Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν ἀνάστασιν, εἰς τὰ ἐγκαίνια καὶ εἰς τὸν ἅγιον τάφον

Ἐφραίμ ὁ Σύρος

Ο τάφος και ο λίθος ως μάρτυρες της Αναστάσεως

Εισαγωγή στο μυστήριο της Αναστάσεως, παρουσίαση του μνήματος ως αδιάψευστου μάρτυρα και αλληγορική ερμηνεία του τάφου ως νοητού φρέατος αφθαρσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος περὶ τῆς ἀναστάσεως, ἐν τοῖς ἐγκαινίοις, καὶ περὶ τοῦ ἁγίου μνήματος Πολλὰ κατ᾽ οἰκονομίαν ἐν ἀρχῇ δοκοῦντα δυσάντη συμφέρουσαν ἔχουσιν ἔκβασιν· οἷα καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐπὶ τοῦ Δαυΐδ, ὅτε ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο. Οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ ὑπῆρξε τόπῳ· ἐν πρώτοις γὰρ ἠσφάλιστο ὁ τάφος τῆς ἀναστάσεως καὶ σφραγῖσι καὶ φύλαξι· γέγονε δὲ ἑκάτερον ἀπόδειξις Χριστοῦ τῆς ἀναστάσεως.

Ὁρᾷς τὸν λίθον τοῦτον, ὦ Ἰουδαῖε; Μάρτυς ἐστὶ τοῦ ἐνθάδε ἀναστάντος ἀπὸ νεκρῶν. Ἄγγελοι αὐτὸν ἀπεκύλισαν, ὃν οἱ ἐναντίοι οἶα σφραγῖδα τῷ τάφῳ ἐπέθηκαν. Μάρτυς ἐσμὸς στρατιωτῶν ἰδόντων ἀνδρείκελόν τινα, τὸν λίθον ἀποκυλισθέντα.

Ἀλλ᾽ ἄπειμι τῇ διανοίᾳ περὶ τὰ ἐξ ἀρχῆς γενόμενα, καὶ εὑρίσκω τὸν μὲν τάφον τοῦτον πηγὴν ἀναστάσεως, τὸν δὲ λίθον συνήγορον τῶν νεκρῶν· ὅτι Θεὸν ἐξεδέχετο ἵνα τὸν κρυπτόμενον θησαυρὸν τῆς ζωῆς ὑποδείξῃ τοῖς χρῄζουσιν.

Ὧδέ μοι τὸν νοῦν συντάματε καὶ συνήσετε μυστηρίων ἔκβασιν. Μωυσῆς ὁ νομοθέτης, ὅτε ἀπὸ τῆς Αἰγύπτου ἀπέδρασεν, ἐλθὼν ἐν γῇ Μαδιὰμ λίθον ἀπεκύλισε τοῦ φρέατος, ἵνα ποτίσῃ τὰ ποίμνια. Ὑμεῖς ἐστε τὰ λογικὰ ποίμνια, καὶ ὁ Ἄγγελος δι᾽ ὑμᾶς ἀπεκύλισε τὸν λίθον τοῦτον τὸν θεσπέσιον, ἵνα ποτίσῃ πάντας ὑμᾶς, οὐκ αἰσθητὸν ὕδωρ, ἀλλὰ πόμα τῆς ἀφθαρσίας, ὃ προχέει οὗτος ὁ τόπος τῆς ἀναστάσεως.

Ἔλθετε, πίετε ἀθανασίας ποτήριον· οὗ τὰ προοίμια Χριστὸς εἰληφώς, εἰς οὐρανοὺς ἀπεδήμησε· κάλλιστα γὰρ καὶ Ἠσαΐας ὁ προφήτης ταῦτα αὐτὰ προορῶν εἴρηκεν· οἱ διψῶντες πορεύεσθε καὶ πίετε ἐκ τῶν πηγῶν, καὶ οἱ μὴ ἔχοντες ἀργύριον ἀγοράσατε ἄνευ ἀργυρίου καὶ πίετε. Καὶ ἐπειδὴ ἐν μυστηρίῳ πηγὴν εἶδε βαθεῖαν ὡς φρέαρ τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ὁ αὐτὸς ἑτέρωθι λέγει· ἀντλήσατε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου καὶ πίετε.

Τίνες οἱ διψῶντες; Ὑμεῖς· οἱ καὶ διὰ τὴν δίψαν τοσαύτην ὁδὸν ἀνύσαντες. Κατὰ γὰρ τὸν Δαυΐδ, εἴποιεν ἂν περὶ τῶν ἁγίων τόπων ἕκαστον ὑμῶν· ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Ὅθεν καὶ εὑρόντες τὰς πηγὰς ἐπὶ τῆσδε τῆς πόλεως, περιμένετε τὸν ἐκ τῶν μυστικῶν φρεάτων τὴν ἄντλησιν ὑμῖν ποιησόμενον.

Τίνες οὖν οἱ ἀντλοῦντες τοῦτο τὸ ὕδωρ τὸ νοητόν; Ἡμεῖς οἱ πρὸς διδασκαλίαν προχειρισθέντες. Ἐπεὶ οὖν τὸ ὕδωρ τούτου τοῦ μυστικοῦ φρέατός ἐστιν ἡ ἁγία Γραφή, τὸ δὲ ἄντλημα ὁ κοινὸς ἡμῶν λόγος, φέρε διὰ τοῦ κοινοῦ λόγου τὸν Θεῖον λόγον εἰς μέσον ἀγάγωμεν.