ ἀλλόγλωσσον γῆν, ἣν οὐδέποτε ἐθεάσατο, ἐν ποίῳ οὖν φόβῳ δοκεῖτε εἶναι τὴν ψυχήν, ὅταν μεταστείχῃ ἐκ τοῦ κόσμου τούτου εἰς τὸν μέλλοντα, ὁρῶσαν τότε ἃ οὐδέποτε ἐθεάσατο; Τοιγαροῦν φροντίσωμεν τῶν ἐκεῖ, ἀγαπητοί, ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ. Δουλεύσωμεν τῷ Θεῷ ἐν ὅλῃ ἰσχύϊ ἡμῶν. Τηρήσωμεν τὰς ἐντολὰς αὐτοῦ ἐν ὅλῃ δυνάμει.

Ἀγαπήσωμεν τὸ φοβερὸν καὶ ὑπέρτιμον ὄνομα, καὶ τὸν πλησίον ὡς ἑαυτούς, ὅπως ἀξιωθῶμεν ἀκοῦσαι τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Εὐλογητὸς ὁ Θεός, ὁ ἐμπιμπλῶν ἡμᾶς τῆς εὐλογίας αὑτοῦ. Ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ. Ἀμήν.

Πρὸς ἀδελφόν· λόγος εἴρηται, ὅτι κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι Παραίνεσις μδʹ Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· θέλω πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν· ἀλλ᾽ ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Δηλονότι πρὸς βιωτικοὺς καὶ ἀποτακτικοὺς τὴν διαφορὰν πεποίηται, εἰπών· ἕκαστος ἴδιον χάρισμα ἔχει ἀπὸ τοῦ Θεοῦ· ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.

Καὶ οὐδὲ τοὺς βιωτικοὺς ἀπεκώλυσε νομίμως γαμεῖν, οὐδὲ τοὺς ἀποτακτικοὺς ἀνέκοψε τῆς ἐγκρατείας, φήσας· ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. Τοῖς γὰρ βιωτικοῖς ἐπιτρέπει, λέγων· διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Καὶ πάλιν· τίμιος ὁ γάμος ἐν πᾶσι· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Τοῖς δὲ ἀποτακτικοῖς παρέθετο τὴν ἐγκράτειαν, εἰπών· πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.

Δύο οὖν σκάμματα παρέστησεν ὁ λόγος, καθὼς προείρηται. Σὺ οὖν, μοναχέ, γνῶθι καὶ ἴδε ἐν ποίῳ τάγματι κατετάγης, καὶ τί τὸ σημεῖον ᾧ ἠμφίασαι, καὶ τίνες αἱ εὐχαὶ καὶ αἱ συνθῆκαι, ἃς συνέθου τῷ Θεῷ. Πρὸς αὐτὰς καὶ τὸν λόγον ἀπαιτεῖ, καθὼς εἶπεν ὁ Σωτήρ· ἐκ τοῦ στόματός σου κρινῶ σε. Καθὰ οὖν προειρήκαμεν, τοῖς βιωτικοῖς ἐπέτρεψε νομίμως γαμεῖν· τοῖς δὲ ἀποτακτικοῖς ἐγκρατεύεσθαι. Εἰ ἄρα γὰρ τοῖς πᾶσιν ἐπέτρεψεν ὁ λόγος, κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι, οὐκ ἄν τις ἤσκησε τὴν ἀρετήν· οὐκ Ἠλίας ὁ Θεσβίτης, οὐκ Ἐλισσαῖος, οὔτε Ἰωάννης, καὶ ὅσοι εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἁγνὴν τηρήσαντες τὴν ἑαυτῶν σάρκα τῷ Θεῷ· οὐκ ἂν δὲ καὶ αὐτὸς ὁ Ἀπόστολος ἐνεκρατεύσατο, εἰ μὴ ἀπέβλεπεν εἰς τὴν μισθαποδοσίαν. Μηδὲ δόξωμεν λέγειν, καθώς τινες προφασίζονται· ἐκεῖνοι, φασί, δίκαιοι ὑπῆρχον, ἐγὼ δὲ ἁμαρτωλός εἰμι. Δίκαιοι γὰρ κατεστάθησαν, ὅτι δικαίως καὶ ὁσίως διῆξαν τὸν ἑαυτῶν βίον τὸν ἑστῶτα. Τί οὖν ἐροῦμεν· ὅτι οἱ δίκαιοι ἀσώματοι ὑπῆρχον, καὶ αὐτοὶ οὐχὶ σῶμα περιεβέβληντο;

Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ δὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων. Δῆλον οὖν ὅτι καὶ αὐτοὶ ἐπολεμοῦντο, ὡς σάρκα φοροῦντες· ἀλλ᾽ ἀντηγωνίζοντο. Ὅθεν πάλιν ὁ Ἀπόστολος λέγει· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Χειραγωγῶν δὲ ἡμᾶς πρὸς τὴν ἀρετήν, λέγει· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Προσέχωμεν οὖν, ἀγαπητοὶ ἀδελφοί, μήποτε τὴν ἐπιθυμίαν ἑαυτῶν πληροῦν βουλόμενοι τῷ ἀποστολικῷ ἐπαγγέλματι ἐπιγράψωμεν τὸ αἴτιον, τὴν δύναμιν τοῦ λόγου μὴ ἐπιγινώσκοντες. Διότι γέγραπται· ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις. Καὶ πάλιν· ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ εὐφροσύνῃ ἔσται. Ἤκουσας, κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι, καὶ οὐκ ἤκουσας ὃ ἐπιφέρει, λέγων· ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες, ὦσι, καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

Διό, μοναχέ, μὴ ἀθέτει τὸν δωρησάμενόν σοι ταύτην τὴν χάριν. Μὴ παρακούσῃς αὐτοῦ πρὸς σὲ λέγοντος διὰ τοῦ Ἀποστόλου· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου, μήποτε παραβάτην σεαυτὸν καταστήσῃς, οἰκοδομῶν πάλιν ἃ κατέλυσας. Ἀλλ᾽ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου, διότι γέγραπται· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἀγωνίζου οὖν τελέσαι σου τὸν δρόμον νομίμως, ὅπως ἕξεις παρρησίαν ἅμα τῷ Ἀποστόλῳ λέγειν· τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει ὁ Κύριος, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἀμήν.

Περὶ φόβου Θεοῦ. Παραίνεσις μεʹ Πρόσεχε σεαυτῷ, ἀγαπητέ, μήποτε ἐν ἀμελείᾳ καὶ μετεωρισμῷ ἀπολέσῃς σου τὸν χρόνον. Προσέχωμεν τοῖς λεγομένοις διὰ τὸν Κύριον. Ἀμπελῶνα σεαυτῷ ἐφύτευσας; Περίθες αὐτῷ φραγμόν. Παράδεισον ἐκτήσω; Φύλασσε τοὺς καρποὺς αὐτοῦ, ἵνα εὐφρανθῇς ἐπ᾽ ἐσχάτων σου· καὶ μὴ ἀπόλυε τοὺς χοίρους σου εἰς τοὺς καμάτους σου, ἵνα μὴ λυμαίνωνται αὐτούς. Τί γὰρ τὸ ὄφελος, ἀδελφοί, ἐάνπερ σήμερον ἡσυχάσωμεν ἐν τῷ κελλίῳ καὶ αὔριον ἐν τῇ πόλει καὶ εἰς τὰς κώμας διατρίβωμεν, ἃ μὴ ἀρέσκει Θεῷ ποιοῦντες;

Τί τὸ ὄφελος, ἀδελφοί, ἐάνπερ μίαν ἡμέραν οἰκοδομῶμεν, δύο δὲ καταστρέφωμεν; Οὕτως οὖν ἐργαζομένων ἡμῶν, πῶς τελεσθῇ τὸ ἔργον; Τί ἡμῖν καὶ τῷ κόσμῳ; Τί ἡμῖν καὶ αἱ πραγματεῖαι τοῦ βίου τούτου τοῖς ἀποθανοῦσι τῷ κόσμῳ; Περὶ τροφῆς ὁ λόγος; Ἀρκοῦσιν αἱ χεῖρες εἰς διακονίαν τῆς σαρκός, τοῦ Κυρίου συνεργοῦντος ἡμῖν. Οὐδεὶς γὰρ στρατευόμενος, φησίν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Καὶ πάλιν· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. Τί ἡμῖν καὶ ἡ ὁδὸς τῶν κωμῶν, μοναχέ; Εἰ γὰρ καθεζομένων ἡμῶν καὶ ἡσυχαζόντων ἐν τῷ κελλίῳ τοῖς λογισμοῖς τῶν παθῶν καὶ τῇ σκιᾷ τῶν πραγμάτων ἀντιστῆναι γενναίως μὴ δυνάμενοι, πῶς οὐχὶ μᾶλλον εὐάλωτοι ἐσόμεθα, ἐάνπερ ἑαυτοὺς εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων ἐπιρρίψωμεν; Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι κατ᾽ ἐπιτροπὴν τῶν ἡγουμένων, ἐξ ἀνάγκης, τῇ κώμῃ προσεγγίζομεν. Ἐάνπερ κατ᾽ ἐπιτροπὴν καὶ ὑπακοὴν τοῦτο ποιῇς, ἀνέγκλητος εἶ· ἐὰν τὸ προσταχθέν σοι ποιῇς μετὰ φόβου Θεοῦ. Ἀλλ᾽ εἰσί τινες, οἳ προφάσει ὑπακοῆς καὶ τὴν ἰδίαν ἐπιθυμίαν βούλονται ἐπιτελεῖν κατὰ τὸν παλαιὸν ἄνθρωπον.

Ὅρα οὖν, ὡς σοφός, μὴ ἀντὶ χρυσίου καὶ ἀργυρίου εἰσοίσεις ὄστρακον καὶ πηλόν· καὶ ἀντὶ ὑπακοῆς παρακοὴν κατεργάσῃ. Τί γὰρ ὠφελήθησαν οἱ πορευθέντες μετὰ Ἰησοῦ, υἱοῦ Ναυῆ, καὶ Χάλεβ, κατασκοπῆσαι τὴν γῆν;

Προφάσει γὰρ ὑπακοῆς παρακοὴν κατειργάσαντο, τὴν ἀλήθειαν μὴ φυλάξαντες καὶ τοῦ Κυρίου ἀποστάντες καὶ διαστρέψαντες τὰς καρδίας τῶν υἱῶν Ἰσραὴλ ἀπὸ Κυρίου. Σὺ οὖν ἀποστελλόμενος εἰς διακονίαν, μετὰ φόβου Θεοῦ πράττε, ὡς τοῦ Θεοῦ σκοποῦντος πάντοτε τὰ ἔργα σου. Ἐὰν πορεύῃ διακονεῖν τοῖς ἁγίοις καὶ καταφρονῇς, τὰ ἐναντία πράττων, τοῦ Θεοῦ καταφρονεῖς καὶ κατασπαταλᾷς, τὰς ὀρέξεις σου κατεργαζόμενος, οὐκ εἰργάσω ὑπακοήν, ἀλλὰ παρακοήν. Γινώσκειν δέ σε βούλομαι, ὅτι καθάπερ δοξάζουσι τὸν Θεὸν ἐν σοὶ οἱ θεωροῦντές σε ἐν τῷ μοναστηρίῳ ἡσυχάζοντα καὶ τῷ Δεσπότῃ Χριστῷ δουλεύοντα, οὕτως σκανδαλισθήσονται εἰς σὲ οἱ θεωροῦντές σε ἐν τῇ πόλει καὶ ἐν τῇ κώμῃ ποιοῦντα ἃ μὴ ἀρέσκει Θεῷ. Καὶ ποῖός σοι μισθὸς ὑπάρχει πλῆξαι συνειδὸς ἀνθρώπου; Ἐὰν δὲ ἀνασχῇ μου συμβουλίας, τοῦ φοβεῖσθαι τὸν Κύριον καὶ τοῦ ἡσυχάζειν, δοξασθήσεται ἐν σοὶ ὁ Κύριος καὶ ἔσται σοι ἰσχὺς πρὸς πᾶσαν ἀρετήν.

Ἀλλὰ πολλάκις ὁ Ἐχθρὸς ὑποβάλλει σοι, λέγων· τέως νεώτερος εἶ, ἀπόλαβε τῶν ἐπιθυμιῶν σου. Πόσους γὰρ δοκεῖς ἐν τῷ κόσμῳ τρυφήσαντας, καὶ τῶν ἐπουρανίων μὴ στερηθέντας; Καὶ σὺ νεώτερος εἶ· φάγε, πίε, ἀπόλαβε τῶν ἡδονῶν τοῦ κόσμου, καὶ περὶ τὸ γῆράς σου μετανοεῖς· καὶ τί θέλεις ἀπὸ τοιαύτης ἡλικίας ἐκθλίβειν σου τὸ σῶμα; Μήποτε ἐν ἀσθενείᾳ περιπέσῃς. Εἰπὲ οὖν τῷ ὑποβάλλοντί σοι ταῦτα· ἐὰν οὖν καταληφθῶ ἐν τῇ νεότητί μου καὶ γηράσαι μὴ ἐπιτύχω, τί ἀπολογήσωμαι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Ὁρῶμεν οὖν πολλοὺς νεωτέρους ἀποθνῄσκοντας, καὶ πρεσβύτας μακροβιοῦντας· καὶ γὰρ τὰ ἔργα Κυρίου ἀνεξιχνίαστά εἰσι. Καὶ πῶς σὺ ἀπατᾷς με, λέγων, ὅτι περὶ τὸ γῆράς σου μετανοῇς; Εἰπεῖν ἔχω τότε τῷ Κριτῇ, ὅτι νεώτερος ὤν, κατελήφθην· ἀλλ᾽ ἀπόλυσόν με νῦν, ἵνα μετανοήσω;

Πάντως ἐρεῖ μοι καὶ αὐτός· τοσαῦτα ἔτη ἀφῆκά σε, καὶ ἁμαρτήσαντός σου πλειστάκις ἐμακροθύμησα ἐπὶ σέ, καὶ οὐκ ἀπέκτεινά σε εὐθέως, δοὺς χρόνους καὶ καιροὺς καὶ τόπους, ἐν οἷς σπείρῃς σπόρον μετανοίας. Σὺ δὲ τὸν χρόνον, ὃν δέδωκά σοι εἰς μετάνοιαν, ἐν ἁμαρτίαις καὶ ἡδοναῖς κατηνάλωσας.

Ἀσφαλῶς οὖν γίνωσκε, ἀδελφέ, ὅτι ἐὰν καταφρονῇς τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῇ ἁμαρτίᾳ ἐκδῷς ἑαυτόν, καταγνωσθήσῃ. Ὁ γὰ τῇ ἡδυπαθείᾳ παρέχων ἑαυτοῦ τὰ μέλη, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι λυπηθήσεται, ἀλλὰ καὶ ἐν τῷ νῦν αἰῶνι, ἐάνπερ μὴ μετανοήσῃ ταχύ· ὁμοιωθήσεται γὰρ ῥάκει ἐρριμένῳ, ὅταν πάντες κατεχρήσαντο αὐτῷ, ἔσχατον δὲ εἰς ἀειδίαν καὶ καταπάτημα αὐτὸ ἔχουσιν. Ἐὰν δὲ ἐκκαθάρῃς ἑαυτὸν ἀπὸ πάντων τούτων καὶ τῷ Χριστῷ ἀρέσαι βουληθῇς, τηρῶν σου τὴν ἁγνείαν τοῦ σώματος ἐν ἀγάπῃ Θεοῦ, ἥτις ἐστὶ στύλος πασῶν τῶν ἀρετῶν, ὁμοιωθήσῃ πορφύρᾳ βασιλικῇ, καὶ ἔσῃ λάμπων ὡς φωστὴρ ἀναμέσον τῆς ἀδελφότητος, καὶ τοὺς ἐπεγειρομένους ἐπὶ σοῦ ἀποστρέψει Κύριος. Ὁ γὰρ φόβος τοῦ Θεοῦ, ὃν ἠγάπησας, ἔσται σοι τεῖχος, καὶ ἔσῃ εὑρίσκων χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ἀνθρώπων.

Νῆφε οὖν καὶ πρόσεχε σεαυτῷ, εἰδὼς τοῦτο, ὅτι οὐκ ἀγνοεῖ ὁ Ἐχθρὸς καὶ ἔσωθεν κλειδῶν καὶ μοχλῶν θηρεύειν ψυχὰς ἐν ἀμελείᾳ διαγούσας. Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἀφρόνων, ὅτι οὔκ εἰμι ἱκανὸς ἀντιστῆναί τινι, ἀλλ᾽ εὐθὺς συναπάγομαι τῷ πάθει. Μὴ καυχῶ ἐν τούτῳ· οὐ γάρ ἐστιν αὕτη εὐλάβεια, ἀλλὰ χαυνότης καὶ ἀφροσύνη. Τῆς Σοφίας λεγούσης· μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ αἰσχυνθῇς εἰς πτῶσίν σου. Ἆράγε ἀναισθήσῃ τὸν λῃστὴν διορύσσοντά σου τὸν τοῖχον τῆς οἰκίας; Ἀνέχῃ κατακεῖσθαι καὶ συλᾶσθαι; Οὐχὶ ἀναστὰς ἀποδιώκεις τὸν λῃστήν; Καὶ πῶς περὶ τῆς ἁγνείας τοῦ σώματός σου οὐ φροντίζεις; Ἀλλὰ προδίδως τὸν ναὸν τοῦ Θεοῦ εἰς φθοράν; Ὁρῶμεν γάρ, ὁ Κύριος πῶς δοξάζει τοὺς ἐκ νεότητος δουλεύοντας αὐτῷ ἄχρι γήρως. Εἶπε γὰρ πρὸς Ἱερεμίαν τὸν προφήτην· ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθεῖν ὀπίσω ἁγίου Ἰσραήλ. Τὸν δὲ ἐξακολουθήσαντα ἐκ νεότητος ἄχρι γήρως τῷ τῆς πλάνης λογισμῷ πῶς ἤλεγξεν ὁ Προφήτης, εἰπών· πεπλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον. Διὰ τοῦτο μακαρίζει τὸ Πνεῦμα τὸ Ἅγιον τοὺς αἴροντας ἐφ᾽ ἑαυτοὺς τὸν ζυγὸν τοῦ Χριστοῦ, λέγων· ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ.

Ἀνανήψωμεν οὖν, ἀγαπητοί, μήποτε ἡ πολλὴ μακροθυμία τοῦ Θεοῦ εἰς κρῖμα ἡμῖν γενήσεται, ἐν τῷ μὴ βούλεσθαι ἡμᾶς μετανοεῖν, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν προστιθέναι ἐπὶ τὰ παραπτώματα ἡμῶν. Τίς ἄρα ἀναλογίζεται τὴν ἡμέραν τῆς κρίσεως, καὶ οὐ φρίττει; Κατανοήσωμεν τοῖς λεγομένοις, ἀγαπητοί. Ἐν τῷ ἐλθεῖν τὸ θέρος καὶ τὰ καύματα, ἐρεῖ τις· ἄλλοι δύο μῆνές εἰσι, καὶ παρῆλθε τὰ καύματα. Τί ποιήσωμεν, ἀγαπητοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὸ πῦρ τὸ αἰώνιον; Καὶ ἐν τῷ πάλιν τὸν χειμῶνα ἐλθεῖν, ἐρεῖ τις· ἄλλοι δύο ἢ τρεῖς μῆνές εἰσι, καὶ παρῆλθεν ἡ ἀπειλὴ τοῦ ψύχους.

Τί ποιήσωμεν, ἀδελφοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὰ κατώτατα τῆς γῆς μετὰ θάνατον; Ἐὰν δὲ καὶ ἀσθενείᾳ περιπέσῃ τις, καὶ ὁ ὕπνος ἀποστῇ ἀπ᾽ αὐτοῦ νυκτός, συχνῶς ἐνατενίζει ἐπὶ τὰς θυρίδας τοῦ οἴκου, ἐπιποθῶν ἰδεῖν τὸ φῶς. Τί ποιήσωμεν, ἀδελφοί, ἐάνπερ καταδικασθῶμεν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου οὐκ ἔστιν ἐλπὶς ἰδεῖν τὸ φῶς εἰς ἀτελευτήτους αἰῶνας; Ὡσαύτως δὲ καὶ ὁ ἐξορισθεὶς τὰς ἡμέρας καὶ τὰς νύκτας καὶ τὰ ἔτη ἀριθμεῖ, προσδεχόμενος τὸ τέλος τῆς προθεσμίας· ἐν δὲ τῷ μέλλοντι αἰῶνι καταδικασθεὶς οὔτε ἡμέρας ἀριθμῆσαι δυνήσεται, οὔτε νύκτας, οὔτε μῆνας, οὔτε καιρούς· ἀπέραντοι γάρ εἰσιν οἱ αἰῶνες καὶ ἀτελεύτητοι. Ἐν οἷς οἱ νῦν πενθοῦντες καὶ κλαίοντες παρακληθήσονται τότε· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, καθὼς λέγει ὁ Ἀπόστολος.

Καὶ πάλιν ὁ Σωτήρ· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι κλαύσονται. Ἀνανήψωμεν οὖν, ἀγαπητοί, ἐκ τοῦ βίου τούτου· πενθήσωμεν νῦν, ἵνα παρακληθῶμεν· ἡσυχάσωμεν ἐν ταπεινοφροσύνῃ εἰς τὰ κελλία ἑαυτῶν, ὅπως ἴδῃ ὁ Κύριος τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν κόπον, καὶ ἀφήσῃ ἡμῖν πάσας τὰς ἁμαρτίας ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Καὶ πάλιν· καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Δῴη δὲ ἡμῖν ὁ Κύριος ἐκτελεῖν βίον ἀκατάγνωστον.

Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.