Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός

Ἐφραίμ ὁ Σύρος

Πνευματική καλλιέργεια και η στενή οδός των αρετών

Υπόδειξη της αναγκαιότητας για την πνευματική τροφοδοσία της ψυχής, με παράθεση της παραβολής του σπορέως, των αγώνων των Αγίων και των ευαγγελικών μακαρισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ταῦτα καὶ τὰ τοιαῦτα ὀδυρόμενος λέξεις καὶ οὐδὲν ὠφελήσεις· οὐ γάρ ἐστιν ἐκεῖ ὄφελος τοῦ μετανοῆσαι. Διὰ τοῦτο παραγγέλλουσι καὶ διαμαρτύρονται ἡμῖν αἱ θεῖαι Γραφαὶ τῶν ἁγίων Ἀποστόλων καὶ Προφητῶν, ὅτι τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἁμαρτωλοῦ οὐκ ἀνέβη. Ἤκουσας πάλιν τοῦ Κυρίου λέγοντος· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. Καὶ ἀλλαχοῦ πάλιν· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ. Διὰ τοῦτο λέγει καὶ ὁ Ἀπόστολος· μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· ὅτι οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν.

Ἐκεῖθεν προσέχετε, ἀδελφοί μου, καὶ μνήσθητε τῶν γεγραμμένων· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Τίς ὁ ἐξελθὼν καὶ σπείρας; Ὁ καλὸς οἰκοδεσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Τί δὲ ἔσπειρε; Τὸν λόγον τοῦ Εὐαγγελίου, τὰς ἁγίας αὐτοῦ ἐντολάς. Ποῦ δὲ ἔσπειρεν; Ἐν ποίᾳ γῇ; Ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων, εἰς πάντα τὰ πέρατα τοῦ κόσμου. Ἀλλ᾽ οὐ πάντες ὑπακούουσι τοῦ Εὐαγγελίου, οὐδὲ πάντες ποιοῦσι νέωμα, ἵνα πεσὼν ὁ σπόρος τοῦ Κυρίου ποιήσῃ καρπόν· ἀλλ᾽ ἐν χέρσῳ καὶ ἀκάνθαις καὶ ἀπάτῃ ὄντες, ὑποδέχονται τὸν λόγον, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. Ὑμεῖς δέ, ἀγαπητοί, εὐθύνατε τὰς καρδίας ὑμῶν πρὸς ὑποδοχὴν τοῦ Εὐαγγελίου, καὶ μὴ συμπνίξῃ τὸν νοῦν ὑμῶν ἡ πολλὴ μέριμνα τοῦ βίου. Περὶ τῆς χρείας δράμωμεν καὶ μὴ περὶ τρυφῆς. Ἐὰν τῇ αὐταρκείᾳ στοιχήσητε, ἀνάπαυσιν ἕξετε· εἰ δὲ τὴν τρυφὴν διώξετε, καὶ τὴν πλεονεξίαν, ὁ κόπος πολὺς καὶ ὁ δρόμος ἄστατος καὶ ἡ θλῖψις ἀπλήρωτος καὶ ὁ βίος πολυμέριμνος.

Ἑνὸς δέ ἐστι χρεία, ἀδελφοί μου, καθώς φησιν ὁ Κύριος. Καὶ ταῦτα ἔδει μερικῶς ποιεῖν διὰ τὴν ἀνάγκην τοῦ σώματος, κἀκεῖνα ἀδιαλείπτως διὰ τὴν σωτηρίαν τῆς ψυχῆς σου· οὐδὲν γὰρ ἀνώτερον ψυχῆς. Περὶ ταύτης, ἀδελφοί μου, δράμωμεν καὶ φροντίσωμεν καὶ ἑτοιμάσωμεν καθ᾽ ἑκάστην ἡμέραν. Μὴ δαπανήσωμεν ὅλον τὸν χρόνον ἡμῶν ἐν τῇ τοῦ σώματος φροντίδι, ἀλλ᾽ ὅταν πεινάσῃ τὸ σῶμα, καὶ τὴν τροφὴν ἀπαιτῇ, σὺ ἐνθυμήθητι, ὅτι καὶ ἡ ψυχὴ τὴν ἰδίαν χρείαν ζητεῖ. Καὶ ὥσπερ τὸ σῶμα, ἐὰν μὴ μεταλάβῃ ἄρτου, ζῆσαι οὐ δύναται, οὕτω καὶ ἡ ψυχή, ἐὰν μὴ μεταλαμβάνῃ τῆς πνευματικῆς σοφίας, νεκρά ἐστι. Καὶ γὰρ διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος· καὶ διὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ, ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.

Σὺ οὖν, ὡς καλὸς οἰκονόμος, δὸς τὰ τῆς ψυχῆς βρώματα τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος τῷ σώματι. Μὴ μόνον τὸ σῶμά σου θρέψῃς, τὴν δὲ ψυχήν σου ἀφήσῃς ἔρημον λιμώττουσαν. Μὴ οὖν ἐάσῃς σου τὴν ψυχὴν νεκρωθῆναι, ἀλλὰ θρέψον αὐτὴν ἐν λόγοις Θεοῦ, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν ἀναγνώσμασι τῶν θείων Γραφῶν, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν ἐλπίδι καὶ μελέτῃ τῶν μελλόντων ἀγαθῶν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια τροφὴ καὶ ζωή ἐστι τῆς ψυχῆς.

Βλέπετε, ἀδελφοί, μή τις ἄκαρπος εὑρεθῇ. Ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ τὴν ἀπόλαυσιν τοῦ κόσμου, τρυφὴν καὶ δεῖπνα καὶ ἄριστα, ἐκ τῆς σαρκὸς θερίζει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, προσευχὴν καὶ νηστείαν καὶ ἀγρυπνίαν, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Κατανοήσατε καὶ ἴδετε, ὅτι οὐδαμοῦ ἐπαινοῦνται οἱ τρυφῶντες, οὐδὲ οἱ μετεωριζόμενοι, οὔτε οἱ γελῶντες· ταῦτα γὰρ τὰ ἔθνη ποιοῦσιν. Ὁ δὲ ἡμέτερος νόμος ἐστὶν οὗτος· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ πενθοῦντες· μακάριοι οἱ ἐλεήμονες· μακάριοι οἱ δεδιωγμένοι· μακάριοι οἱ ὀνειδιζόμενοι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ ἐγκρατευόμενοι· μακάριοι οἱ τὸ βάπτισμα ἁγνὸν φυλάξαντες· μακάριοι οἱ διὰ τὸν Χριστὸν ἀποταξάμενοι τῷ κόσμῳ τούτῳ· μακάρια τὰ σώματα τῶν παρθένων· μακάριοι οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες· μακάριοι οἱ γρηγοροῦντες καὶ προσευχόμενοι· μακάριοι οἱ προβλέποντες τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· μακάριοι οἱ δακρύοντες ἐν προσευχῇ. Ταῦτα τῆς θείας Γραφῆς τῶν Ὀρθοδόξων. Ποία δὲ Γραφὴ μακαρίζει τοὺς αὐλοῦντας καὶ κιθαρίζοντας ἢ τοὺς γελῶντας ἢ τοὺς τρυφῶντας ἢ τοὺς μεθύοντας καὶ ὀρχουμένους, τοὺς ἀγαπῶντας τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ!

Ταῦτα ὁ ἡμέτερος νόμος οὐ συμβουλεύει· ταῦτα ὁ ἡμέτερος Κύριος οὐκ ἐδίδαξεν· ἀλλὰ καὶ ἐταλάνισε λέγων· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οὐαὶ ὑμῖν τοῖς πλουσίοις.

Καὶ πάλιν διὰ τοῦ Προφήτου λέγει· οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν· οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες· οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῶν φιλοκόσμων καὶ φιλοσάρκων ἀνθρώπων, οὐχὶ τῶν φιλοχρίστων. Θέλεις δὲ καὶ τῶν φιλοχρίστων ὀλίγα ἀκοῦσαι τῶν τὴν στενὴν ὁδὸν βαδιζόντων; Ἄκουσον τοῦ Ἀποστόλου λέγοντος· ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, καὶ τὰ ἑξῆς. Καὶ πάλιν ὁ Κύριος· ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.

Τί οὖν χρεωποιεῖσθε, ἀδελφοί μου; Ἰδοὺ ἠκούσατε, πῶς μακαρίζονται οἱ τὴν στενὴν ὁδὸν ὁδεύοντες, καὶ πῶς ταλανίζονται οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν περιπατοῦντες. Δεῦτε οὖν ἀφέντες τὴν πλατεῖαν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν, κοπιάσωμεν μικρὸν χρόνον, ἵνα βασιλεύσωμεν εἰς τοὺς ἀπεράντους αἰῶνας, πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀεὶ μνημονεύοντες τῆς αἰωνίου ζωῆς καὶ τῆς ἀθανάτου βασιλείας, τῆς μετὰ Ἀγγέλων χορείας καὶ τῆς μετὰ Χριστοῦ διαγωγῆς. Ἐνθυμήθητι ὅτι οὐδὲν ἔχει ὁ βίος εἰ μὴ δάκρυα καὶ ὀνειδισμοὺς καὶ λοιδορίας καὶ ῥᾳθυμίας καὶ πόνους καὶ νόσους καὶ γῆρας καὶ ἁμαρτίας καὶ θάνατον. Καὶ μὴ ἀγαπήσῃς τὸν κόσμον.

Βλέπε μὴ τέρψῃ σε ὁ κόσμος οὗτος καὶ σκελίσῃ καὶ γυμνὸν παραπέμψῃ εἰς ἐκεῖνον τὸν αἰῶνα. Μνημόνευε τοῦ λέγοντος· ἀδιαλείπτως προσεύχεσθε. Μὴ εὐφραίνου τοῖς τοῦ βίου ἀνθηροῖς. Ὁ ψαλμὸς πάντοτε ἐπὶ τοῦ στόματός σου ἔστω· ὁ Θεὸς γὰρ ὀνομαζόμενος φυγαδεύει τοὺς δαίμονας. Κἂν εἰς ἔργα τὴν χεῖρα κινεῖς, ἡ γλῶσσα ψαλλέτω, ὁ νοῦς προσευχέσθω. Καὶ αὐτὸς ὁ Κύριος δι᾽ ἑαυτοῦ νουθετεῖ καὶ παρακαλεῖ, ἵνα ἀπεντεῦθεν εὐτρεπίσωμεν ἑαυτούς· καὶ εἴ τι ἡμάρτομεν καὶ παρεπέσομεν, ἕως ἔχομεν τὸν τῆς μετανοίας καιρόν, διὰ δακρύων θεραπεύσωμεν.

Ὁ καιρὸς τῆς μετανοίας ὀλίγος ἐστί· τῆς δὲ βασιλείας τῶν οὐρανῶν τέλος οὐκ ἔστι. Τοὺς Ἁγίους μακαρίζομεν καὶ τοὺς στεφάνους αὐτῶν ἐπιθυμοῦμεν, τοὺς δὲ ἀγῶνας αὐτῶν οὐ θέλομεν μιμήσασθαι. Ἢ δοκεῖτε ὅτι χωρὶς κόπων καὶ θλίψεων ἀδιάντως ἐστεφανώθησαν, ὥσπερ καὶ ὑμεῖς βούλεσθε; Θέλεις ἀκοῦσαι ποίαν ἀνάπαυσιν εἶχον ἐν τῷ βίῳ οἱ Ἅγιοι; Οἱ μὲν ἐτυμπανίσθησαν, ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον καὶ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Ἰδοὺ ἠκούσατε μέρος ἐκ τῶν πολλῶν, τὴν τῶν Ἁγίων τρυφὴν καὶ ἀνάπαυσιν ἐν τῷ βίῳ, καὶ ὡς ἐν εὐφροσύνῃ ὑπέμειναν ταῦτα, ἐπειδὴ προέβλεπον τὰ ἀποκείμενα ἀγαθὰ ἐν οὐρανοῖς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν θέλῃς ἐκ τῆς κολάσεως ῥυσθῆναι, μηδένα ποτὲ λοιδορήσῃς. Οὐαὶ τῷ ἀνόμῳ· ὅταν πάντες φωτίζωνται, ἐκεῖνος σκοτίζεται.

Οὐαὶ τῷ βλασφήμῳ· δεσμεῖται γὰρ τὴν γλῶσσαν, καὶ πῶς ἀπολογήσασθαι πρὸς τὸν Κριτὴν οὐ δύναται. Οὐαὶ τῷ πλεονέκτῃ· ὅτι ὁ πλοῦτος αὐτοῦ φεύγει καὶ τὸ πῦρ αὐτὸν ὑποδέχεται. Οὐαὶ τῷ ῥᾳθύμῳ· ζητήσει γὰρ τὸν καιρὸν ὃν κακῶς ἐδαπάνησε, ζητήσας δὲ οὐχ εὑρήσει. Οὐαὶ τῷ φιλοπόρνῳ· ὅτι ῥυπαίνει στολὴν νυμφικὴν καὶ βασιλικοῦ γάμου μετ᾽ αἰσχύνης ἐκβάλλεται. Οὐαὶ τῷ λοιδόρῳ, καὶ σὺν αὐτῷ, τῷ μεθύσῳ· ὅτι μετὰ φονέων τάσσονται, καὶ μετὰ μοιχῶν κολάζονται.

Οὐαὶ τῷ τρυφῶντι χρόνον ὀλίγον· ὅτι ὡς ἀμνὸς εἰς σφαγὴν ζητηθήσεται. Οὐαὶ τῷ ὑποκριτῇ· ὅτι ὁ Ποιμὴν αὐτὸν ἀρνεῖται, καὶ ὁ λύκος ἁρπάζει. Μακάριος ὁ τὴν στενὴν ὁδὸν ὁδεύων· στεφανηφορῶν γὰρ εἰς τὸν οὐρανὸν ἀνέρχεται. Μακάριος ὁ τὸν βίον ὑψηλὸν ἔχων, ταπεινὸν δὲ τὸ φρόνημα· Χριστὸν γὰρ μιμεῖται καὶ σὺν αὐτῷ συγκαθέζεται. Μακάριος ὁ πολλοὺς εὖ ποιῶν πένητας· πολλοὺς γὰρ εὑρήσει συνηγόρους κρινόμενος. Μακάριος ὁ εἰς πάντα 〈ἀγαθὰ〉 ἑαυτὸν βιαζόμενος· ὅτι βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν.