Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κρίσεως καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Η θεία συγκατάβαση, τα μυστήρια και το μεγαλείο της αγάπης του Θεού

Αναφορά στο σωτήριο έργο του Χριστού, στον σεβασμό της ανθρώπινης ελευθερίας, στην άξια προσέλευση στα θεία μυστήρια και στην ακατανίκητη δύναμη της θείας αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Τρέμει γὰρ πᾶσα ἡ κτίσις, καὶ αὐτὰ τὰ τάγματα τῶν ἁγίων Ἀγγέλων, ἐκ τῆς δόξης ἐκείνης τῆς αὐτοῦ παρουσίας. Τί οὖν ἐροῦμεν αὐτῷ ἡμέρᾳ κρίσεως, ἐὰν τὸν καιρὸν τοῦτον ἀμελῶμεν, ἀδελφοί; Αὐτὸς γὰρ μακρόθυμος καὶ πάντας ἡμᾶς ἑλκεῖ εἰς τὴν αὑτοῦ βασιλείαν. Λόγον ἡμᾶς ἀπαιτεῖ περὶ τῆς ἀμελείας τοῦ βραχέος καιροῦ τούτου· καὶ αὐτὸς ἐρεῖ ἡμῖν· δι᾽ ὑμᾶς ἐσαρκώθην, δι᾽ ὑμᾶς δὲ ἐπὶ γῆς ἐμφανῶς ἐβάδισα, δι᾽ ὑμᾶς ἐμαστίχθην, δι᾽ ὑμᾶς ἐρραπίσθην, δι᾽ ὑμᾶς ἐσταυρώθην ὑψωθεὶς ἐπὶ ξύλου, δι᾽ ὑμᾶς τοὺς γηγενεῖς καὶ ὄξος ἐποτίσθην, ἵνα ποιήσω ὑμᾶς ἁγίους οὐρανίους. Τὴν ἐμὴν βασιλείαν ἐχαρισάμην ὑμῖν, πάντας ὑμᾶς ἀδελφοὺς ἐμαυτοῦ ἐκάλεσα, τῷ Πατρὶ προσήνεγκα, τὸ Πνεῦμα κατέπεμψα.

Πλείονα τούτων πάντων τί ἂν εἶχον ποιῆσαι καὶ οὐκ ἐποίησα, ἵνα ὑμεῖς σωθῆτε; Μόνον τὴν προαίρεσιν οὐ βούλομαι βιάσασθαι, ἵνα μὴ ὑμῖν ἔσται ἀνάγκη σωτηρίας. Εἴπατε, ἁμαρτωλοὶ καὶ θνητοὶ κατὰ φύσιν, τί ὑμεῖς ἐπάθετε δι᾽ ἐμὲ τὸν Δεσπότην, τὸν παθόντα δι᾽ ὑμᾶς; Ἰδοὺ οὖν ἡτοίμασται βασιλεία καὶ ζωή, ἀνάπαυσις καὶ χαρά, καὶ κόλασις αἰωνία ἐν σκότει ἐξωτέρῳ.

Ὅπου γὰρ θελήσῃ, βαδίσωμεν· ἐπὶ ἑκάστῳ ἡ ἐξουσία δέδοται. Δεῦτε ἐπὶ τὸ αὐτὸ ἅπαντες, προσκυνήσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς λέγοντες· ὦ Δέσποτα, ταῦτα πάντα ὡς Θεὸς ὑπέμεινας δι᾽ ἡμᾶς, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ καὶ ἀμνήμονες ἐπελαθόμεθα τῆς μεγάλης σου εὐσπλαγχνίας. Τί οὖν σοι ἀποδώσει γένος τῶν ἁμαρτωλῶν Θεῷ ἀκαταλήπτῳ, ἀγαθῷ καὶ εὐσπλάγχνῳ; Ὁ φωτίσας χάριτι πᾶσαν τὴν οἰκουμένην, ὁ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς φωτίσας, φώτισον καὶ τοὺς ἡμῶν ὀφθαλμοὺς τῆς καρδίας, τοῦ ἀγαπᾶν σε, Δέσποτα, πόθῳ ἐπιτελεῖν ἀεὶ τὰ σὰ θελήματα. Ἰδοὺ τὸ ποτήριον τοῦ φρικτοῦ σου αἵματος πλῆρες φωτὸς καὶ ζωῆς τοῦτο. Ἡμῖν χάρισαι σύνεσιν καὶ φωτισμόν, ἵνα μετὰ πίστεως, πόθῳ καὶ ἁγιασμῷ προσερχώμεθα αὐτῷ, ἵνα γένηται ἡμῖν ἁμαρτιῶν ἄφεσις καὶ μὴ εἰς κατάκριμα· ὁ γὰρ προσερχόμενος τοῖς θείοις μυστηρίοις ἀναξίως τῇ ψυχῇ, ἑαυτὸν κατακρίνει, μὴ ἁγνίσας ἑαυτὸν βασιλέα δέξασθαι ἐν τῷ αὑτοῦ νυμφῶνι. Ἡ ἡμετέρα ψυχὴ νύμφη ἁγία ἐστὶν ἀθανάτου Νυμφίου· ὁ δὲ γάμος τυγχάνει τὰ θεῖα μυστήρια ἐσθιόμενα καὶ πινόμενα ἐν τῇ ἁγίᾳ ψυχῇ.

Πρόσεχε οὖν σεαυτῷ τὸν νυμφῶνά σου ἀεὶ ἄσπιλον διατηρεῖν, καὶ πόθησον δέξασθαι οὐράνιον Νυμφίον, Χριστὸν τὸν βασιλέα, ἵνα καὶ ἐν ἡμέρᾳ τῆς αὑτοῦ παρουσίας μονὴν πρὸς σὲ ποιήσῃ σὺν τῷ ἰδίῳ Πατρί, καὶ ἔμπροσθεν ἁγίων Ἀρχαγγέλων ὁ ἔπαινός σοι ἔσται, καὶ εἰς τὸν παράδεισον μετὰ δόξης μεγάλης καὶ χαρᾶς εἰσελεύσῃ. Τί γὰρ ζητεῖ ὁ Θεὸς παρὰ σοῦ, ἀδελφέ, πλὴν τῆς σῆς σωτηρίας; Ἐὰν δὲ σὺ ἀμελῇς, μὴ βουλόμενος σωθῆναι, καὶ τὰς εὐθείας ὁδοὺς τοῦ Θεοῦ μὴ βαδίζῃς, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ θελήσῃς ἐπιτελεῖν, σεαυτὸν ἀποκτενεῖς καὶ σεαυτὸν ἐκβαλεῖς τοῦ οὐρανίου νυμφῶνος.

Ὁ Θεὸς ὁ ἅγιος, ὁ μόνος ἀναμάρτητος, τοῦ ἑαυτοῦ μονογενοῦς διὰ σὲ οὐκ ἐφείσατο· αὐτὸς δέ, ὦ ἄθλιε, σεαυτὸν οὐκ ἐλεεῖς; Νῆψον οὖν τοῦ ὕπνου σου ὀλίγον, ὦ εὐτελές. Ἄνοιξον τὸ στόμα σου· παρακάλεσον αὐτόν. Δεήθητι συνεχῶς, δάκρυσον διηνεκῶς, φεῦγε τὴν χαυνότητα. Ἀγάπα πρᾳότητα, πόθησον ἐγκράτειαν, ἄσκησον ἡσυχίαν, μελέτα ψαλμῳδίαν. Ἀγάπησον τὸν Θεὸν ἐξ ὅλης σου τῆς ψυχῆς καθώς σε ἠγάπησε. Γενοῦ ναὸς τοῦ Θεοῦ, καὶ ἐνοικήσει ἐν σοὶ ὁ Θεὸς ὁ ὕψιστος· ψυχὴ γὰρ ἡ ἔχουσα τὸν Θεὸν ἐν ἑαυτῇ ναὸς τυγχάνει Θεοῦ ἅγιος καὶ καθαρός. Ἐπεὶ ἂν οὖν ὁ Κύριος ἐνοικήσῃ τῇ ψυχῇ, Ἄγγελοι οὐράνιοι ἀγάλλονται ἐν αὐτῇ καὶ σπουδάζουσι προτιμῆσαι τῇ ψυχῇ, διότι ναὸς τυγχάνει τοῦ αὐτοῦ Δεσπότου.

Μακάριος ἄνθρωπος, ὅστις σε ἠγάπησεν ἐξ ὅλης αὑτοῦ τῆς ψυχῆς, ἐμίσει τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ἵνα μόνον σὲ ἔχῃ τὸν πανάγιον Δεσπότην, τὸν καλὸν μαργαρίτην, τῆς ζωῆς τὸν θησαυρόν. Εἴτις οὕτως ἀγαπᾷ τὸν Θεὸν εἰλικρινῶς, ἐκείνου ἐπὶ τῆς γῆς ἀεὶ οὐκ ἔστιν ἡ διάνοια, ἀλλ᾽ ἄνω πάντοτε, ὅπερ ἠγάπησε καὶ διψᾷ ἐπιτυχεῖν. Ἐκεῖθεν γλυκαίνεται, ἐκεῖθεν φωτίζεται, ἐκεῖθεν κορέννυται τῆς γλυκύτητος ἀεὶ καὶ τῆς ἀγάπης τοῦ Θεοῦ. Περὶ τῆς γλυκύτητος τῆς ἀγάπης τοῦ Θεοῦ, τίς ἄρα δυνήσεται εἰπεῖν ἀξίως; Παῦλος ὁ ἀπόστολος, ὁ γευσάμενος αὐτῆς καὶ κορεσθεὶς ἐξ αὐτῆς, αὐτὸς βοᾷ καὶ λέγει· οὔτε ἄνω ὕψωμα, οὔτε κάτω βάθος, οὔτε ζωή, οὔτε θάνατος, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ καὶ ἐξουσίαι, οὔτε κτίσις ἑτέρα, πάντες ἐπὶ τὸ αὐτό, οὐ δύνανται χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ ψυχὴν τὴν γευσαμένην τῆς γλυκύτητος αὐτοῦ. Πῦρ ἀθάνατόν ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ· ὑψοῦται ἀπὸ τῆς γῆς καὶ μισεῖ τὰ γήϊνα. Καὶ διδάσκουσιν ἡμᾶς οἱ ἅγιοι Μάρτυρες οἱ γευσάμενοι αὐτῆς καὶ κορεσθέντες ἐξ αὐτῆς. Δεσμὸς ἁπαλός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ καὶ οὐ δύναται ξίφος δίστομον αὐτὴν τεμεῖν. Ἔτεμνον οἱ τύραννοι τὰ μέλη τῶν Ἁγίων, τὴν δὲ αὐτῶν ἀγάπην οὐκ ἐδύναντο τεμεῖν. Ὢ τοῦ ἁπαλοῦ δεσμοῦ τῆς ἀγάπης τοῦ Θεοῦ! Ξίφος αὐτὴν οὐκ ἔτεμε, πῦρ αὐτὴν οὐκ ἔσβεσε· βυθὸς καὶ δεσμὰ ἕτερα, αἵδε κολάσεις αὐτὴν οὐκ ἐβύθισαν.

Τίς ἄρα μὴ θαυμάσῃ, ἢ τίς οὐ μὴ ποθήσῃ τῆς τοιαύτης ἀγάπης; Ταύτην γὰρ τὴν ἀγάπην ἔδωκεν ὁ Θεὸς τῇ αὑτοῦ ἐκκλησίᾳ τοῦ κοσμηθῆναι ἀεὶ ἐν αὐτῇ τῇ ἀγάπῃ. Αὕτη ἐνέχυρον τοῦ Θεοῦ τυγχάνει ἐν τῇ ψυχῇ. Στύλος καὶ ἑδραίωμα πέφυκε ἐν τῇ ἁγίᾳ ψυχῇ. Αὕτη πάλιν ἡ ἀγάπη τὸν μονογενῆ Υἱὸν πρὸς ἡμᾶς κατήγαγε. Δι᾽ αὐτῆς τῆς ἀγάπης ἠνοίχθη ὁ παράδεισος· δι᾽ αὐτῆς τῆς ἀγάπης ἐδέθη ὁ ἰσχυρός· δι᾽ αὐτῆς τῆς ἀγάπης ἡ ψυχὴ νύμφη γέγονεν ἀθανάτου Νυμφίου, ἵνα ἐνοπτρίζηται τὴν αὐτοῦ εὐπρέπειαν. Ὑπὲρ ταύτης τῆς ἀγάπης ἔπαθεν ὁ ἀπαθὴς καὶ καθαρὸς Νυμφίος. Ἐκτὸς γὰρ τῆς ἀγάπης ἐὰν ἐστὶν ἡ ψυχή, οὐκ εὐδοκεῖ ἐν αὐτῇ ὁ οὐράνιος Δεσπότης· ἀναγκάσαι δέποτε τὴν προαίρεσιν αὐτῆς οὐ βούλεται ὁ Θεός· διὸ ἅπαξ ἔδωκεν τῇ αὐτῆς ἐξουσίᾳ πολιτεύεσθαι ἀεί, καθὼς βούλεται. Τίς ἄρα δυνηθείη καὶ τίς ἄρα ἐπαρκέσει δοξάσαι καὶ ὑμνῆσαι τὸν Θεὸν τὸν Σωτῆρα περὶ τοῦ χαρίσματος, οὗ ἐλάβομεν πάντες ἐκ τῆς αὐτοῦ χάριτος; Δόξα καὶ προσκύνησις τῇ αὐτοῦ εὐδοκίᾳ.