Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν ἀνάστασιν, εἰς τὰ ἐγκαίνια καὶ εἰς τὸν ἅγιον τάφον

Ἐφραίμ ὁ Σύρος

Η κλήση των εθνών και η εορτή των Εγκαινίων

Αναφορά στην κλήση των εθνών βάσει προφητειών, πνευματική προτροπή προς τους πιστούς και τελική δοξολογία επί τη εορτή των Εγκαινίων της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ὑμεῖς οὖν, ἀγαπητοί, ἐποικοδομούμενοι τῇ ἁγιωτάτῃ πίστει ἡμῶν, τὸν τόπον τῆς ἀναστάσεως Χριστοῦ πηγὴν ἀποδείξεως εἶναι πιστεύετε, ἔχοντες τὴν εἰρημένην ἑρμηνείαν μεγάλα δικαιώματα· οἱ γὰρ ἀντίδικοι ἡμῖν μακρύνοντες ἠγνόησαν, ὥσπερ δοῦλοι δεσπόταις ἀνάπαυσιν ἑτοιμάζοντες. Ὅθεν ἀπώσθησαν τῆς ἀπολαύσεως, ἡμεῖς δὲ προσελήφθημεν.

Καὶ ἐν μὲν Ἠσαΐᾳ, λέγοντος τοῦ Θεοῦ πρὸς ἡμᾶς, ἐγκαινίζεσθε πρός με, νῆσοι πολλαί. Ἐν νήσοις γὰρ οὐκ Ἰουδαῖοι, ἀλλὰ ἔθνη καταμένουσι· καὶ ὅτι Χριστοῦ φωνὴ τοῖς ἔθνεσι τῆς χάριτος. Καὶ ὁ Δαυῒδ εἴρηκεν· ὁ Κύριος ἐβασίλευσεν· εὐφρανθήτωσαν νῆσοι πολλαί.

Εὐφραινόμεθα γοῦν ἡμεῖς ὄντως, ἐγκαίνια τῆς ἀναστάσεως ἡμῶν ἄγοντες εἰς δόξαν Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.