Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός
Πρόσκληση σε μετάνοια και αποταγή του ματαίου κόσμου
Προτροπή προς τους πιστούς για πνευματική εγρήγορση, συντριβή και τήρηση των βαπτισματικών υποσχέσεων έναντι της κοσμικής ματαιότητας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρόσκληση σε μετάνοια και αποταγή του ματαίου κόσμου
Προτροπή προς τους πιστούς για πνευματική εγρήγορση, συντριβή και τήρηση των βαπτισματικών υποσχέσεων έναντι της κοσμικής ματαιότητας.
Λόγος κατανυκτικός Δεῦτε, ἀγαπητοί, δεῦτε, πατέρες καὶ ἀδελφοί μου, τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Πατρός, οἱ ἐσφραγισμένοι τοῦ Κριστοῦ στρατιῶται. Δεῦτε, τέκνα, ἀκούσατε λόγον σωτήριον τῶν ψυχῶν ὑμῶν. Δεῦτε, πραγματευσώμεθα ἕως ὅτε στήκει ἡ πανήγυρις. Δεῦτε, λάβωμεν ζωὴν αἰώνιον. Δεῦτε, ἀγοράσωμεν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Πληρώσατε τοὺς ὀφθαλμοὺς ὑμῶν δακρύων, καὶ εὐθέως ἀνοίγονται οἱ ὀφθαλμοὶ τῆς διανοίας ὑμῶν. Δεῦτε, πάντες ὁμοθυμαδόν, πλούσιοι καὶ πένητες, ἄρχοντες καὶ ἀρχόμενοι, πρεσβῦται μετὰ νεωτέρων, υἱοὶ καὶ θυγατέρες καὶ πᾶσα ἡλικία· οἱ βουλόμενοι τῆς αἰωνίου λυτρωθῆναι κολάσεως, καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι γενέσθαι. Μετὰ τοῦ ἁγίου Δαυῒδ παρακαλέσωμεν τὸν ἐλεήμονα καὶ φιλάνθρωπον Κύριον, λέγοντες· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. Κράξωμεν, ὡς ἔκραξεν ὁ τυφλός· ἐλέησόν με, Κύριε, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου. Καὶ ἐάν τινες κωλύωσιν ἢ ἐπιτιμῶσι σιωπᾶν, ἡμεῖς μείζονα κράξωμεν, καὶ μὴ ἐκκακήσωμεν κράζοντες, ἕως οὗ ἀνοίξῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν ὁ φωτοδότης Ἰησοῦς. Προσέλθετε τῷ Χριστῷ.
Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῶσι. Λάβωμεν ἔννοιαν καλὴν καὶ πόθον περὶ τῆς βασιλείας καὶ τοῦ παραδείσου, καὶ εὐθέως καταφρονήσετε τὰ τοῦ αἰῶνος τούτου πράγματα. Ἀγωνίσασθε εἰς τὴν ἑνδεκάτην ὥραν ταύτην. Ὀξυποδήσατε, ἵνα μὴ ἀποκλεισθῆτε· ἐν ᾧ ἑσπέρα ἤγγικε καὶ ὁ μισθαποδότης ἔρχεται μετὰ δόξης πολλῆς, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μετανοήσωμεν, ἀδελφοί, ὣς καιρὸν ἔχομεν. Ἀκούσατε τί λέγει Κύριος· χαρὰ γίνεται ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Τί ῥᾳθυμεῖς, ἁμαρτωλέ; Τί ἀπογινώσκεις, ἐὰν ἐν τῷ οὐρανῷ χαρὰ γίνηται, σοῦ μετανοοῦντος; Τί φοβήσῃ; Ἄγγελοι χαίρουσι, καὶ σὺ ῥᾳθυμεῖς; Ἀρχάγγελος κῆρύξ ἐστι μετανοίας, καὶ σὺ φοβήσῃ; Ἡ ἄχραντος καὶ ἀχώριστος προσκυνητὴ Τριὰς προσκαλεῖταί σε, καὶ σὺ στενάζεις; Μὴ γλυκανθῇ ἡμῖν ἡ μέριμνα τοῦ κόσμου, ἵνα μὴ πικρανθῇ ἡμῖν τὸ πῦρ τὸ αἰώνιον καὶ ὁ σκώληξ ὁ ἀκοίμητος. Κλαύσωμεν οὖν ὀλίγον ἔνθεν, ἵνα μὴ κλαύσωμεν ἐκεῖθεν αἰωνίως βασανιζόμενοι. Βλέπετε, μηδεὶς ἀμελήσῃ· ὅτι αἰφνίδιος, ὡς ἀστραπὴ φοβερά, ἡ παρουσία τοῦ Χριστοῦ γίνεται. Οὐ φοβεῖσθε ὅτι ἕκαστος κατὰ τὰ ἔργα αὑτοῦ ἀπολαμβάνει ἐν τῇ ὥρᾳ ἐκείνῃ; Ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει; Ἕκαστος θερίσει ὃ ἔσπειρε; Πάντες γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Κριτῇ. Ἐν τῇ ὥρᾳ ἐκείνῃ οὐδεὶς οὐδενὶ βοηθῆσαι δύναται· οὐκ ἀδελφὸς ἀδελφόν· οὐ γονεῖς τέκνα· οὐ τέκνα γονεῖς· οὐ φίλοι φίλους· οὐκ ἀνὴρ τὴν σύζυγον· ἀλλ᾽ ἕκαστος μετὰ φόβου καὶ τρόμου παρίσταται, προσδοκῶν τὴν ἐκ τοῦ Θεοῦ ἀπόφασιν ἀκοῦσαι.
Τί ἀμελοῦμεν καὶ οὐκ εὐτρεπιζόμεθα; Διὰ τί οὐ φροντίζομεν τὰ τῆς ἀπολογίας, ὣς καιρὸν ἔχομεν; Διὰ τί καταφρονοῦμεν τὰς ἁγίας Γραφὰς καὶ τὰ ῥήματα τοῦ Χριστοῦ; Ἢ δοκεῖτε ὅτι οἱ λόγοι αὐτοῦ καὶ τῶν ἁγίων Ἀποστόλων καὶ Προφητῶν οὐ κατακρινοῦσιν ἡμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοῦ φοβεροῦ βήματος, ἐὰν μὴ φυλάξωμεν καὶ ποιήσωμεν, καθὼς παραγγέλλουσιν ἡμῖν; Ἀκούσατε τί λέγει ὁ Κύριος πρὸς τοὺς μαθητάς· ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ καὶ τὸν Πατέρα μου. Καὶ ἀλλαχοῦ πάλιν λέγει· ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν· ἀλλ᾽ ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ποῖος λόγος ἆρα ὁ μέλλων κρῖναι ἡμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; Τὸ ἅγιον αὐτοῦ Εὐαγγέλιον, καὶ αἱ λοιπαὶ ἅγιαι Γραφαὶ τῶν ἁγίων Προφητῶν καὶ Ἀποστόλων. Διὰ τοῦτο, ἀδελφοί, παρακαλῶ ὑμᾶς, μὴ καταφρονῶμεν τὰ γεγραμμένα. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι τοῦ Χριστοῦ οὐ μὴ παρέλθωσι.
Δεῦτε, ἀγαπητοί, πρὶν ἐλθεῖν τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ῥίψωμεν ἑαυτοὺς ἐπὶ τὸ πέλαγος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Αὐτὸς ὁ Θεὸς προτρέπεται καὶ προσκαλεῖται πάντας, λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Πάντας προσκαλεῖται ὁ φιλάνθρωπος καὶ ἀνεξίκακος, ὁ εὔσπλαγχνος καὶ μακρόθυμος, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι. Οὐ προτρέπεται καὶ ἰδίους κέκληκεν, ἀλλὰ πάντας καλεῖ. Δεῦτε πρός με πάντες· κἂν πλούσιος, κἂν πένης, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Τίς δέ ἐστιν ὁ ἐρχόμενος πρός με; Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς. Ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με. Μακάριος ὁ ἀκούων αὐτοῦ τὸν λόγον καὶ φυλάττων, καὶ ἄθλιος ὁ παρακούων, ὅτι ἐκεῖνος ὁ λόγος κρινεῖ αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ, καθὼς γέγραπται· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
Μετανόησον, ἀδελφέ, καὶ μὴ δειλιάσῃς· μετανόησον, ἁμαρτωλέ, θαρρῶν καὶ ἀποβλέπων εἰς τὴν ἀμέτρητον φιλανθρωπίαν τοῦ Χριστοῦ, εἰπόντος· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Μετανόησον, ἵνα μὴ καταισχυνθῇς ἐπὶ τοῦ φοβεροῦ βήματος, ὅπου μετὰ φόβου παρίστανται χιλιάδες καὶ μυριάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων· ὅτε τὰ κρυπτὰ φανερὰ γίνονται, ὅτε ἀνοίγονται βίβλοι τῶν πράξεων· ὅτε διαχωρίζονται ἀπ᾽ ἀλλήλων, ὡς τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Ὄντως φοβερὰ ὥρα καὶ φρικτή, ὅτι Δικαιοκρίτης φοβερὸς ἐπιπλήττει. Τίς οὐ φοβηθήσεται, τίς οὐ δειλιάσει τὴν ὥραν ἐκείνην; Διὸ καὶ ὁ Κριτὴς ἰσχυρός, καὶ τὸ δικαστήριον ἀδυσώπητον, καὶ τὰ ἔργα ἡμῶν πρὸ ὀφθαλμῶν ἵστανται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς πρὸ τοῦ βήματος, καὶ ὁ ὕμνος τῶν δικαίων μετὰ Ἀγγέλων ἀσίγητος, καὶ ὁ κοπετὸς τῶν ἁμαρτωλῶν ἀβάστακτος, καὶ τὰ δάκρυα ἀνωφελῆ. Τότε καὶ θησαυροὶ ἀνοίγονται, καὶ δίκαιοι ἀπολαύουσι.
Καὶ μακάριοι οἱ πεινάσαντες καὶ διψήσαντες, ὅτι ἐκεῖ χορτασθήσονται· καὶ οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι ἐκεῖ πεινάσουσι καὶ διψήσουσι. Καὶ μακάριοι οἱ πενθήσαντες καὶ κλαύσαντες, ὅτι ἐκεῖ γελάσουσι καὶ παρακληθήσονται· καὶ οὐαὶ οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσουσι καὶ κλαύσουσιν ἀπαύστως. Καὶ μακάριοι οἱ ἐλεήσαντες, ὅτι ἐκεῖ ἐλεηθήσονται· καὶ οὐαὶ τοῖς μὴ ἐλεήσασιν. Ἠκούσατε πῶς μακαρίζονται οἱ ἀγωνιζόμενοι καὶ πῶς ταλανίζονται οἱ ἀμελοῦντες.
Ταῦτα πάντα κατανόησον καὶ σπεῦσον τοῦ σωθῆναι. Μὴ κατανοήσῃς τοὺς ἀμελοῦντας καὶ τρυφῶντας, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Μὴ ἀγαπήσῃς τὸν αἰῶνα τοῦτον, σκελίζει γὰρ τοὺς ἀγαπῶντας αὐτόν, καὶ τέρπει πρὸς ὥραν, καὶ γυμνοὺς παραπέμπει εἰς ἐκεῖνον τὸν αἰῶνα. Ἄκουσον καὶ πρόσεχε ταῖς ἁγίαις Γραφαῖς, καὶ οὐ μὴ πλανηθῇς, οὐδ᾽ οὐ μὴ σκελισθῇς ὑπὸ τοῦ ματαίου καὶ πονηροῦ κόσμου τούτου. Ἄκουε τί λέγει ὁ Θεολόγος Ἰωάννης· μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀπάτη τοῦ κόσμου, καὶ ὁ κόσμος, παράγεται· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἄκουσον τί λέγει ὁ Κύριος· τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
Προσέχετε ἀκριβῶς μετὰ φόβου τὸν λόγον αὐτοῦ, ὅτι ὁ λόγος ὃν ἐλάλησε καὶ ἐδίδαξεν, ἐκεῖνος κρινεῖ ἡμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Μὴ ψεύστης ἐστὶν ὁ Κύριος; Μὴ γένοιτο. Αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια. Καὶ εἰ ἀκριβῶς γινώσκεις ὅτι αὐτός ἐστιν ἡ ἀλήθεια, καὶ οἱ λόγοι αὐτοῦ ἀψευδεῖς, τί ἀμελεῖς, ἄθλιε; Τί προσδοκᾷς;
Τί ἐνθυμήσῃ; Τίς ὑπὲρ σοῦ ἀπολογήσεται; Οὐκ οἶδας, ὅτι ἕκαστος περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ; Οὐκ οἶδας, ὅτι ἕκαστος θερίσει, ὃ ἔσπειρε, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει; Ὡς καιρὸν ἔχεις, σκόρπισον τὸ φορτίον τῶν ἁμαρτιῶν σου. Προσκαλεῖται γάρ σε ὁ φιλάνθρωπος Θεός, λέγων· δεῦτε πρός με πάντες οἱ πεφορτισμένοι. Πάντας προτρέπεται. Μηδεὶς ἀπογινωσκέτω· μηδεὶς τολμήσει εἰπεῖν, ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων ὅτι οὐχ ἥμαρτε, τυφλός ἐστι, μυωπάζων καὶ ἄθλιος παρὰ πάντας ἀνθρώπους. Φησὶ γὰρ Ἰωάννης ὁ Εὐαγγελιστής· ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν, καὶ ἑαυτοὺς πλανῶμεν, καὶ τὸν Θεὸν ψεύστην ποιοῦμεν· οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου.
Τί οὖν δακρύων χρεία; Ἵνα τὸν ῥύπον ἀποπλύνωμεν, ψάλλοντες μετὰ τοῦ ἁγίου Δαυΐδ· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ πάλιν· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἐκεῖνος μίαν νύκτα ἥμαρτε, καὶ καθ᾽ ἑκάστην ἐδάκρυε· διὰ τοῦτο μακάριος ἐδείχθη.
Προέβλεπε γὰρ ἀκριβῶς ὁ Προφήτης τὸν εἰπόντα· μακάριοι οἱ πενθοῦντες. Μηδὲν οὖν τοῦ αἰῶνος τούτου παρερχομένων πενθήσεις· μὴ τέρπου τοῖς τοῦ βίου τερπνοῖς· μὴ ἐπιθυμήσεις πλοῦτον τοῦ κόσμου τούτου. Μίσησον ἱμάτια μαλακά, κόσμια περιθέματα. Μίσησον βάμματα ποικίλα, στιβασμόν, ὡραϊσμόν, γαυριασμὸν καὶ τὰ αὑτῶν δαιμονικὰ ᾄσματα, κιθάρας καὶ αὐλοὺς καὶ τῶν χειρῶν κρότους, καὶ τὰς ἀτάκτους καὶ ἀσχήμονας φωνάς. Ἢ οὐκ οἶδας, ἄθλιε, ὅτι ταῦτα πάντα τοῦ Διαβόλου σπορά ἐστι; Ταῦτα πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσιν, οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας. Μὴ οὖν ὁμοιωθῶμεν τοῖς ἔθνεσιν, οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας, ἵνα μὴ συγκατακριθῶμεν αὐτοῖς. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ.
Καταλιπόντες οὖν τὰ τῶν ἐθνῶν ἔργα, μὴ στραφῶμεν πάλιν εἰς τὰ ὀπίσω, καὶ τὰ αὐτὰ πράττωμεν. Ἅπαξ ἀπετάξω τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· συνετάξω δὲ τῷ Χριστῷ ἐπὶ πολλῶν μαρτύρων. Βλέπε τίνι συνετάξω καὶ μὴ καταφρονήσῃς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.