Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως, περὶ μετανοίας καὶ περὶ ἀγάπης, καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Ο τελικός διαχωρισμός και η καταδίκη των αμαρτωλών

Η διαίρεση των ανθρώπων, η ποικιλία των κολάσεων ανάλογα με τα πάθη και ο επώδυνος αποχωρισμός των καταδικασμένων από τους δικαίους και τον Παράδεισο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ταύτην τὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ. Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ ἡμῖν καὶ τὰ τούτοις ἀκόλουθα, καὶ πῶς ἐπερωτῶνται. Ὁ διδάσκαλος λέγει· λαλήσω ἐν ὀδύνῃ, καὶ εἴπω ἐν στεναγμοῖς μετὰ δακρύων· οὐ γάρ ἐστι δυνατὸν ἐκεῖνα χωρὶς δακρύων διηγήσασθαι, καθότι τὰ ἔσχατά εἰσι. Τότε, φιλόχριστοι, μετὰ τὸ ἐρευνᾶσθαι καὶ ἐξετασθῆναι πάντας, καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ καταργηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ· τότε λοιπόν, καθὼς εἶπεν ὁ Κύριος, ἀφορίζει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ. Τὰ πρόβατα, τὰ ἔχοντα τοὺς καλοὺς καρπούς· τὰ πρόβατα, τὰ γινώσκοντα τὸν Ποιμένα· τὰ πρόβατα, 〈τὰ〉 ἐσφραγισμένα, τὰ φυλάξαντα τὴν σφραγῖδα ἄθραυστον· τὰ πρόβατα, τὰ ἀκολουθήσαντα τὸν Ποιμένα τὸν μέγαν, τὸν εἰπόντα, δεῦτε ὀπίσω μου· τὰ πρόβατα, τὰ μὴ μιάναντα τὴν ἁγίαν πίστιν μετὰ τῶν βλασφήμων αἱρετικῶν. Ταῦτα τὰ πρόβατα στήσει ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Ταῦτα τὰ ἐρίφιά εἰσιν ὅσοι καρπὸν οὐκ ἔχουσιν· ὅσοι τὸν Ποιμένα παρώξυναν.

Οὗτοί εἰσι τὰ ἐρίφια, τὰ νεμόμενα μετὰ τῶν αἱρετικῶν καὶ τὴν ἁγίαν πίστιν μιαίνοντα· οἵτινες ἐσκίρτησαν, ἐτρύφησαν, ἐχόρευσαν, καὶ σωρεύσαντες τὸ οὐαὶ ἐξῆλθον ἐκ τοῦ βίου, παντὸς ἔργου ἀγαθοῦ ἔρημοι, πάσης ἀκαθαρσίας πεπληρωμένοι. Οὓς ἰδὼν ὁ Θεὸς ἀποστρέφει τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀπ᾽ αὐτῶν, καὶ στήσει αὐτοὺς ἐξ ἀριστερῶν. Τότε λέγει τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν. Δεῦτε οἱ υἱοὶ τοῦ φωτός μου. Δεῦτε οἱ εὐλογημένοι τῆς ἐμῆς βασιλείας κληρονόμοι. Δεῦτε οἱ δι᾽ ἐμὲ πτωχεύσαντες καὶ πεινάσαντες καὶ διψήσαντες· οἱ μὴ ἀγαπήσαντες τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ. Δεῦτε οἱ δι᾽ ἐμὲ καταλιπόντες πᾶσαν χώραν καὶ χαρὰν τοῦ κόσμου· συγγενεῖς καὶ φίλους καὶ γονεῖς καὶ τέκνα. Δεῦτε οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ μετὰ τῶν θηρίων οἰκήσαντες· οἰκήσατε μετὰ Ἀγγέλων ἐν οὐρανοῖς. Δεῦτε πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι. Δεῦτε πάντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες. Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τότε λέγει καὶ τοῖς ἐξ ἀριστερῶν· πορεύεσθε ἀπ᾽ ἐμοῦ πάντες οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον. Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ μεμισημένοι καὶ ἀνελεήμονες καὶ μισάδελφοι καὶ μισόχριστοι. Οὐκ ἠλεήσατε, οὐκ ἐλεηθήσεσθε.

Οὐκ ἠκούσατέ μου τῶν ἀχράντων Εὐαγγελίων καὶ τῶν μακαρίων μου μαθητῶν, οὐδὲ ἐγὼ εἰσακούσομαι τῶν θρήνων ὑμῶν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς· ἀπελαύσατε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Ἐκεῖ καθ᾽ ἑκάστην διὰ τῶν Γραφῶν ἐβόων, καὶ ἀκούοντες ἐχλευάζετε τοὺς ἀναγινώσκοντας. Καὶ νῦν λέγω· οὐκ οἶδα ὑμᾶς. Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον καὶ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τότε ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Ἐρώτησις. Οἱ φιλόχριστοι εἶπον· εἰς μίαν κόλασιν ἀποτρέχονται πάντες, ἢ διάφοροι κολάσεις εἰσίν; Ἀπόκρισις. Ὁ διδάσκαλος λέγει· διάφοροι κολάσεις εἰσί, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἠκούσατε. Ἔστιν οὖν σκότος ἐξώτερον ἐν τῇ ἰδίᾳ χώρᾳ· γέεννα πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· ὁ σκώληξ ὁ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβεστον πῦρ ἐν ἰδίᾳ χώρᾳ· ὁ πύρινος ποταμὸς ἀλλαχοῦ. Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ.

Καὶ ὥσπερ εἰσὶ διαφοραὶ ἁμαρτιῶν, οὕτως εἰσὶ διάφοροι κολάσεις. Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ ἡμῖν καὶ τὴν διαφορὰν τῶν κολάσεων. Ἀπόκρισις. Ὁ διδάσκαλος λέγει· ἄλλως κολάζεται ὁ μοιχός, καὶ ἄλλως ὁ πόρνος, καὶ ἄλλως ὁ φονεύς, καὶ ἄλλως ὁ κλέπτης, καὶ ἄλλως ὁ μέθυσος.

Οἱ δὲ ἐν αἱρέσεσι συμμιαινόμενοι ἀκούσουσι· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οἱ δὲ ἔχοντες ἔχθραν κατ᾽ ἀλλήλων, καὶ συμβῇ αὐτοὺς ἐξελθεῖν ἐκ τοῦ βίου, ἀπαραίτητον κρῖμα εὑρήσουσι, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον πέμπονται σκότος, ὡς τὸν Χριστὸν μισήσαντες, τὸν εἰπόντα· ἀγαπᾶτε ἀλλήλους καὶ συγχωρεῖτε. Οὐαὶ τότε τῷ φιλοπόρνῳ· οὐαὶ τῷ μοιχῷ· οὐαὶ τῷ μεθύσῳ· οὐαὶ τοῖς φαρμακοῖς καὶ τοῖς μάντεσι· οὐαὶ τοῖς τὰ γραπτὰ ποιοῦσι καὶ γοητείας καὶ μαγείας καὶ περιεργίας· οὐ μόνον τοῖς ποιοῦσιν, ἀλλὰ καὶ τοῖς προστρέχουσιν αὐτοῖς. Οὐαὶ οἱ τὸν οἶνον πίνοντες μετὰ τυμπάνων καὶ χορῶν. Οὐαὶ τοῖς συμμιαινομένοις μετὰ τῶν βλασφήμων αἱρετικῶν. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς θείας Γραφάς. Οὐαὶ τοῖς ἀπολοῦσι τὸν τῆς μετανοίας καιρὸν εἰς γελοῖα καὶ μετεωρισμούς· ζητήσουσι γὰρ μετὰ δακρύων πικρῶν τοὺς καιρούς, οὓς κακῶς ἐδαπάνησαν, καὶ οὐ μὴ εὕρωσιν. Οὐαὶ τοῖς δικαιοῦσι τὸν ἀσεβῆς ἕνεκεν δώρων.

Οὐαὶ τοῖς ἁρπάζουσι τὰ ἀλλότρια. Καὶ ἵνα συντόμως εἴπω· οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν, ὅταν ἀκούσωσι τὸ πορεύεσθε ἀπ᾽ ἐμοῦ, καί, ἀπέλθατε, κατηραμένοι καὶ μεμισημένοι, εἰς τὰ ἔργα ὑμῶν· οὐκ οἶδα ὑμᾶς. Καὶ εὐθέως ταράσσονται καὶ ἀπέρχονται καὶ ἀπελαύνονται ἀπὸ τοῦ βήματος μετὰ μεγάλου κλαυθμοῦ καὶ παραδίδονται εἰς χεῖρας τοῦ θανάτου, ἵνα ποιμανῇ αὐτούς, καθὼς γέγραπται.

Οἱ φιλόχριστοι· παρακαλοῦμέν σε, δοῦλε τοῦ Θεοῦ, ἵνα τελείως πληροφορήσῃς ἡμᾶς καὶ περὶ τούτου· τὸ πῶς καὶ ποίῳ τρόπῳ ἀπέρχονται εἰς τὰς κολάσεις οἱ ἄθλιοι. Ὁ διδάσκαλος πάλιν δακρύσας καὶ ταῖς χερσὶ τύψας τὸ στῆθος, ἀπεκρίθη αὐτοῖς, λέγων· ὦ ἀδελφοί μου φιλόχριστοι, ποίαν ὀδυνηρὰν διήγησιν παρακαλεῖτε ἀκοῦσαι! Ὢ τῆς φρικτῆς καὶ φοβερᾶς ὥρας! Οἴμοι, οἴμοι, ἀγαπητοί μου, τίς τολμήσει διηγήσασθαι, ἢ τίς βαστάσει ἀκοῦσαι ταῦτα τῆς φοβερᾶς καὶ ὑστερωτέρας διηγήσεως! Ὅσοι ἔχετε δάκρυα, κλαύσατε· καὶ οἱ μὴ ἔχοντες, δεῦτε, ἀκούσατε τί ἡμᾶς περιμένει, καὶ μὴ ἀμελῶμεν τῆς ἡμῶν σωτηρίας. Τότε γὰρ χωρίζονται ἀπ᾽ ἀλλήλων τὸν ἐλεεινὸν ἐκεῖνον χωρισμὸν καὶ ἀποδημοῦσιν ἀποδημίαν ἐπιστροφὴν μὴ ἔχουσαν. Τότε διαχωρισθήσονται ἐπίσκοποι ἀπὸ συνεπισκόπων, καὶ πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων, καὶ διάκονοι ἀπὸ συνδιακόνων, ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν ἑταίρων αὐτῶν. Τότε διαχωρισθήσονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσιν ὡς νήπια καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τό τε στενάξουσιν ἄρχοντες καὶ εὑρεθήσονται ἔρημοι καὶ ἀποβλέψουσιν ἔνθεν καὶ ἔνθεν, καὶ οὐδεὶς ὁ βοηθῶν. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρίστανται.

Τότε διαχωρισθήσονται οἱ ἐν ἀμελείᾳ ζήσαντες μοναχοί, οἱ τὸν κόσμον ποθήσαντες καὶ κοσμικὰ φρονήσαντες. Τότε διαχωρισθήσονται γονεῖς καὶ τέκνα, πατὴρ καὶ υἱός, μητέρες καὶ θυγατέρες, φίλοι ἀπὸ φίλων, συγγενεῖς ἀπὸ συγγενῶν. Τότε διαχωρισθήσονται ἐλεεινῶς ἀνδρόγυνα τὰ μὴ φυλάξαντα τὴν κοίτην ἀμίαντον. Ἀλλὰ παρεάσω τὰ λοιπὰ εἰπεῖν· καὶ γὰρ συνέχει με φόβος ἐν ταύτῃ μου τῇ διηγήσει. Τότε λοιπὸν ἐλαυνόμενοι καὶ τυπτόμενοι ὑπὸ ἀγρίων Ἀγγέλων καὶ ὠθούμενοι, ἀποτρέχονται, τοὺς ὀδόντας τρίζοντες καὶ πυκνοτέρως στρεφόμενοι εἰς τὰ ὀπίσω ἰδεῖν τοὺς δικαίους, ὅθεν ἐχωρίσθησαν. Καὶ βλέπουσι τὴν χαρὰν ἐκείνην καὶ τὸ φῶς, ὅθεν ἐχωρίσθησαν, καὶ θρηνοῦσι πικρῶς.

Καὶ ἀποκρύπτονται λοιπόν, μηκέτι δυνάμενοι εἰς τὰ ὀπίσω θεωρεῖν. Καὶ ἐγγίζουσι τὸν χαλεπώτατον τόπον, ὅπου πάλιν διαχωρίζονται καὶ μερίζονται εἰς ὅλας τὰς κολάσεις. Τότε θεωροῦντες τὴν τελείαν ἀπόφασιν, καὶ ὅτι οὐδεὶς ὁ παρακαλῶν ὑπὲρ αὐτῶν, οὐδὲ ἄφεσις καταλαμβάνει, ἵνα ἀνακάμψωσιν, ὀλολύζοντες λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ! Ὤ, πῶς ἐνέπαιξεν ἡμᾶς ὁ μάταιος βίος! Πῶς ἄλλους θεωροῦντες ἀγωνιζομένους οὐκ ἠγωνισάμεθα, ἀλλὰ τῶν θείων Γραφῶν ἀκούοντες ἐγελῶμεν, χλευάζοντες τοὺς ἀναγινώσκοντας! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχομεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ᾽ ἡμῶν. Τί ἡμᾶς ὠφέλησεν ὅλος ὁ κόσμος;

Ποῦ ὁ πατήρ, ὁ γεννήσας; Ποῦ ἡ μήτηρ, ἡ ὠδίνουσα; Ποῦ τὰ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ ὁ θόρυβος καὶ τὰ ἄριστα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος τοῦ βίου; Ποῦ ἡ συγγένεια καὶ οἱ γνώριμοι;

Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται καὶ οἱ σοφοί; Πῶς ἐκ τούτων οὐδεμίαν ἔχομεν ὠφέλειαν; Τότε θεωροῦντες τὴν παντελῆ ἐγκατάλειψιν καὶ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων, ἀνακαλούμενοι μετὰ στεναγμῶν καὶ πικρῶν δακρύων λέγουσι· σῴζεσθε, ἅγιοι καὶ δίκαιοι, ὅθεν ἡμεῖς ἐχωρίσθημεν· σῴζεσθε, φίλοι καὶ συγγενεῖς· σῴζεσθε, πατέρες καὶ μητέρες· σῴζεσθε, υἱοὶ καὶ θυγατέρες· σῴζεσθε, Ἀπόστολοι· σῴζεσθε, Προφῆται καὶ Μάρτυρες Κυρίου. Σῴζου, Δέσποινα Θεοτόκε· σὺ μὲν πολλὰ ἐκοπίασας παρακαλοῦσα, ἵνα σωθῶμεν, ἀλλ᾽ ἡμεῖς οὐκ ἠθελήσαμεν μετανοῆσαι καὶ σωθῆναι. Σῴζου καὶ σύ, τίμιε καὶ ζωοποιὲ Σταυρέ.

Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς, ὃν ἐφύτευσεν ὁ Κύριος. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν, ἡ μὴ ἔχουσα τέλος. Σῴζεσθε, πάντες· οὐκέτι θεασόμεθά τινα ἐξ ὑμῶν. Εἰς κρίσιν ἀπερχόμεθα μὴ ἔχουσαν τέλος, μηδὲ ἄνεσιν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς τὸν ἡτοιμασμένον τόπον, ὃν ἡτοίμασαν ἑαυτοῖς, μὴ θελήσαντες μετανοῆσαι, ἵνα λυτρωθῶσιν ἐκ τῆς ὀργῆς καὶ ἀνάγκης ἐκείνης. Διὰ τοῦτο κολάζονται εἰς ὅλους τοὺς αἰῶνας.