Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἡσυχίας καὶ σιωπῆς

Ἐφραίμ ὁ Σύρος

Εγκώμιο της ησυχίας

Σειρά προσφωνήσεων που εξυμνούν τις αρετές και τους πνευματικούς καρπούς της ησυχίας στον μοναχικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ὦ ἡσυχία, προκοπὴ μοναζόντων. Ὦ ἡσυχία, κλῖμαξ οὐράνιος. Ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν. Ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα τὰ πλημμελήματα αὐτοῦ τῷ ἀνθρώπῳ. Ὦ ἡσυχία, δάκρυον μὴ ἐμποδίζουσα. Ὦ ἡσυχία, πρᾳότητος γεννήτρια. Ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε. Ὦ ἡσυχία, ἡ εἰς εἰρηνικὴν κατάστασιν φέρουσα τὸν ἄνθρωπον. Ὧ ἡσυχία, ἡ φόβῳ Θεοῦ συνεζευγμένη.

Ὦ ἡσυχία, διανοίας φωταγωγέ. Ὦ ἡσυχία, λογισμῶν κατάσκοπε. Ὦ ἡσυχία, διακρίσεως σύμπονε. Ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ. Ὦ ἡσυχία, νηστείας ἑδραίωμα. Ὦ ἡσυχία, γαστριμαργίας ἐμπόδιον. Ὦ ἡσυχία, σχολὴ προσευχῆς καὶ ἀναγνώσεως. Ὦ ἡσυχία, γαλήνη λογισμῶν. Ὦ ἡσυχία, λιμὴν εὔδιος.

Ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς. Ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας. Ὦ ἡσυχία, περπερότητος ἀναίρεσις. Ὦ ἡσυχία, ἀναιδείας ἔχθρα. Ὦ ἡσυχία, εὐλαβείας μήτηρ. Ὦ ἡσυχία, παθῶν δεσμωτήριον. Ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργός.

Ὦ ἡσυχία, ἀκτημοσύνης πρόξενος. Ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρόν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε. Ὦ ἡσυχία, χωρίον Χριστοῦ καρποφοροῦν καρποὺς ἀγαθούς. Ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη· τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.