Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Έκκληση προς τους δικαίους και επίγνωση του επερχόμενου τέλους

Απευθύνεται στους ενάρετους ζητώντας το πένθος τους για την πνευματική του φθορά, ενώ μπροστά στο επερχόμενο τέλος εκλιπαρεί για τη σωτήρια επέμβαση και θεραπεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Τίς οὐ μὴ κλαύσῃ ἐπ᾽ ἐμέ; Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι, τὸν ἐν ἀνομίαις συλληφθέντα· κλαύσατέ με οἱ ἀγαπήσαντες τὸ φῶς καὶ μισήσαντες τὸ σκότος τὸν ἀγαπήσαντα τὰ ἔργα τοῦ σκότους καὶ οὐ φωτός· κλαύσατέ με οἱ δόκιμοι τὸν ἀδόκιμον· οἱ ἐλεήμονες καὶ ἐπιγνώμονες τὸν ἐλεηθέντα καὶ παραπικράναντα· κλαύσατέ με οἱ ἀνώτεροι πάσης μέμψεως γενηθέντες τὸν βεβυθισμένον ταῖς ἀνομίαις· κλαύσατέ με οἱ ἀγαπήσαντες τὸ ἀγαθὸν καὶ μισήσαντες τὸ πονηρὸν τὸν ἀγαπήσαντα τὰ πονηρὰ καὶ μισήσαντα τὰ ἀγαθά· κλαύσατέ με οἱ ἐνάρετον βίον κεκτημένοι τὸν σχήματι μόνον καταλείψαντα τὸν βίον· κλαύσατέ με οἱ Θεῷ ἀρεστοὶ τὸν ἀνθρωπάρεσκον· οἱ τὴν τελείαν ἀγάπην κτησάμενοι τὸν λόγοις μὲν ἀγαπῶντα, ἔργοις δὲ μισοῦντα τὸν πλησίον.

Κλαύσατέ με οἱ τὰ ἑαυτῶν μεριμνῶντες τὸν τὰ ἀλλότρια περιεργαζόμενον· κλαύσατέ με οἱ τὴν ὑπομονὴν κεκτημένοι καὶ καρποφοροῦντες Θεῷ τὸν ἀνυπομόνητον καὶ ἄκαρπον· κλαύσατέ με οἱ τὴν παιδείαν καὶ διδασκαλίαν ποθήσαντες τὸν ἀπαίδευτον καὶ ἄχρηστον· κλαύσατέ με οἱ ἀνεπαισχύντως τῷ Θεῷ προσερχόμενοι τὸν ἀνάξιον τοῦ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ· κλαύσατέ με οἱ τὴν πρᾳότητα Μωυσέως κεκτημένοι τὸν ταύτην ἑκοντὶ ἀπολέσαντα· κλαύσατέ με οἱ τὴν σωφροσύνην Ἰωσὴφ κεκτημένοι τὸν ταύτης προδότην· κλαύσατέ με οἱ τὴν τοῦ Δανιὴλ ἐγκράτειαν ἀγαπήσαντες τὸν ταύτης ἑκοντὶ στερηθέντα· κλαύσατέ με οἱ τὴν ὑπομονὴν Ἰὼβ κτησάμενοι τὸν ταύτης ἀλλότριον γεγονότα· κλαύσατέ με οἱ τὴν ἀκτημοσύνην τῶν Ἀποστόλων κτησάμενοι τὸν ταύτης μακρὰν ἀφεστηκότα· κλαύσατέ με οἱ πιστοὶ καὶ ἑδραῖοι τῇ καρδίᾳ πρὸς τὸν Κύριον τὸν δίψυχον καὶ δειλὸν καὶ ἀδόκιμον· κλαύσατέ με οἱ τὸ πένθος ἀγαπήσαντες καὶ τὸν γέλωτα ἀποσεισάμενοι τὸν ἀγαπήσαντα τὸν γέλωτα καὶ μισήσαντα τὸ πένθος· κλαύσατέ με οἱ τὸν ναὸν τοῦ Θεοῦ ἄσπιλον διατηρήσαντες τὸν τοῦτον σπιλώσαντα καὶ ῥυπώσαντα· κλαύσατέ με οἱ μεμνημένοι τοῦ χωρισμοῦ καὶ τῆς ἀπαραιτήτου ὁδοῦ τὸν ἀμνήμονα καὶ ἀνέτοιμον πρὸς τὴν αὐτὴν πορείαν· κλαύσατέ με οἱ ἐν νῷ ἔχοντες τὴν μετὰ θάνατον κρίσιν τὸν ὁμολογοῦντα μεμνῆσθαι καὶ τὰ ἐναντία πράσσοντα· κλαύσατέ με οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν τὸν γεέννης τοῦ πυρὸς ἄξιον.

Οἴμοι, ὅτι οὐκ εἴασεν ἐν ἐμοὶ σῶον μέλος ἡ ἁμαρτία ἢ αἴσθησιν ἣν οὐ διέφθειρε.

Τὸ τέλος ἐπὶ θύραις ἕστηκεν, ἀδελφοί, καὶ οὐ φροντίζει μοι. Ἰδοὺ ἐγὼ ἀνεκάλυψα ὑμῖν τὰ τραύματα τῆς ψυχῆς μου. Μὴ οὖν ἀμελήσητέ μου τοῦ ἐμπαθοῦς, ἀλλὰ δεήθητε τοῦ Ἰατροῦ περὶ τοῦ ἀσθενοῦς· τοῦ Ποιμένος περὶ τοῦ προβάτου· τοῦ Βασιλέως περὶ τοῦ αἰχμαλώτου· τῆς Ζωῆς περὶ τοῦ νεκροῦ· ὅπως τύχω σωτηρίας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἐκ τῶν περιεχουσῶν με ἁμαρτιῶν, καὶ ἀποστείλῃ αὑτοῦ τὴν χάριν καὶ σθενώσῃ μου τὸ εὐόλισθον τῆς ψυχῆς. Παρασκευάζομαι γὰρ πρὸς ἀντίστασιν τῶν παθῶν, καὶ ἐν τῷ συμβάλλειν πρὸς αὐτὰ ἡ κακοτεχνία τοῦ Δράκοντος ἐκλύει μου τὸν τόνον τῆς ψυχῆς διὰ τῆς ἡδονῆς· καὶ αἴρομαι αἰχμάλωτος ὑπ᾽ αὐτῶν. Πάλιν προθυμαίνομαι ἀποσπᾶσαι τὸν κατακαιόμενον καὶ ἡ ὀσμὴ τοῦ πυρός, ἔτι νεάζοντός μου, ἐφέλκει με πρὸς τὸ πῦρ. Πάλιν ὁρμῶ τοῦ σῶσαι τὸν καταποντιζόμενον, καὶ ἀπὸ ἀπειρίας σὺν αὐτῷ καταποντίζομαι.

Ἰατρὸς θέλων γενέσθαι τῶν παθῶν, αὐτὸς ἐγὼ ὑπ᾽ αὐτῶν κατεχόμενος, ἀντὶ ἰατρείας, ἐπιπλήττω τὸν κάμνοντα. Τυφλὸς αὐτὸς τυφλοὺς ὁδηγεῖν πειρῶμαι. Ὅθεν χρήσω πολλῶν εὐχῶν, ὅπως ἐπιγνῶ τὰ ἐμαυτοῦ μέτρα, ἵνα ἡ χάρις τοῦ Θεοῦ ἐπισκιάσῃ ἐπ᾽ ἐμὲ καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην καρδίαν, καὶ ἀντὶ ἀγνωσίας γνῶσιν θείαν ἐνοικήσῃ ἐν ἐμοί, ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Αὐτὸς τὴν ἄβατον θάλασσαν δίοδον παρέσχε τῷ λαῷ αὐτοῦ. Αὐτὸς αὐτοῖς τὸ μάννα ἔβρεξε, καὶ ἐκ θαλάσσης ὀρτυγομήτραν ὡς ἄμμον θαλασσῶν. αὐτὸς ἐκ πέτρας ἀκροτόμου ὕδωρ παρέσχε διψῶσιν. Αὐτὸς μόνος τῷ ἐμπεσόντι εἰς τοὺς λῃστὰς τῇ αὑτοῦ ἀγαθότητι διεσώσατο. Σπλαγχνισθείη ἡ ἀγαθότης αὐτοῦ καὶ ἐπ᾽ ἐμοὶ τῷ περιπεσόντι ἐν ἁμαρτίαις καὶ δεθέντι ὡς δεσμίῳ ὑπὸ καταφροσύνης.