Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Πολεμική κατά των αιρετικών περί της ισχύος της μετανοίας μετά το βάπτισμα

Ανασκευή των απόψεων που απορρίπτουν τη μετάνοια των βαπτισμένων, με αναφορές στη συγχώρηση του αποστόλου Πέτρου και στην αποστολική διδασκαλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 9 από 10

Οὐαὶ τοῖς αἱρετικοῖς, τοῖς λέγουσιν οὐκ ἔστι μετάνοια· ἐκ τούτων γάρ εἰσιν οἱ λέγοντες, οὐκ ἔστι Θεός. Εἰ γὰρ ἐπὶ τοῖς ἀσθενοῦσιν ἀνθρώποις καὶ δεομένοις θεραπείας οὐκ ἔστι μετάνοια, ἶσον ἐστὶν εἰπεῖν, οὐκ ἔστι [Κύριος] Θεός.

Ἵνα οὖν δείξῃ ὅτι ἐπολιτεύσατο ἡ μετάνοια, ὅπου ὁ φόβος τῆς κολάσεως ἐπὶ τοὺς παραβάτας ὤξυντο, καὶ ἐπὶ τῆς Ἐκκλησίας οὐκ ἔστι μετάνοια, ὅπου ἡ χάρις ἀξίοις καὶ ἀναξίοις ὡς ἥλιος ἐξανέτειλεν; Εἵλετο ὁ Θεὸς τὰς οἰκείας ἀποφάσεις ἐν τῇ συναγωγῇ τρέψαι, ἵνα τὴν μετάνοιαν χαρίσηται, καὶ ἐπὶ τῆς Ἐκκλησίας αὐτὴν ἀπώσεται; Οὐκ ἔστιν ὡς οἱ αἱρετικοὶ λέγουσιν! Ἡ γὰρ μετάνοια τῇ Ἐκκλησίᾳ συνήνωται, καὶ οἶδε τοὺς μὴ ἐπιμένοντας ταῖς ἀσεβείαις προσάγειν Θεῷ εἰς ζωὴν αἰώνιον. Αὐτὸς εἶπεν ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι, καὶ οὐχὶ νικήσει τοὺς ἀνθρώπους χρηστευόμενος; Ὁ τελώνης, ἵνα ταπεινοφρονήσῃ, ἐνίκησε τὸν Φαρισαῖον, καὶ λέγεις ὅτι ὁ Θεὸς οὐ χρηστεύεται;

Ἐπὶ τοῖς δικαιώμασι τοῦ νόμου ἐπαρρησιάσατο ὁ Φαρισαῖος, ὁ δὲ τελώνης ἐξήγγειλεν αὐτοῦ τὰς ἁμαρτίας, καὶ ἐκτὸς ἔργου ἡ μετάνοια ἐδικαίωσε τὸν ἐξομολογούμενον. Ἵνα τί; Ἵνα πολλοὶ τραπῶσιν εἰς μετάνοιαν. Καὶ λέγεις ὅτι ὁ Θεὸς οὐ χρηστεύεται, καὶ οὐ δέχεται τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν; Λέγε πρῶτος τὰς ἁμαρτίας ἵνα δικαιωθῇς, εἶπεν ὁ Θεός.

Τοσαύτην συγκατάβασιν εἰς ἀπανθρωπίαν τρέπεις, αἱρετικέ; Ἀπὸ λόγων ποιεῖται τῆς μετανοίας τὴν ἀρχήν, ὅτι ἡ διὰ λόγου ἐξομολόγησις προοίμιον μετανοίας ἐστί. Διὰ τοῦτο καὶ προοίμια σωτηρίας δίδοται τῷ τελώνῃ. Οὐ τελείως αὐτὸν ἀπήλλαξε τοῦ ὀφειλήματος, ὅτι οὔπω τελείως μετενόησε. Μάθε τοῦ Θεοῦ τὴν ἀκρίβειαν, καὶ σύνες τῆς μετανοίας τὴν λυσιτέλειαν. Πρὸς τὴν πρᾶξιν δίδωσι τὸν μισθόν. Διὰ τοῦ λόγου ἐξωμολογήσατο, καὶ ἀπεδείχθη πρὸς προκοπὴν μετανοίας ἐνεργοῦς. Τί λέγει ὁ τελώνης; Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Τί πρὸς ταῦτα ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος ὁ τελώνης ὑπὲρ τὸν Φαρισαῖον. Οὐκ εἶπεν ὅτι ἐδικαιώθη ἀπαλλαγεὶς τῆς καταδίκης, ἵνα δῴη τύπον, ὅτι δεῖ ἐνεργῶς μετανοεῖν, οὐ λόγῳ μόνῳ, ἀλλ᾽ ἔργῳ. Ἐδικαιώθη Σόδομα ἀπὸ Ἱερουσαλήμ, ὡς εἶπεν ὁ προφήτης Ἰεζεκιήλ, οὐ διὰ τὴν ἀρετήν, ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς ἀσεβείας τῶν Ἰουδαίων πρὸς τοὺς Σοδομίτας.

Οὕτω δεδικαίωται καὶ ὁ τελώνης κατὰ παράθεσιν τοῦ Φαρισαίου. Ὁ λῃστὴς λόγῳ ὁμολογήσας σῴζεται, οὐ γὰρ ἔσχε καιρόν, ἵνα καὶ ἔργῳ μετανοήσῃ. Ἐκ τῆς μεταβολῆς ἔδειξε τὴν ὁρμήν, ὅτι, εἰ ἔσχε διωρίαν, ἐνεργῶς ἐπέστρεφεν ἄν.

Ὥσπερ οὖν ἐστιν ἐν λόγῳ ἀσεβῆ κριθῆναι, οὕτω καὶ ἐν λόγῳ εὐσεβῆ εὑρεθῆναι. Μωυσῆς καὶ σιωπῶν ἐβόα πρὸς Κύριον. Ἄρ᾽ οὖν ἐστι καὶ ἐν λογισμῷ τυχεῖν ἀφέσεως. Ὁ Παῦλος εἶπε, προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ, ἵνα μηνύσῃ ὅτι καὶ ἑκάτερα λυσιτελῆ καὶ ἓν ἕκαστον. Ὅτε μὲν ᾖ καιρὸς γίνεσθαι ἑκάτερον· μόνον προσεκτέον τῇ πνευματικῇ θεωρίᾳ.

Πρὸς σὲ λέγω, τὸν τὴν μετάνοιαν παραγράφοντα, ὅτι γίνεται ἐπὶ τῆς Ἐκκλησίας ὁ τρόπος αὐτῆς. Οἶδα ὅτι λέγεις, μετὰ τὸ βάπτισμα μὴ εἶναι μετάνοιαν. Τί λέγεις; Τῆς υἱοθεσίας τὴν χάριν ἡμῖν διὰ τοῦ βαπτίσματος ἐδωρήσατο, καὶ τῶν ἁμαρτιῶν τῆς ἀφέσεως τὴν χάριν οὐ παρέξεται; Ὁ τὸ μέγα χαρισάμενος, ἐν τοῖς μικροῖς οὐ χρηστεύεται; Ὁ δοὺς νεκροῖς ἀνάστασιν, οὐ δίδωσιν ἀσθενοῦσιν ἴασιν; Ὁ τυφλώττουσιν ὀφθαλμοῖς χαρισάμενος τὸ βλέπειν, ῥευματισθέντας αὐτοὺς οὐκ ἀποσμήχει; Ὁ τοὺς μώλωπας περικαθαίρων, τῶν ψωριώντων οὐκ ἐπιμελήσεται; Ὁ τὴν ἐλευθερίαν ἐκ δουλείας χορηγήσας, τὴν συντυχίαν τῆς ἀπολογίας ἀποστραφήσεται; Ὁ υἱοθεσίαν παρασχόμενος, ἐξομολογούμενον υἱὸν οὐ παραδέχεται; Ἐκ δούλου υἱὸν ἐποίησε, καὶ σφαλέντα τὸν υἱὸν οὐ δέχεται; Τὸ μέγα καὶ πάντων ὑπέρτερον! Οὐκ ἀναξιοπαθεῖ Θεὸς ἀνθρώπων κληθῆναι πατήρ, καὶ τὸ βραχὺ ἀπαναίνεται, τέκνων ἐξομολογουμένων γενέσθαι ἱλασμός;

Οὐ πείθεις με, ὦ αἱρετικέ, θέλων κατηγορεῖν τῆς τοῦ Θεοῦ χρηστότητος. Ἔχω τὴν πηγὴν καὶ οὐ χρῄζω σου τῆς ξηρότητος. Ἔχων τὸν Χριστὸν ἐλέγχω σου τὴν παρανομίαν. Ὑπὲρ ἡμῶν ἀπέθανε, καὶ οὐ πρεσβεύει ὑπὲρ ἡμῶν; Κατηξίωσεν ὑπὲρ ἡμῶν σταυρωθῆναι, καὶ οἰκτειρῆσαι ἀπαναίνεται; Εἰ τοσοῦτον ἡμᾶς ἠγάπησεν, ὥστε ῥαπισθῆναι δι᾽ ἡμᾶς, καὶ ἔχων πηγὴν ἐλέους λιμώττοντας ὑπερόψεται; Ἐάν τις ἀπορῶν θέλῃ ἐξαγοράσαι δοῦλον ἢ τέκνον, προθῇ δὲ αὐτῷ δοῦναι λύτρα ζημίαν ἢ θανεῖν, οὐχ αἱρεῖται τὰ λύτρα; Εἰ μὴ εἶχεν ὁ Χριστὸς πηγὴν ἐλέους, τάχα τις εἶπεν ὅτι διὰ τοῦτο ἀπέθανεν μὴ ἔχων ὅπως λυτρώσηται τὸν ἀγαπώμενον. Τὸ ὑπερφυὲς ἐποίησε, καὶ τὸ εὐτελὲς αὐτῷ οὐ παρέξει; Ἀσεβοῦντας οὐκ ἀπεβάλετο, καὶ μετανοοῦντας οὐ προσδέχεται; Παρανομοῦντας παρεκάλεσε, καὶ ἐπιστρέφοντας ἀποστρέφεται; Δυσφημοῦντας ἠλέησε, καὶ ἀξιοῦντας οὐ σπλαγχνισθήσεται;

Ἀλλ᾽ ἅπαξ ἐλεεῖ, καὶ τὸ δεύτερον τιμωρεῖται; Σήμερόν ἐστι πατήρ, καὶ αὔριον ἀλλότριος γίνεται; Σήμερον ἔχει πόθον, καὶ αὔριον δι᾽ ἀπήνειαν οὐ τοῦτο ποιεῖ; Σήμερον χρηστός ἐστι, καὶ αὔριον ἀπηνής; Σήμερον κολακευθεὶς παρέσχε, καὶ αὔριον φρόνιμος γεγονὼς οὐκ ἐμπαίξεται; Ἄπαγε! Οὐκ ἔστιν ὃ λέγεις, ἄνθρωπε. Ἀναλλοίωτος ὁ Θεός, ἄτρεπτος. Παῦλος λέγει ὅτι ἀμεταμέλητά ἐστι τὰ χαρίσματα τοῦ Θεοῦ. Καὶ πῶς αὐτὸς κελεύσας προσεύχεσθαι, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, μετενόησε τοῦ ἀφιέναι; Μὴ κατηχουμένοις εἶπε τοῦτο προσεύχεσθαι; Οὐ τῶν πιστῶν ἐστιν εὐχή; Πῶς οὖν λέγεις, μετὰ τὸ βαπτισθῆναι οὐκ ἔστι μετάνοια; Ναί, φής· ὁ Παῦλος λέγει ὅτι ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστόν, καὶ παραβάτας προσδέχεσθαι.

Συντόμως οὖν εἴπω τὸν νοῦν τῆς αἱρέσεως, ἵνα μὴ ὁ λόγος ἐπὶ μῆκος ἐξίῃ εἰς διήγησιν. Ὁ Παῦλος οὐ περὶ μετανοίας εἴρηκεν, ἀλλὰ περὶ δευτέρου βαπτίσματος, ὅτι ἀδύνατόν ἐστι βαπτισθῆναι πάλιν τὸν ἐν Χριστῷ βαπτισθέντα.

Ὅτι αὐτὸς Ἀπόστολος λέγει· ὅσοι ἐβαπτίσθημεν εἰς Χριστόν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Οὐκοῦν διὰ τὸ βάπτισμα εἶπεν, ἀδύνατον τοὺς παραπεσόντας ἀνασταυροῦν τὸν Χριστόν· τουτέστιν ἀναβαπτίζεσθαι. Εἶς ἐστιν ὁ σταυρός· ἕν ἐστι, φησί, καὶ τὸ βάπτισμα. Εἰ ἔστι δεύτερος σταυρός, ἔστι καὶ δεύτερον βάπτισμα.

Πρὸς Ἑβραίους ἔγραφε, καὶ ἤθελε δεῖξαι, ὅτι οὐ κοινόν ἐστι τοῦ Χριστοῦ τὸ βάπτισμα. Οὐκοῦν περὶ τοῦ βαπτίσματος ἐδόκουν τῶν νομικῶν εἶναι παραπλήσιον. Ἵνα οὖν πείσῃ αὐτούς, λέγει, παρ᾽ ἡμῖν ἀδύνατον τοὺς παραπεσόντας, πάλιν ἀναβαπτίζεσθαι. Διαφόρους γὰρ αὐτοὶ ποιοῦνται βαπτισμούς, ὥσπερ ἔμπροσθεν αὐτοὺς ἤλεγξε περὶ καθαρισμοῦ διεξερχόμενος. Καὶ ὁ Χριστὸς ἔδειξε τὸ νομικὸν βάπτισμα ὅτι κοινόν ἐστιν, εἰπὼν ὅτι οἱ Φαρισαῖοι συνεχῶς βαπτίζονται ὄντες ἀκάθαρτοι. Μή, φησί, τὸ ἔξωθεν τῆς παροψίδος πλύνῃς, ἀλλὰ καὶ τὸ ἐντός, γέμον ἁρπαγῆς καὶ πικρίας. Οὐκ εἶπε περὶ μετανοίας, ὅτι ἀδύνατόν ἐστιν ὑπάρξαι τοῖς φωτισθεῖσιν, ὁ Παῦλος, ἀλλὰ περὶ τοῦ μὴ ἀναβαπτίζεσθαι.

Σὺ λογισμοῖς αὐτὸ πράττεις, ἐγὼ δὲ σοὶ τὸ ἔργον τοῦ Ἀποστόλου μαρτυρίαν παρέξομαι. Δείκνυμί σοι ὅτι οἱ σοὶ λόγοι συκοφαντοῦσι τὸν Ἀπόστολον, καὶ προτρέπομαί σε εἰς μετάνοιαν. Γαλάταις ἀφηνιάσασιν ἐκ τῆς πίστεως τί λέγει;

Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ ἦσαν γεννηθέντες δι᾽ ὠδίνων τοῦ Παύλου, τουτέστι πειρασμῶν καὶ θλίψεων, διὰ τοῦτο εἶπεν, ὅτι πάλιν ὠδίνω· πλὴν ὅτι ἤδη ἦσαν βαπτισθέντες ἐν Χριστῷ.

Εἰ δὲ πόλεως ἐκκλησίαν ὁλόκληρον πιστῶν ἀνδρῶν ἀποστατῶν οὐκ ἀπεβάλετο, ἀλλὰ τὸ δεύτερον, ἢ πολλάκις βαπτισθῆναι ἀνεσκεύασε—Μὴ τοῖς ἀβαπτίστοις ἔλεγεν· ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Μὴ ἀβαπτίστοις ἔλεγε· τοσαῦτα ἐπάθετε εἰκῆ; Εἴγε καὶ εἰκῆ; Μὴ ἀβαπτίστοις ἔλεγεν· ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Ἅγιον Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; —εἰ δὲ ὁ Ἀπόστολος κληρικοῖς οὐκ ἀπέκοψε τὴν μετάνοιαν, σὺ λέγεις ὅτι μετὰ τὸ βάπτισμα οὐκ ἔστι μετάνοια;

Δαυῒδ λέγει· τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ· καὶ πῶς οἱ μετὰ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος ἁμαρτάνοντες οὐκ ἔχουσι μετάνοιαν; Προφήτης ἦν, ἀλλ᾽ ἁμαρτήσας μετενόησε, καὶ ὁ Θεὸς αὐτῷ συνεχώρησε· καὶ ἐμοὶ νομίμως μετανοοῦντι οὐ συγχωρήσει; Λέγει οὖν· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου· ἀφῃρέθη γὰρ αὐτοῦ μοιχεύσαντος· μετανοήσαντι δὲ ἀποδίδοται· ἐπειδὴ καὶ μετὰ ταῦτα ἕως θανάτου προεφήτευσε.

Πέτρος ὁ ἀπόστολος, μετὰ τὸ κατασταθῆναι ἀπόστολος, καὶ ποιῆσαι δυνάμεις καὶ σημεῖα ἐν τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος, καὶ βαπτίζειν ἐν Ἱερουσαλήμ, ἠρνήσατο τὸν Χριστόν, καὶ μετανοήσας, οὐκ ἀπεβλήθη· ἔκλαυσε γὰρ πικρῶς, καὶ γλυκείας ἔτυχε χάριτος. Χριστὸς αὐτῷ συνεχώρησεν· οὐ γὰρ δύναται ἄνθρωπος ἀφιέναι, ὅσ᾽ ἄν τις εἰς Θεὸν ἁμαρτήσῃ. Ἐσκανδαλίσθη τῇ παρούσῃ προλήψει, καὶ οὐ Θεὸν ἀρνεῖται· ἀλλὰ τὸ σκάνδαλον τοῦ σταυροῦ ἔχει ἀπολογίαν Χριστοῦ τὴν πρόληψιν. Ὅθεν ὡς Θεός, μὴ ἀρνησαμένῳ κατὰ γνώμην, θᾶττον συνεχώρησε. Θεὸς ἦν ὁ Χριστὸς καὶ πρὸ τοῦ σταυροῦ, ἀλλ᾽ ἐκρύπτετο ἡ θεότης τοῖς ἐπὶ γῆς ἅπασιν. Οὐχ ἑώρα ὁ Πέτρος τὸ ἀόρατον, ἀλλ᾽ εἰς τὸ ὁρώμενον συναρπασθεὶς ὤλισθε· πλὴν ὅτι μετανοήσας ἐδέχθη.

Μὴ ἔχε καταφρονήσεως πρόφασιν τοῦ Πέτρου τὴν ἄρνησιν. Ἐκεῖνος ἐπελάθετο συναρπασθείς, σὺ δὲ ἀταράχως ὀφείλεις ἔχειν τὴν πίστιν. Κραταιωθεὶς τῇ χρονίᾳ διδασκαλίᾳ ἔσχεν εὐθὺς τὸν Χριστὸν καὶ ἔτυχε τῆς συγγνώμης.

Ἀγνοεῖς δὲ σὺ πότερον ἀφίησιν ἢ οὔ· οὐ γὰρ ἔστιν ἀνθρώποις ταῦτα συγχωρεῖν, κἂν ὦσιν ὡς Νῶε, κἂν Ἰώβ, κἂν Δανιήλ. Ἀνάγκη ἀπολογεῖται ὑπὲρ τοῦ Πέτρου· ὃ καὶ ἀπειλὴ ὀλέθρου τοῖς δίχα ἀνάγκης ἐκτρεπομένοις. Σκότος γάρ ἐστιν ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς.