Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Η λυτρωτική οικονομία του σταυρού και η νίκη κατά του θανάτου

Ερμηνεία των παραβολών του εμπόρου και του αγρού, η εξαγορά της ανθρωπότητας και η οικουμενική κυριαρχία του Σωτήρος μέσω της ανάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Συνίημι Δημιουργὸν εἶναι γεωργόν, καὶ ἐπιγινώσκω ὅτι οὐ γῆν γεωργεῖ, ἀλλὰ φύσεων ὁμόνοιαν. Οὐ σπείρειν καὶ θερίζειν ἐπιχειρεῖ. Οὐ τρυγᾷ καὶ μεγάλης ληνοῦ ποιεῖ εἰσφοράν. Προκιχρᾷ τῇ φύσει τῶν ἀνθρώπων τὸν Υἱόν, καὶ τόκον εἰσπράττεται δι᾽ αὐτοῦ πάσης ψυχῆς τὴν ἐξουσίαν. Διὰ τοῦ χρέω προκυροῖ ἑαυτῷ πᾶσαν τὴν νομὴν τῶν ἐπιγείων, καὶ διὰ βραχείας συμπεριφορᾶς Κύριος πάντων γίνεται, οὐ μόνον ὡς Δημιουργός, ἀλλὰ καὶ ὡς Λυτρωτής· οὐ μόνον ὡς Θεός, ἀλλὰ καὶ ὡς ἐξ ἱδρώτων ὠνούμενος. Δίδωσι τὸν μαργαρίτην, ἵνα καὶ αὐτὸν τὸν ὀβολὸν τῆς φύσεως μὴ ἀπολέσῃ. Δίδωσι τὸν Υἱόν, ἵνα τὸν δοῦλον ὑποτάξῃ. Ὢ μεγάλης φιλανθρωπίας!

Ὢ ῥιψοκινδύνων ἐπιχειρημάτων! Ὅτι τῇ κόγχῃ πιστεύει μαργαρίτην, καὶ δι᾽ ὀβολὸν λίθον τίμιον παρυβρίζει. Βλέπεις τὸν ἔμπορον; Νοεῖς τὸν πάντα πωλήσαντα, ἵνα ἀγοράσῃ τὸν μαργαρίτην; Ἐπιγινώσκεις τὸν πολυκτήμονα, πῶς πάντα ἀποδίδωσιν, ἵνα πρίηται τὸν ἀγρὸν καὶ τὸν ἐν αὐτῷ θησαυρόν; Οὗτός ἐστιν ὁ Πατήρ, ὁ διὰ τοῦ Υἱοῦ ἀγοράζων ἅπαν τὸ τῆς ἀνθρωπότητος χρήσιμον. Πάντα ἐπώλησε τὰ ἐπίγεια αὐτοῦ κτήματα, ἵνα ἀγοράσῃ τῆς γῆς τὸ ἄροτρον, ὃ αὐτὸς ἔκτισεν. Ἔδωκεν αὐτὸ τῷ Ἀδάμ, καὶ ἀπώλεσε τοῦτο διὰ τῆς τῶν ματαίων ἐπιθυμίας. Ἀγοράζει τὸν ἀγρόν, οὐ διὰ τὴν χρῆσιν τῆς γῆς, ἀλλὰ διὰ τὸν θησαυρὸν τὸν κρυπτόμενον. Καὶ τίς ἐστιν ὁ ἀγρός; Τῶν ἀνθρώπων τὸ σῶμα. Καὶ ἡ ψυχὴ ὁ θησαυρός. Διὰ τὴν ψυχήν, ἣν αὐτὸς κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἐποίησε, πωλεῖ οὖν πάντα, καὶ ἀποστέλλει τὸν Υἱὸν ἀγοράσαι τὸ κτῆμα. Οὐκ ἐπώλει ὁ τύραννος τῇ Θεότητι, εἰ μὴ ἐφόρεσε τὴν ἀνθρωπότητα.

Ἤδει τὴν δύναμιν καὶ ἐδεδίει τὴν μετάπρασιν. Ἀνθρώπῳ ἐπώλει, εἰδὼς τὴν ἀσθένειαν, καὶ ὅτε θέλει, διὰ τῆς ἀπατηλῆς βίας, ἀφαιρεῖται τὸ κτῆμα καὶ τὸν θησαυρόν. Τοίνυν πέμπει τὸν Υἱὸν πρὸς τὸν τύραννον, καὶ λέγει πρὸς αὐτόν· δὸς αὐτῷ τὰ λοιπὰ κτήματα, ἐν οἷς οὐκ ἔστιν ἀντιλογία ὅτι ἐμά ἐστι. Μόνος ὁ ἄνθρωπος, διὰ τὴν προαίρεσιν, ποιεῖταί μου τὴν δεσποτείαν ἀναμφίβολον· διὰ τῆς ὁμολογίας καὶ τῆς ἐξαρνήσεως θησαυρὸν ἔχει τὴν ἀπομίμησιν. Ὅτι δόξα μου ἐστί, μὴ ἀπολέσαι ὃ ἐμαυτῷ πρὸς λειτουργίαν ἔκτισα. Δὸς αὐτῷ τὰ κτήνη καὶ πάντα τὰ ἄλογα, μόνον τὸν ἄνθρωπον ἐλευθέρωσον.

Παρέχει 〈οὖν〉 αὐτῷ τοὺς ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν χοίρους, καὶ ἠγόρασε τὸν ἀγρὸν καὶ τὸν θησαυρόν, λυτρωσάμενος τὸν ἄνθρωπον ἐκ τῆς ἐξουσίας τοῦ δαίμονος. Οἱ χοῖροι καὶ οἱ ὄνοι καὶ οἱ ταῦροι καὶ οἱ λέοντες, οὐδὲν παρέχονται κλέος τῷ ἔχοντι. Ὁ ἄνθρωπος μεγάλα δίδωσιν, ὅτι ἡ θυσία αὐτοῦ οὐκ ἔστιν ἐκ τῶν φθαρτῶν καὶ τῶν ἐδωδίμων, ἀλλ᾽ ἐκ τῶν οὐρανίων θησαυρῶν.

Οὗτός ἐστιν ὁ θησαυρός, οὗτος ὁ ἀγρός. Ὁ δὲ ἔμπορος ὁ Πατήρ ἐστιν. Ὁ μεσίτης ὁ Χριστός ἐστι. Προσῆλθεν ὡς ξένος· ἠγόρασεν ὡς ἔμπορος· ὡς Δεσπότης ηὐθέντησεν· αὐτὸς γὰρ καὶ ὁ Πατὴρ ἕν εἰσιν. Ἐν τῇ Θεότητι ηὐθέντησεν, ἐν τῇ φύσει τῆς προσλήψεως ἐμεσίτευσεν· ἐν τῇ πράσει ἠγόρασεν, ἐν τῇ δυνάμει ἐνίκησεν. Ἔλαβε τὸν ἀγρόν, καὶ οὐκ ᾔδει ὁ τύραννος ὅτι καὶ τὸν θησαυρὸν συνεπώλησεν. Ἔλαβεν, ὡς δοῦλον, τὸν ἄνθρωπον, καὶ ἠγνόει ὁ Ἐχθρὸς ὅτι καὶ τὸ πεκούλιον αὐτοῦ συνεπώλησεν.

Ἐκράτησε τοῦ ἀνθρώπου ὁ Χριστός, καὶ συμπεριέλαβε καὶ τὰ τοῦ δούλου εἰς ἑαυτόν. Πάντα τὰ ἄλογα δοῦλα ἦσαν τῷ Ἀδάμ. Ἐδόκει ὁ Ἐχθρὸς ὅτι λαβὼν αὐτὰ ἀντίσωμα τοῦ Ἀδὰμ εἶχεν ὑποκείμενα· συναπῆλθον τῷ δεσπότῃ διαπραθέντι, τὴν φυσικὴν δεσποτείαν ἐπιγνόντα. Ἐπώλησεν ὁ τύραννος καὶ τὸν ἄνθρωπον καὶ πάντα τὰ ἄλογα· ὅτι ὁ ἄνθρωπος διὰ προαιρέσεως αὐτὰ τῷ Θεῷ παρέστησε. Διὰ τοῦτο πάντα τὰ ἔθνη ἐπὶ τέλει μετὰ τοῦ Ἰσραὴλ ἐκτήσατο. Ἠγόρασεν ὁ Χριστὸς τὸν ἀγρὸν ἐπὶ τοῦ σταυροῦ, δοὺς τὸ αἷμα τὸ ἅγιον, τὴν τιμήν. Εἰς νομὴν εἰσῆλθεν ἐπὶ τῆς ἀναστάσεως, ἐκβαλὼν τοὺς τυράννους καὶ τοὺς ἰδίους προστησάμενος. Ὁ ἀγρὸς ἦν πᾶσα ἡ γῆ, καὶ ὁ θησαυρὸς οἱ ἐν αὐτῇ κρυπτόμενοι Ἅγιοι. Ἔλαβε τὸ φαινόμενον κτῆμα, ἵνα, ὅτε θέλει, λαμβάνῃ καὶ τὸ κρυπτόμενον χρῆμα. Εἰς νομὴν εἰσῆλθε τῶν ζώντων, συμπεριείληφε καὶ τοὺς μὴ φαινομένους νεκρούς. Ἀνῆκε τέως μὴ λαβεῖν τὸν θησαυρόν, ἵνα λάβῃ αὐτὸν ἐπὶ τῆς ἀναστάσεως. Ἀπεδήμησε μικρόν, φύλακας καταστήσας τῷ θησαυρῷ καὶ οἰκονόμους τῷ ἀγρῷ, ἵνα, ὅταν κελεύσῃ, ὁ θησαυρὸς διὰ τῆς ἀναστάσεως παραστῇ τῷ Βασιλεῖ. Ὁ θησαυρὸς ἐν ὀστράκῳ καταγγίζεται· ὁ γὰρ ἀγρὸς τοῦ κεραμέως ἐστὶ τὸ ἐργαστήριον. Εἶπεν ὁ Θεὸς τῷ Προφήτῃ· εἴσελθε εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. Τίνος κεραμέως, ἢ τοῦ Θεοῦ; Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν ἐκ τοῦ ἀγροῦ τούτου τὴν ἀνάστασιν.

Ἕως τῆς συντελείας πηλοποιεῖται τὸν ἀγρὸν ἐν τοῖς ἀνθρωπίνοις σώμασι· μετὰ τὴν συντέλειαν ὀστρακεῖ τὰ σκεύη· τὰ μὲν τῶν ἁγίων διὰ τῆς χάριτος, τὰ δὲ τῶν ἁμαρτωλῶν διὰ τῆς γεέννης τοῦ πυρός.

Ὁ τοῦ μαργαρίτου τρόπος ἤδη γέγονεν· οὐ γὰρ ἐν τῷ ἀγρῷ κατώρυκται, ἀλλ᾽ ἐκ τοῦ ἐμπόρου εὐθὺς παρείληπται. Οὗτός ἐστιν ἡ ἀπαρχὴ τοῦ σταυροῦ· διὰ τοῦτο καὶ μόνος ἐγήγερται, ἐπειδὴ καὶ μόνος ἠγόρασται. Οὐ μετὰ θάνατον ἠγόρασε τὸν μαργαρίτην, ἐπειδὴ τὸν ἰσχυρὸν ἐν τῷ σταυρῷ ἐτροπώσατο. Ἥττησεν αὐτόν, εἶθ᾽ οὕτως ἔλαβε τὴν πανοπλίαν αὐτοῦ, καὶ εἶθ᾽ οὕτως αὐτὸν ἐσκύλευσε. Διὰ τοῦτο λέγει· ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν· ἐπειδὴ ἐξουσίαν ἔσχε τοῦ θανάτου. Καὶ πρὸ τοῦ θανεῖν αὐτόν, ἔδοξε κρατεῖσθαι ὁ μαργαρίτης· οὐχ οὕτως ὑπὸ τοῦ Ἐχθροῦ, ἀλλ᾽ ὑπὸ τῆς φύσεως. Καὶ ἔτι αὐτοῦ ὄντος ἐπὶ τῆς γῆς ἡ συναλλαγὴ ἐγένετο. Ὁ μισθὸς τοῦ μεσίτου γέγονεν ὁ μαργαρίτης· ὁ γὰρ μωρὸς Δεσπότην ἠγνόει, οὗ κατέπτυεν. Ἔλαβεν ὁ Χριστὸς τὸν μισθόν. Ἔλαβε τὸν ἀγρόν, ἔλαβε καὶ τὴν τιμὴν τοῦ ἀγροῦ· ὅτι συνηκολούθησεν ἡ φύσις ἡ ἄλογος τῶ ἐξ ἀρχῆς ἡγουμένῳ.

Ἔχει τὴν ἐξουσίαν τῶν ζώντων ἐν τῷ ἀγρῷ. Ἔχει τὴν δεσποτείαν τῶν νεκρῶν ἐν τῷ θησαυρῷ. Ἔχει τὴν πρόσληψιν ἐν τῷ μαργαρίτῃ συνδιαιωνίζουσαν. Ἔχει τὸν ἀρραβῶνα, τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τὴν χρίσασαν τὸ σῶμα τοῦ Χριστοῦ εἰς τὴν κατὰ τοῦ τυράννου ἄθλησιν. Τοῦτο γὰρ ἦν βραβεύων ὁ Πατὴρ καὶ δοὺς γέρας τῷ νικητῇ.

Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπιστήσωμεν τοῖς εἰρημένοις, ἵνα ὡς ἐν κεφαλαίῳ συνῶμεν ἕκαστα, ὡς δέον ἐστί. Τὸν Πατέρα Θεὸν γεωργόν, δημιουργόν, ἔμπορον καὶ κεραμέα, μεσίτην καὶ δανειστήν, βραβευτὴν καὶ φιλότιμον ὁ λόγος ὠνόμασε.