Ἔργον
Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί
Ο πνευματικός αγώνας κατά των παθών και η ομολογία της ορθής πίστεως
Αναφορά στην αντιμετώπιση της ακηδίας, τη διαφύλαξη της αγάπης, την προσευχή και τη σταθερότητα στο ορθόδοξο δόγμα έναντι των αιρέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πνευματικός αγώνας κατά των παθών και η ομολογία της ορθής πίστεως
Αναφορά στην αντιμετώπιση της ακηδίας, τη διαφύλαξη της αγάπης, την προσευχή και τη σταθερότητα στο ορθόδοξο δόγμα έναντι των αιρέσεων.
κγʹ. Μακάριος ὃς οὐκ ἐμίηνε χεῖρας αὑτοῦ ἐν ἔργοις ἀλλοτρίοις, ὡς βέβηλος· καὶ γὰρ περὶ τούτου κρίσις ἔσται ἐν ἡμέρᾳ φοβερᾷ ἐνώπιον τοῦ Κυρίου. κδʹ. Μακάριος ὁ γεωργῶν ἐννοίας καλὰς καὶ ἀγαθὰς καθ᾽ ἑκάστην, καὶ νικήσας, τῇ ἐλπίδι, ἀκηδίας τὸ πονηρὸν πάθος, ᾧ πολεμοῦνται ἀσκηταὶ τοῦ Κυρίου.
κεʹ. Μακάριος ὃς γέγονεν ὡς γενναῖος πολεμιστὴς ἐν τῇ ἔργῳ τοῦ Κυρίου, διεγείρων τοὺς ῥᾳθύμους, παρακαλῶν ὀλιγωροῦντας ἐν τῇ ὁδῷ τοῦ Κυρίου. κϛʹ. Μακάριος ὃς γέγονε κατάκαρπος ἐν Κυρίῳ, ἵνα φρουροὺς ἔχῃ τοὺς ἁγίους Ἀγγέλους, ὡς τὸ δένδρον τὸ ἔγκαρπον φρουρὸν ἔχει τὸν γεωργὸν τὸν ἴδιον.
κζʹ. Μακάριος ὁ ἀγαπῶν πραΰτητα ἐν συνέσει πνευματικῇ, καὶ οὐκ ἐπτερνίσθη ὑπὸ τοῦ πονηροῦ Ὄφεως, ἐλπίδα ἔχων τὸν Κύριον τὸν ἀγαθὸν καὶ εὔσπλαγχνον. κηʹ. Μακάριος ὁ τιμῶν τοὺς Ἁγίους καὶ ἀγαπῶν τὸν πλησίον καὶ φθόνον ἐξορίσας ἐκ τῆς ψυχῆς τῆς ἰδίας, δι᾽ ὃν Κάϊν ἀδελφοκτόνος ἐγένετο.
κθʹ. Μακάριος ὁ ἐν ἔργῳ ἐλέγξας τὸν τύραννον καὶ οὐκ ἔπτηξεν ἐκ προσώπου τῆς φλογὸς τῶν ἡδονῶν· δροσισθήσεται γὰρ αὑτοῦ ἡ ψυχὴ ἐν τῇ δρόσῳ τοῦ Ἁγίου Πνεύματος. λʹ. Μακάριος οὗ οὐκ ἴσχυσε τὸ σκοτεινὸν νέφος διαβολικὸν ἐπιδραμεῖν τῷ νῷ καὶ στερῆσαι τοῦ γλυκείου φωτὸς καὶ τῆς εὐφροσύνης τῶν δικαίων.
λαʹ. Μακάριος ὁ φωτισθεὶς τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ἐνοπτριζόμενος ἀεὶ τὸν Κύριον· κουφισμὸν γὰρ ὁ τοιοῦτος ἐδέξατο τῶν παθῶν καὶ τῶν πονηρῶν λογισμῶν. λβʹ. Μακάριος ὁ ἀγαπῶν ῥήσεις καλὰς καὶ ἀγαθάς, καὶ μισῶν λόγους αἰσχροὺς φθοροποιούς, ὅτι οὐ γενήσεται αἰχμάλωτος τῷ Πονηρῷ.
λγʹ. Μακάριος ὁ νουθετῶν τὸν πλησίον φόβῳ Θεοῦ, καὶ οὐκ ἠπάτησε ψυχὴν αὑτοῦ, φοβούμενος καθ᾽ ἑκάστην τὴν σιδηρᾶν ῥάβδον τοῦ Ποιμένος τοῦ μεγάλου. λδʹ. Μακάριος ὁ ὑπακούων τῳ πλησίον κατὰ Θεόν, καὶ τὰς θλίψεις ὑπομένων εὐχαριστῶν· στεφανωθήσεται γὰρ ὁ τοιοῦτος, ὁμολογητὴς γενόμενος ἐν Κυρίῳ.
λεʹ. Μακάριος ὁ μὴ ἐλασθεὶς ὑπὸ πάθους ἀκηδίας, ὡς ἄνανδρος· ἀλλ᾽ ἤρατο ὑπομονὴν τὴν τελείαν, ἐν ᾗ πάντες οἱ Ἅγιοι τοὺς στεφάνους ἐδέξαντο. λϛʹ. Μακάριος ὁ ἀγαπῶν ἐγκράτειαν κατὰ Θεόν, καὶ οὐ κατεγνώσθη χάριν γαστρὸς ὡς τρυφητὴς καὶ ῥυπαρός· μεγαλυνθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ.
λζʹ. Μακάριος ὁ μὴ μεθυσθεὶς ἐν οἴνῳ ὡς ἄσωτος, ἀλλ᾽ εὐφραινόμενος καθ᾽ ἑκάστην ἐν τῇ μνήμῃ τοῦ Κυρίου, ἐν ᾧ πάντες οἱ Ἅγιοι εὐφραίνονται διηνεκῶς. ληʹ. Μακάριος ὁ οἰκονομῶν κατὰ Θεὸν τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ οὐ κατεγνώσθη ὑπὸ Θεοῦ τοῦ Σωτῆρος ὡς φιλάργυρος καὶ ἄσπλαγχνος τῷ πλησίον.
λθʹ. Μακάριος ὁ ἀγρυπνῶν ἐν προσευχαῖς καὶ ἀναγνώσεσι καὶ τῷ ἔργῳ τῷ ἀγαθῷ· φωτισθήσεται ὁ τοιοῦτος τοῦ μὴ ὑπνοῦν εἰς θάνατον. μʹ. Μακάριος ὃς γέγονε σαγήνη καλὴ πνευματικὴ καὶ ἐζώγρησε πολλοὺς τῷ Δεσπότῃ τῷ ἀγαθῷ· ἐπαινεθήσεται γὰρ ὁ τοιοῦτος σφόδρα ἐν Κυρίῳ.
μαʹ. Μακάριος ὃς γέγονε τύπος καλὸς τῷ πλησίον καὶ οὐκ ἔπληξε συνείδησιν τοῦ συνδούλου ἐπιτελῶν ἀθέμιτα· ἐνευλογηθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ. μβʹ. Μακάριος ὃς γέγονε μακρόθυμος καὶ εὔσπλαγχνος, καὶ οὐκ ἐδούλωσε τῷ βαρβάρῳ, θυμῷ φημὶ καὶ τῇ μήνιδι τῇ πονηρᾷ· ὑψωθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ.
μγʹ. Μακάριος ὁ ὑψωθεὶς ἐν ἀγάπῃ, γενόμενος ὥσπερ πόλις ἐπάνω ὄρους κειμένη· ἥντινα θεασάμενος ὁ ἐχθρὸς ὑπεχώρησε μετὰ φόβου, φρίξας αὐτῆς τὴν ἀσφάλειαν ἐν Κυρίῳ. μδʹ. Μακάριος ὃς ἔλαμψεν ἐν τῇ πίστει τοῦ Κυρίου, ὥσπερ λύχνος φαιδρὸς ἐπὶ λυχνίαν ὑψηλήν, καὶ ἐσκοτισμένας ψυχὰς ἐφώτισεν ἐξακολουθούσας τῇ αἱρέσει τῶν ἀπίστων καὶ δυσσεβῶν.
μεʹ. Μακάριος ὁ ἀγαπῶν ἀλήθειαν διηνεκῶς, καὶ οὐ δέδωκεν στόμα αὑτοῦ ὡς ἀσεβείας ὄργανον τῷ ψεύδει, φοβούμενος τὸ πρόσταγμα τὸ περὶ ἀργοῦ λόγου. μϛʹ. Μακάριος ὁ μὴ κρίνων τὸν πλησίον, ὡς ἄσοφος, ἀλλ᾽ ὡς συνετὸς καὶ πνευματικὸς ἠγωνίσατο τοῦ ἐκβαλεῖν τὴν δοκὸν ἐκ τοῦ ἰδίου ὀφθαλμοῦ.
μζʹ. Μακάριος οὗ ἤνθησεν ἡ καρδία, ὥσπερ φοῖνιξ, ἐν ὀρθότητι πίστεως, καὶ οὐ γέγονεν, ὡς ἀκάνθαις, ἐξωσμένη τῇ αἱρέσει τῶν ἀπίστων καὶ δυσσεβῶν. μηʹ. Μακάριος ὁ ἐγκρατὴς γενόμενος τῶν βλεφάρων, καὶ οὐκ ἠπάτησεν αὑτὸν νοερῶς καὶ αἰσθητῶς δέρμα σαρκός, μετ᾽ ὀλίγον ἀποστάζον τοὺς ἰχῶρας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.