Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως, περὶ μετανοίας καὶ περὶ ἀγάπης, καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Τα σημεία της Δευτέρας Παρουσίας και η ανάσταση των νεκρών

Περιγραφή των εσχατολογικών σημείων, της έλευσης του Τιμίου Σταυρού, της ηχούς της σάλπιγγας, της έγερσης των νεκρών και της αποκάλυψης του ουράνιου βήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Καὶ ἐπὶ τῶν θυρῶν ἡμῶν τὸν ζωοποιὸν σταυρὸν καὶ ἐπὶ τῶν μετώπων καὶ ἐπὶ τοῦ στήθους καὶ ἐπὶ τοῦ στόματος καὶ ἐπὶ παντὸς μέλους ἡμῶν τοῦτον ἐνσημειωσώμεθα καὶ αὐτὸν ὁπλισώμεθα, τὸ ἀήττητον ὅπλον τῶν Χριστιανῶν, τὸν νικητὴν τοῦ θανάτου, τὴν ἐλπίδα τῶν πιστῶν, τὸ φῶς τῶν περάτων, τὸν ἀνοίκτην τοῦ παραδείσου, τὸν τῶν αἱρέσεων καταλύτην, τὸ στερέωμα τῆς πίστεως, τὸ μέγα φυλακτήριον καὶ σωτήριον καύχημα τῶν Ὀρθοδόξων. Τοῦτον, Χριστιανοί, καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ στιγμὴν μὴ διαλείπωμεν περιφέροντες ἐν παντὶ τόπῳ. Χωρὶς αὐτοῦ μηδὲν ἐπιτελέσῃς, ἀλλὰ καὶ κοιμώμενος καὶ ἀνιστάμενος καὶ ἐργαζόμενος καὶ ἐσθίων καὶ πίνων καὶ ὁδεύων καὶ θάλασσαν πλέων καὶ ποταμὸν διαβαίνων, πάντα τὰ μέλη σου τῷ ζωοποιῷ σταυρῷ κατακόσμησον, καὶ οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Τοῦτον θεωροῦσαι αἱ ἐναντίαι δυνάμεις φρίττουσαι ὑποχωροῦσιν. Οὗτος καὶ τὴν οἰκουμένην ἡγίασεν· οὗτος τὸ σκότος ἠφάνισε καὶ τὸ φῶς ἐπανήγαγεν· οὗτος τὴν πλάνην κατήργησεν· οὗτος τὰ ἔθνη συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου, καὶ εἰς μίαν ἐκκλησίαν καὶ εἰς μίαν πίστιν καὶ εἰς ἓν βάπτισμα ἐν ἀγάπῃ συνέδησε· τὸ ἀκαταμάχητον τεῖχος τῶν Ὀρθοδόξων.

Ποῖον στόμα ἢ ποία γλῶσσα ἀξίως ἐγκωμιάσει τὸ ἀκαταμάχητον ὅπλον τοῦ βασιλέως Χριστοῦ; Οὗτός ἐστιν ὁ παγεὶς ἐν τόπῳ κρανίου καὶ εὐθέως βλαστήσας τὸν βότρυν τῆς ζωῆς ἡμῶν. Ἐν τούτῳ τῷ τιμίῳ ὅπλῳ Χριστὸς ὁ Σωτὴρ ἡμῶν διέρρηξε τὴν παμφάγον τοῦ ᾅδου γαστέρα καὶ τὸ πολυμήχανον τοῦ Διαβόλου ἐνέφραξε στόμα. Τοῦτον ἰδὼν ὁ θεήλατος θάνατος πάντας οὓς εἶχεν ἀπὸ τοῦ πρωτοπλάστου ἀπέλυσε. Τούτῳ ὁπλισάμενοι οἱ μακάριοι Ἀπόστολοι, πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ κατεπάτησαν. Τοῦτον περιβαλλόμενοι ἀντὶ θώρακος οἱ στρατιῶται τοῦ Χριστοῦ καὶ μάρτυρες, πάσας τὰς ἐπινοίας καὶ θράση τῶν τυράννων κατήργησαν. Τοῦτον βαστάζοντες οἱ τῷ κόσμῳ ἀποτασσόμενοι, μετὰ πολλῆς προθυμίας [κατοικοῦσιν] ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς τὰς καταμονὰς ποιοῦνται.

Ὢ τῆς ἀμετρήτου ἀγαθότητος τοῦ φιλανθρώπου Θεοῦ! Πόσα ἀγαθὰ ἐδωρήσατο διὰ τοῦ σταυροῦ τῷ γένει τῶν ἀνθρώπων; Αὐτὸς πάλιν ἐν τῇ συντελείᾳ τοῦ κόσμου, ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Κυρίου, πρῶτος μέλλει ἀναφαίνεσθαι ἐν τῷ οὐρανῷ μετὰ δόξης πολλῆς καὶ πλήθους στρατιᾶς Ἀγγέλων, τοὺς μὲν ἐχθροὺς ἐκφοβῶν καὶ ἐκθλίβων, τοὺς δὲ πιστοὺς χαροποιῶν καὶ φωτίζων, καὶ τὴν παρουσίαν μηνύων τοῦ μεγάλου Βασιλέως.

Καὶ περὶ μὲν τοῦ τιμίου σταυροῦ ταῦτα καὶ πλείονα τούτων. Τὰ δὲ μετὰ τοῦτον, ἤγουν τὰ ὀπίσω αὐτοῦ ἐρχόμενα, διηγήσομαι ποταπά. Ὑπὲρ λόγον καὶ ἔννοιαν· ὑπερβαίνοντα πᾶσαν διήγησιν καὶ ἐκπλήττοντα πᾶσαν ἀκοήν. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμαξα, καὶ ἐνταῦθα καταπαῦσαι τὸν λόγον ἐβουλήθην ἀπὸ τοῦ πολλοῦ φόβου, ἐνθυμούμενος τὰ μέλλοντα ἀποκαλύπτεσθαι ὀπίσω τοῦ τιμίου σταυροῦ. Τίς γὰρ αὐτὰ διηγήσεται, ἢ τίς τολμήσει ἐξειπεῖν; Ποῖον στόμα ἀπαγγείλῃ; Ποία δὲ γλῶσσα φθέγξεται; Ποία δὲ φωνὴ δηλώσει; Ποία δὲ ἀκοὴ χωρήσει ἀκοῦσαι, ἅπερ οὐδὲ οἱ οὐρανοὶ ὑπενεγκεῖν δύνανται; Τοιαῦτα γὰρ μεγάλα καὶ φρικτὰ θαυμάσια οὔτε ἐγένοντο ἐν ὅλαις ταῖς γενεαῖς οὔτε γενήσονται. Καὶ ἄρτι μὲν πολλάκις, ἐὰν ἀστραπὴ ἢ βροντὴ τρανοτέρα γένηται, πάντας ἐκθροεῖ, καὶ πάντες εἰς γῆν ἐπικλινόμενοι δειλιῶντες φρίττομεν. Πῶς δὲ ὑπενέγκωμεν τότε, ὅταν ἀκούσωμεν τῆς φωνῆς τῆς σάλπιγγος φοβερὸν κεκραγυίας καὶ ἐξυπνιζούσης τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους δικαίους τε καὶ ἁμαρτωλούς! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως, ἀκούσαντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα τὰς ἑαυτῶν ἁρμονίας.

Ὅταν ἴδωμεν πᾶσαν ἀνθρωπίνην φύσιν ἀνισταμένην, ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπισυναγομένους ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς τὸ κριτήριον, ποῖος φόβος, ποταπὴ δὲ φρίκη λήψεται ἡμᾶς; Κελεύει γὰρ ὁ μέγας Βασιλεύς, καὶ εὐθέως μετὰ τρόμου καὶ σπουδῆς δώσει ἡ γῆ τοὺς νεκροὺς αὐτῆς, ἡ θάλασσα τοὺς ἑαυτῆς νεκρούς, καὶ ὁ ᾅδης τοὺς ἰδίους νεκρούς· καὶ εἴτε θηρίον ἥρπασεν, ἢ ἰχθὺς ἐμέλισεν, εἴτε ὄρνεον διήρπασε, πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπολειφθήσεται.

Ὅταν ἴδωμεν τὸν πύρινον ποταμὸν ἐξερχόμενον ἀπὸ ἀνατολῶν μετὰ θυμοῦ, ὥσπερ ἀγρίαν θάλασσαν, καὶ κατεσθίοντα τὰ ὄρη καὶ τὰς νάπας, καὶ κατακαίοντα πᾶσαν τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ἔργα, τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου αἱ πηγαὶ ἐκλείπουσιν, οἱ ποταμοὶ ἀφανίζονται, ἡ θάλασσα ξηραίνεται, ὁ ἀὴρ κλονεῖται, τὰ ἄστρα πίπτουσιν ἐκ τοῦ οὐρανοῦ, ὁ ἥλιος ἐκλείπει, ἡ σελήνη μεταβάλλεται εἰς αἷμα, ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον. Ὅταν δὲ θεωρήσωμεν τοὺς Ἀγγέλους ἀποστελλομένους καὶ περιτρέχοντας μετὰ σπουδῆς καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς δούλους τοῦ Θεοῦ ἀπ᾽ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτοῦ· ὅταν ἴδωμεν οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὅταν ἴδωμεν τὸν φοβερὸν θρόνον ἑτοιμαζόμενον· ὅταν θεωρήσωμεν τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἀναφανὲν ἐν τῷ οὐρανῷ, τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν φωτίζοντα πάντα τὰ πέρατα τῆς γῆς, τότε πάντες θεωροῦντες ἐν τῷ ὕψει φανὲν τὸ βασιλικὸν τοῦτο καὶ φοβερὸν σκῆπτρον, ἐπιγινώσκει ἕκαστος ὅτι εὐθέως ὀπίσω τούτου ὁ Βασιλεὺς μέλλει ἀναφαίνεσθαι ἐν ἐκείνῃ τῇ ὥρᾳ.

Τίς ἄρα ἀπαντήσεται τῷ Χριστῷ καὶ ἀπολογήσεται; Καὶ ἐὰν σύνοιδεν ἑαυτῷ πταίσματα ἢ παραπτώματα, ἵσταται γυμνὸς καὶ τεθλιμμένος, ἐκδεχόμενος τὴν ἀπόφασιν τὴν μέλλουσαν ἐξελθεῖν κατ᾽ αὐτοῦ. Ἕκαστος γὰρ θεωρεῖ τὰ ἴδια ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ ἱστάμενα, κἄν τε ἀγαθά, κἄν τε φαῦλα.

Τότε οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ πάντες οἱ γνησίως μετανοήσαντες, καὶ πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι ἵστανται ἱλαροί, μετὰ πάσης χαρᾶς προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔρχεται γὰρ ἵνα στεφανώσῃ τοὺς ἀγωνιζομένους ἐν ἀγρυπνίαις καὶ προσευχαῖς καὶ νηστείαις καὶ ψαλμῳδίαις.

Ἔρχεται ἵνα μακαρίσῃ τοὺς πενθήσαντας ἐπὶ τοῖς παραπτώμασιν αὐτῶν. Ἔρχεται ἵνα εὐφράνῃ τοὺς ἐλεήμονας. Ἔρχεται ἵνα ὑψώσῃ τοὺς πτωχεύσαντας διὰ τὸ ὄνομα αὐτοῦ· τοὺς μὴ ἀγαπήσαντας τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἀλλὰ πάντα καταλιπόντας καὶ αὐτῷ μόνῳ ἀκολουθήσαντας. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, ἀλλ᾽ ἐξ οὐρανοῦ, ὡς ἀστραπὴ φοβερά. Τότε γίνεται κραυγὴ μεγάλη λέγουσα· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ Δικαστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς παραγίνεται κρῖναι τὴν οἰκουμένην καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ!

Τότε, ἀδελφοί μου ἀγαπητοί, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάξουσιν οἱ νεφροὶ τῆς γῆς ἀπὸ περάτων ἕως περάτων, καὶ θάλασσα καὶ πᾶσαι ἄβυσσοι. Τότε, ἀγαπητοί, φόβος καὶ τρόμος καὶ ἔκστασις λήψεται πάντα ἄνθρωπον ἐκ τῆς κραυγῆς καὶ τοῦ ἤχου τῆς σάλπιγγος καὶ τῆς προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τότε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τότε προβαδίσουσιν ἀστραπαί. Προτρέχουσι στρατιαὶ Ἀγγέλων. Οἱ τῶν Ἀρχαγγέλων χοροὶ ἑτοιμάζονται.

Τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ τὰ πολυόμματα ἐν ἰσχύϊ καὶ βοᾷ κράζουσιν· ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐν δυνάμει κράζουσιν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ τῶν βασιλέων Βασιλεὺς καὶ Ἄρχων τῶν ἀρχόντων, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου.

Καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τότε ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς φυγὴν τραπήσονται, καθὼς ὁ Ἰωάννης προεδήλωσε, λέγων· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ᾽ αὐτόν· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ. Φεῦ, ἁμαρτωλοὶ δὲ ποῦ στησόμεθα! Τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καθὼς εἴρηκε, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Ποταπὴ ἆρα ψυχὴ μέλλει εὑρεθῆναι, ἵνα δυνηθῇ ὑπομεῖναι, ὅτε τεθῶσι θρόνοι, καὶ κριτήριον καθίσει, καὶ βίβλοι ἀνοιχθῶσι; Τότε θεασόμεθα τὰς ἀναριθμήτους τῶν Ἀγγέλων δυνάμεις παρεστώσας κύκλῳ ἐν φόβῳ. Τότε ἑνὸς ἑκάστου τὰ ἔργα ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων ἀναγινώσκονται καὶ θριαμβεύονται. Τότε πληροῦται ἡ προφητεία Δανιήλ, ἡ λέγουσα· ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρεστήκεσαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.

Μέγας ὁ φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅτε ἀνοιχθῶσιν ἐκεῖναι αἱ φοβεραὶ βίβλοι, ἔνθα γεγραμμένα εἰσὶ τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι ἡμῶν, καὶ ἃ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ, καὶ ἐνομίσαμεν λαθεῖν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ἐκεῖ ἀναγέγραπται πᾶσα πρᾶξις καὶ ἐνθύμησις ἀνθρώπων, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα.

Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην ἣν ἀμελοῦμεν! Διὰ γὰρ τῶν δακρύων καὶ ἐλεημοσυνῶν δυνάμεθα ἐξαλεῖψαι τὰ γεγραμμένα ἐγκλήματα. Ὤ, πόσα στενάξομεν καὶ ἐλεεινὰ δακρύσομεν, ὅταν ἴδωμεν τὴν οὐρανῶν βασιλείαν ἀπόρρητον! Καὶ πάλιν ἐκ τοῦ ἄλλου μέρους θεασόμεθα τὰς φοβερὰς κολάσεις φαινομένας· μέσον δὲ τούτων πᾶσαν φύσιν ἀνθρώπων, ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος πάντων ὕστερον, καὶ πάντας προσκυνοῦντας ἐπὶ πρόσωπον! Τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. Καὶ πάλιν ὁ Ἀπόστολος· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγαίων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.