Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας
Πρακτικές προτροπές για πνευματική σταθερότητα και άσκηση
Έλεγχος της κενοδοξίας και της διπροσωπίας, η διατήρηση της αρετής μέσα στον κόσμο και η αποταμίευση πνευματικού πλούτου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρακτικές προτροπές για πνευματική σταθερότητα και άσκηση
Έλεγχος της κενοδοξίας και της διπροσωπίας, η διατήρηση της αρετής μέσα στον κόσμο και η αποταμίευση πνευματικού πλούτου.
Ἐπίστευσαν τῇ ἀποφάσει, καὶ ὡς θανόντες πικρὰς φωνὰς ἐπ᾽ ἀλλήλοις ἠφίεσαν. Ἐγὼ τὴν Νινευῒ ἕνα νοῶ ἄνθρωπον, καὶ τὸ πλῆθος τὰ μέρη τῆς ψυχῆς καὶ τὰ τῆς διανοίας κινήματα ὑπολογίζομαι. Ὃν τρόπον πανδημεὶ ἐκεῖνοι τῇ μετανοίᾳ προσῆλθον, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς ὅλῃ δυνάμει καὶ πάσῃ τῇ καταστάσει ἡμῶν μετανοεῖν ὀφείλομεν.
Ἐν τῷ νόμῳ, οὐ μόνον ὁ Θεὸς τὰ εἴδωλα ἀφανίζειν προσέταξε καὶ τοὺς βωμοὺς καὶ τὰ τεμένη, ἀλλὰ καὶ τὴν σποδὸν τῶν ἐμφρυχθέντων λίθων καὶ ξύλων ἔξω τῆς παρεμβολῆς, ὡς ἐπίρρητον, ἔφη ἀποβάλλεσθαι. Νόει καὶ σὺ ὁ μετανοῶν ὅτι πᾶν ἴχνος κακίας ὀφείλεις ἀποποιεῖσθαι. Ἡ σποδιὰ τῆς κακίας, ἐὰν μένῃ ἐν σοί, κνώδαλα ῥυπαρὰ καὶ ἑρπετὰ εὐτελῆ ἐφέλκεται· ἐὰν δὲ αὐτὴν ἀπορρίψῃς, οὐ μή σε ταράξωσι τῆς κακίας οἱ σκνῖπες καὶ οἱ κώνωπες. Ἐὰν αὐτὴν ἀπώσῃ, οὐ μὴ ἐν σοὶ ἐρείσωσι τοῦ Διαβόλου οἱ σκώληκες. Καθάρισόν σου τὴν διάνοιαν ἀπὸ τῶν νεκριμαίων τῆς ἁμαρτίας, καὶ αὐτὴ ἡ τῆς κακίας ὀσμὴ ἀπὸ σοῦ ἀφανισθήσεται. Τὰ νεκριμαῖα τῆς ἁμαρτίας εἰσὶν αἱ τῶν παθῶν ὑπομνήσεις· ἐὰν ἐν σοὶ ἐρείσωσι, σκοτοῦσί σου τὴν ὑπόληψιν.
Μῶμος γίνεται κατὰ τῆς ἁμαρτίας, ὅτι πολλάκις περιέτρεψε τὰ τοιαῦτα τὴν διάνοιαν. Ποιοῦσιν ἐκ παραλλήλου τὸν λογισμὸν ἐν σκότει ἰλιγγιᾶν, ὅτι ἐνιζάνουσι τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ ὡς λῆμαι πολλαὶ κακίας ἐμφύρουσι τὸν ἔχοντα. Πρόσεχε μὴ ἐπινήχεσθαι τοῖς ὕδασιν, ὡς ἰχθυοφάγοι ὄρνιθες· δίφυσοι γὰρ ὄντες ἀκάθαρτοι κρίνονται. Ἐὰν ἀπομείνῃς τῇ ἀπορίᾳ, ἐν σκότει σε γίνεται περιπορεύεσθαι καὶ ἔσῃ ἰχθὺς ὑπὸ δαιμόνων λεηλατούμενος. Εἶπε γὰρ ὁ Ἰώβ· ὁ δράκων βασιλεύει πάντων τῶν ἐν τοῖς ὕδασιν. Ὁ Μωυσῆς τὰ ἐν τοῖς ὕδασι ζῶα ἐν τῷ σκότει εἶναι προηγόρευσεν, ἐπειδὴ οὐκ ἐπιφαίνει αὐτοῖς τῆς ἡμέρας τὸ φῶς καὶ ὁ ἥλιος. Ἔφη αὐτὰ εἶναι ὑποκάτω τῆς γῆς διὰ τὸ ἀκαταύγαστον χωρίον οἰκεῖν. Εἰκότως οὖν λέγει ὁ Θεός, ὅτι βασιλεύει πάντων τῶν ἐν τοῖς ὕδασι, δηλῶν τοὺς ἐν σκότει ἀνθρώπους εἶναι ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. Ὁ ἀπόστολος Παῦλος ἔφη ὅτι ὁ Θεὸς μετέστησεν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί. Οὕτως οὖν ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μετανοήσωμεν ἐφ᾽ οἷς ἡμάρτομεν, ἵνα μηκέτι ὦμεν ἄθλιοι αὐτοῖς περιπίπτοντες. Ἑαυτοὺς στύψωμεν μετανοοῦντες, ἵνα τὴν χάριν τῆς συγγνώμης ὡς ἀληθινὴν βαφὴν μὴ ἀποπτύσωμεν. Στύψις ἐστὶν ἡ ἐπιμελὴς ἀποβολὴ τῶν ἐναντίων. Οὕτω γὰρ τὸ ἐπιγινόμενον ἡμῖν ἄνθος, ἐγκαιόμενον ἡμῶν ψυχαῖς, οὐκέτι ἀφίσταται.
Πλῦνον σαυτὸν ἐπιμελῶς τοῖς δάκρυσιν, ὡς οἱ βαφεῖς τὰ ἔρια. Ἐπίδος σεαυτὸν εἰς ταπείνωσιν καὶ στένωσιν· οὕτω γὰρ προστύψας ἑαυτὸν τῷ Θεῷ, προσελεύσῃ ἕτοιμος εἰς ὑποδοχὴν χάριτος. Διὰ τοῦτο παλιννοστοῦσι τῶν μετανοούντων ἔνιοι πρὸς τὴν ἁμαρτίαν, ἐπειδὴ τὸν Ὄφιν ἐν αὐτοῖς κρυπτόμενον ἠγνόησαν· εἰ δὲ καὶ ἐπέγνωσαν, ἀλλ᾽ οὐ τέλειον αὐτὸν ἐξῴκισαν· εἴασαν γὰρ ἐκεῖ ἴχνος τῆς μορφῆς αὐτοῦ, καὶ κατὰ βραχύ, ὡς ἐν μήτρᾳ μορφούμενος, τὴν εἰκόνα τῆς κακίας αὐτοῦ πάλιν ἐξανιστᾷ.
Ὅταν ἴδῃς μετανοοῦντα καὶ πάλιν ἁμαρτάνοντα, σύνες ὅτι οὐκ ἀπηλλάγη τῆς διανοίας αὐτοῦ, ὄντων ἐν αὐτῷ πάντων τῶν τῆς κακίας ἑρπετῶν. Γνώρισμα δὲ τοῦ στερεῶς μετανοοῦντος τὸ στύφον καὶ αὐστηρὸν κατάστημα, τοῦ τύφου καὶ οἰήσεως καθαίρεσις· οὗπερ οἱ ὀφθαλμοὶ καὶ ἡ συνηρεφὴς διάνοια πρὸς τὸν ποθούμενον Ἰησοῦν Χριστὸν διαπαντός, συναγομένη φίλτρου ἄλλου ἐξ ἄλλου Χριστοῦ χάριτι, γενέσθαι ὡς ἀπὸ ἐρέας πορφύραν ἢ βλάτταν ἢ κυανοῦν ἢ ὑάκινθον.
Ἀσφαλίζου τὰς ἐναντίας τῶν ἀρετῶν, ὅτι τῷ πονοῦντι περὶ τὴν μετάνοιαν ἀφροσύνη παρέπεται. Ἐὰν ᾖς νηστεύων καὶ γελᾷς ἀφρόνως, θᾶττον ὑποσκελίζῃ· ἐὰν ἐν τῇ εὐχῇ δακρύων 〈καὶ〉 ἐν ταῖς συντυχίαις ἀστειεύῃ, ταχέως πτερνίζῃ· ἐὰν σωφρονῶν ἀδιαφορῇς, οὐ χρονίζῃ τοῦ συμπεσεῖν. Ἐξ ὅλης καρδίας ἐστὶ τὸ μετανοῆσαι. Διαπαντὸς τὸν αὐτὸν εἶναι ὀφείλει ὁ μετανοῶν· ἐκεῖνο εἶναι ἀεί, ὃ ἤρξατο. Ἐὰν ὑστερήσῃ, γνώρισμα δίδωσιν ἀτελοῦς ἐπιστροφῆς· ἐὰν μεταβάλληται, ἐλέγχεται ὅτι ἀτονίᾳ ὑπόκειται λογισμοῦ· ὡς μανθάνων νήπιος μετανοεῖ, καὶ ὡς νυττόμενος, ὡς ἐξ ἀνάγκης δακρύει καὶ οὐκ ἐκ προαιρέσεως.
Οἱ κοσμικοὶ νόμοι φόβῳ ἐπιστρέφουσι καὶ οὐ κατὰ γνώμην. Οὕτω καὶ αὐτὸς μετανοῶν. Δῆλον ὅτι, ἐὰν εὕρω καιρόν, πάλιν τὴν κακίαν περιπτύσσομαι. Οὐ θέλω σε παντελῶς δακρύειν ὁ μετανοῶν, καὶ ἐν βραχεῖ περπερεύεσθαι· οὐ θέλω σε διαπαντὸς ἐπὶ τῆς ἐκκλησίας εἶναι, καὶ ὡς ἐν ἀγορᾷ σεσοβημένον.
Μὴ νόμιζε ὥρας εἶναι Θεοῦ ἐν αἷς εὐπραγεῖν, καὶ ὥρας τοῦ Διαβόλου εἶναι, ἐν αἷς δεῖ σε ἀσωτεύεσθαι. Μὴ λογίζου καιρὸν εὐσεβείας εἶναι, καὶ καιρὸν παρανομίας. Τοιαῦτα δρῶσιν οἱ ἐπὶ τῆς σκηνῆς, ὅτι ἐν ταῖς συντυχίαις εἰσὶν εὐκατάστατοι, καὶ ἐν τοῖς θεάτροις γελωτοποιοὶ ἄτιμοι· ἐν τῇ προόδῳ ἀξιόπιστοι, καὶ ἐν τοῖς θεάτροις παγκάκιστοι. Σὺ δὲ τοιοῦτος ἔσο ἐν ἀγορᾷ, οἷος ἐν ἐκκλησίαις· τοιοῦτος ἐν τοῖς πράγμασι, τοιοῦτος ἐν τοῖς λογισμοῖς, τοιοῦτος ἐν ἔργοις, τοιοῦτος ἐν λόγοις, οἷος ἐν ἐξομολογήσει ἀκριβής.
Εἶπε καί τις τῶν Προφητῶν, ἐν ἐκκλησίᾳ Κυρίου μὴ καταλαλεῖτε δάκρυσιν, οὐ τὴν μετάνοιαν παραιτούμενος καὶ τὴν ἐκ ταπεινῆς καρδίας πρὸς Κύριον ἐξομολόγησιν. Καταλαλιὰν Κυρίου λέγει, ἀλλὰ τὴν ἐν κακῇ προθέσει ἐσχηματισμένην δακρυολογίαν, ἀβέβαιον οὖσαν τῆς τοιαύτης μετανοίας, λέγει. Καὶ πάλιν· μὴ σχίζετε τὰ ἱμάτια ὑμῶν, ἀλλὰ τὰς καρδίας ὑμῶν. Οὐ γὰρ θέλει ἡμᾶς κενοδοξεῖν, ἀλλ᾽ ὄντως μετανοεῖν.
Ὁ Δαυῒδ λέγει· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· οὐκ ἐπὶ ἐκκλησίας δακρύσομαι, σχῆμα μόνον ἀνθρώποις ἐπιδεικνύμενος, τὴν ἐπὶ τὸ νομίζεσθαι δίκαιος δόξαν θηρώμενος, ἀλλ᾽ ἐπὶ τῆς κλίνης μου· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν στρωμνήν μου δάκρυσιν· ἵνα συμφωνήσῃ Χριστῷ λέγοντι· τὸ ταμεῖόν σου κλείσας πρόσευξαι, καὶ ἀποδώσει σοι ὁ Πατήρ, δι᾽ ὃν ποιεῖς ἐν τῷ κρυπτῷ, καὶ Θεὸς ἐξιλάσκῃ ἐν τῷ φανερῷ. Πάλιν αὐτὸς ἔφη· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Διὰ τί; Ἵνα μηδεὶς πάντως ἀκούσῃ. Πόνον γὰρ ποιεῖ τὸ ἐπικρατῆσαι στεναγμὸν προσερχόμενον. Ἃ λέγετε, φησίν, ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Οὐκ ἐπὶ τῶν ἀνθρώπων ἐξαγγέλλετε· πολλοὶ γάρ εἰσιν οἱ ἐμπορευόμενοι τὴν ἐξομολόγησιν, ἐνδεικνύοντες τοῖς πολλάκις ἑαυτῶν κρείττοσι καὶ λανθάνουσιν· ἕτεροι πραγματεύονται μετανοοῦντες καὶ δόξαν δι᾽ αὐτῆς ἀγοράζοντες· ἄλλοι τὴν μετάνοιαν τρέπουσιν εἰς ὑπερηφανίαν, καὶ πρὸ τῆς συγγνώμης ἄλλο δάνειον καθ᾽ ἑαυτῶν καταγράφουσιν.
Οὔπω τοῦ πρόσθεν χρέους ἀπηλλάγης, καὶ ἕτερον ἐπεισάγεις; Προσῆλθες ἐκλῦσαι δάνειον, καὶ ἕτερον καταδεσμεῖς ὄφλημα; Σπουδάζεις ἐλευθερωθῆναι ὀφειλῆς, καὶ διττὴν δουλείαν σαυτῷ προξενεῖς; Ταῦτά εἰσι τό, ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Πῶς γὰρ ὁ τοιοῦτος οὐ παλιννοστήσει πρὸς τὴν ἁμαρτίαν; Πῶς οὐ πάλιν τὰ πάθη περιπτύξεται; Πῶς ὁ Ὄφις αὐτὸν ἀτάραχον ἀφήσει; Πῶς τὰ ἑρπετὰ αὐτῷ οὐ δι᾽ ὄχλου γενήσεται; Οἴμοι, ὅτι ὃ εἶπεν ὁ Χριστός, εἰς τὸν τοιοῦτον συστήσεται· ὅτι ἑπτὰ ἄλλα πνεύματα πονηρότερα εἰς αὐτὸν εἰσοικισθήσονται. Ἐχλεύαζεν ὁ Κάϊν τὸν Θεόν, δῆθεν ἀπολογούμενος, διὸ καὶ τὸν φόνον εὐθύνεται, καὶ ἑπτὰ τιμωρίαις ἐμπλέκεται. Τοῦτο γὰρ ἑρμηνεύει τὸ κυριακὸν λόγιον.
Οὐ χρῄζει ἡ μετάνοια κόμπου, οὐδὲ πομπῆς, ἐπιδέεται δὲ ἐξομολογήσεως. Αὐτάρκης γίνου ἐφ᾽ ἕκαστα. Μὴ πολύς, μηδὲ πάλιν βραχύς· ἑκάτερον γὰρ κατηγορεῖ τὸν μετερχόμενον. Μὴ ἐν ἐκκλησίᾳ κατηφής, μηδὲ πάλιν ἐν ἀγορᾷ σκυθρωπός, ἀλλὰ τὸ σύμμετρον τῆς καταστάσεως σεαυτῷ περιποίησαι. Μὴ ἐν οἴκῳ μοχθηρὸς καὶ ἐν ταῖς πλατείαις ταπεινός. Μὴ ὡς ταλαίπωρος περίλυπος γίνου, μηδὲ ὡς λίαν χαίρων καταγινώσκου, ἀλλὰ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν μετέρχου, ὡς εἶπεν ὁ Ἀπόστολος. Οὐκ ἠδίκησε τὸν Δανιὴλ ἡ Βαβυλών, οὐδὲ σὲ ἡ διαγωγὴ τῆς πόλεως, ἐὰν ᾗς ὄντως θεοσεβής. Οὐ κατέφλεξε τοὺς τρεῖς Παῖδας ἡ κάμινος, οὐδὲ αὐτός, εἰ χάριν ἐντολῆς ἢ κοινωφελοῦς διακονίας ἐν πόλει ἢ ἐν κώμῃ στέλλεσθαι μέλλεις, βλαβήσῃ, ἐὰν μετὰ ἐγκρατείας καὶ πίστεως ῥυθμίζῃς σεαυτόν. Οὐκ ὠλίσθησεν ὁ Τωβίας σὺν τοῖς Νινευΐταις, οὔτε ἐκ τῆς τῶν νέων συμβιώσεως κατηνέχθη πρὸς ἀτονίαν. Οὐκ ἐμόλυνε τὴν ἄμωμον τοῦ Λὼτ πολιτείαν ἡ παρανομία τῶν Σοδομιτῶν, οὔτε μετέστησε τὴν στερεὰν αὐτοῦ πίστιν ἡ λυσσώδης αὐτῶν ἀκολασία. Καὶ σὺ ἐὰν ᾗς σπουδαῖος, αἱ ἀγοραί σε οὐ βλάψουσι προϊόντα διὰ Θεόν. Μὴ λάβῃς πρόφασιν τὴν ἡσυχίαν εἰς ἀπήνειαν, μηδὲ τὴν ἄσκησιν ἔχε πρόσκομμα φιλοξενίας. Μὴ κτήσῃ αἰτίαν τὴν ἀκτημοσύνην εἰς ἀπανθρωπίαν, μηδὲ γίνου ἄκαρπος χάριν ἐντολῆς.
Εἶπεν ὁ Σωτήρ· μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ἵνα τὴν κενοδοξίαν τῆς ψυχῆς ἐξορίσῃ. Ὁ αὐτὸς Κύριος λέγει, λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἵνα σε κοινωνὸν ποιήσῃ τῆς βασιλείας αὐτοῦ. Πρόχρησον αὐτῷ ἐν τούτῳ τῷ κόσμῳ, καὶ ἀποδώσει σοι καὶ ἐν τούτῳ ἑκατονταπλασίονα, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον.
Δὸς αὐτῷ τὰ μὴ σά, ἵνα δώσῃ σοι τὰ αὐτοῦ. Ἄπιστος ὁ παρὼν αἰών, ἀγαπητοί, ὅτι γυμνοῖ πάντων τὸν ἔχοντα. Μοχθεῖ ἐν αὐτῷ, πονεῖ εἰς αὐτόν· ὁ δὲ ἀμελῶν αὐτοῦ προσέρχεται ἀνυποκρίτως, πᾶσαν τὴν παραθήκην αὐτοῦ τῶν ὧδε ἀποστερῶν. Κρατεῖ τὰ φθαρτὰ ὁ κόσμος οὗτος, ἐπειδὴ τῷ θανάτῳ ἐπερείδεται.
Οἶδεν ὅτι οὐκ ἔχει συνδιώκοντα στερούμενος πάντων, καὶ διανέμει τοὺς ἀλλοτρίους πόνους τῆς ματαιότητος. Τί οὖν οὐ γίνῃ φρόνιμος, ὦ ἄνθρωπε, καὶ ἀφανίζεις τὴν τῶν ὧδε ὁμόνοιαν; Τί οὐκ ἀντιπανουργεύῃ τῇ ματαιότητι καὶ συμφωνεῖς μετανοίᾳ πρὸς τὴν τῶν χρημάτων ἐπικράτειαν; Κληρονόμος ἐστὶν ἡ ματαιότης τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὴ αὐτῆς ἐστιν ὁ περισπασμός. Ἔγγονον ἐγέννησε τὸν περισπασμὸν ἡ πλεονεξία καὶ φιλοδοξία καὶ φιληδονία, καὶ εὐνοεῖ τῇ μητρὶ ὑπὲρ δύναμιν.
Νίκησον τοῦ Ὄφεως τὴν τέχνην καὶ φύλαξον εὔνοιαν τῷ Δεσπότῃ. Λάβε τὰ τῆς ματαιότητος καὶ δὸς αὐτὰ τῷ Θεῷ, ἵνα σὺ τῶν σῶν γένῃ κληρονόμος ἐπὶ τοῦ μέλλοντος. Παράθου τὰ χρήματα τῷ Θεῷ, καὶ ἡ ματαιότης τῆς κληρονομίας ἐκβέβληται. Διάθου τὴν διαθήκην εἰς σεαυτόν, ὅτι θνητὸς ὢν ἀποθανεῖν ὀφείλεις, καὶ πιστὸς ὢν πάντα ἀπολήψῃ τὰ σά. Ποίησον τὸν θάνατον ἀντὶ κληρονόμου ἐπίτροπον, ἵνα, ὅταν φθάσῃ ὁ καιρὸς τῆς ἀναστάσεως, ὡς ἐννόμου ἡλικίας γενόμενος, ἀπολάβῃ ταῦτα. Κρύπτῃ ἐν τῷ θανάτῳ ὡς νήπιος, μὴ ἔχων ἐξουσίαν τῶν σῶν, ἀναφαίνῃ ἐν τῇ ἀναστάσει ὡς αὐθέντης τῶν πόνων σου· ἀποδίδωσί σοι ὁ Θεὸς τὰς παρακαταθήκας σου.
Ἐὰν διὰ μετανοίας οἰκτειρήσεις πένητας, μὴ φοβοῦ, ἔχεις εὐγνώμονα μεσῖτιν τὴν μετάνοιαν, ἥτις εἰς ὑπόμνησιν Θεοῦ ἀντικαταστήσεταί σοι. Γενήσεταί σοι αὕτη ὡς χειρόγραφον, δι᾽ οὗ εἰσπράξῃ μετὰ τόκων, ἃ ἔδωκας· ὡς ὑπογραφεὺς ἱκανώτατος προστήσεταί σοι, διακρινομένη ὑπὲρ τῆς εὐθηνίας σου· ὡς ἱκανοδότις φροντίσει ἐν σοὶ τὴν ἀπόληψιν. Οἱ τόκοι τῶν κεφαλαίων γενήσονταί σοι ἀσυγκριτώτεροι, ὅτι αἰωνίους σοι ἀπολαύσεις παρέχονται. Οἶδα ὅτι καταφρονήσεις τοῦ κεφαλαίου· οὐδεὶς γὰρ οὕτως εὐήθης ἐστίν, ἵνα λύχνον ἅψῃ πρὸς τὸ βλέπειν τὸ φῶς, ἀνατείλαντος τοῦ ἡλίου· οὐδεὶς ἐπὶ τοσοῦτον ἄφρων ἐστίν, ἵνα πηγῆς ἐγγὺς παρούσης ὑδρεύηται μήκοθεν ἐκ λάκκου ὕδωρ ἀχρήσιμον· οὐδεὶς οὕτω ποιήσειε τῶν φρονούντων, ὥστε καταλιπὼν ἅλωνας σίτου ἐχούσας σωροὺς παμπληθεῖς [καὶ καταλιπὼν] ζιζανίοις παρακαθέζεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.