Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Οι εμπαθείς λογισμοί και τα στάδια της πνευματικής αιχμαλωσίας

Παρουσίαση των οκτώ βασικών λογισμών της κακίας και ανάλυση της σταδιακής πορείας από την αρχική προσβολή έως την έμπρακτη αμαρτία και την αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Δέον οὖν ἐκθεῖναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι᾽ ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες περιεκτικοὶ λογισμοὶ τῆς κακίας. Πρῶτος ὁ τῆς γαστριμαργίας, δεύτερος ὁ τῆς πορνείας, τρίτος ὁ τῆς φιλαργυρίας, τέταρτος ὁ τῆς ὀργῆς, πέμπτος ὁ τῆς λύπης, ἕκτος ὁ τῆς ἀκηδίας, ἕβδομος ὁ τῆς κενοδοξίας, ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας τοὺς λογισμούς, παρενοχλεῖν μέν, ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ᾽ ἡμῖν ἐστιν· ἐμμένειν δὲ ἢ μὴ ἐμμένειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ᾽ ἡμῖν ἐστιν.

Ἄλλο δέ ἐστι προσβολή, καὶ ἄλλο συνδυασμός, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη ὑπὸ τοῦ Ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε· ὡς ἐπὶ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Τοῦτο, ὡς εἴρηται, οὐκ ἐφ᾽ ἡμῖν ἐστι. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ Ἐχθροῦ, καὶ οἷον ἡ μετ᾽ αὐτοῦ μελέτη καὶ ἡ ἐνήδονος ὁμιλία, ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. Πάθος δὲ ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη τοῦ παρὰ τοῦ Ἐχθροῦ ὑποβαλλομένου [πάθους], καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἢ πρὸς ἀναίρεσιν τοῦ ἐν λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος, ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος τῆς καρδίας ἀπαγωγὴ ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης.

Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ αὐτὴ ἡ πρᾶξις, ἡ τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ. Τοίνυν ὁ τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιρρήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολήν, πάντα τὰ ἔσχατα ὑφ᾽ ἓν περιέκοψεν.