Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η ματαιότητα του παρόντος βίου και η προσδοκία της κρίσης

Σύγκριση των πρόσκαιρων ανέσεων με την αυστηρότητα της μέλλουσας κρίσης, συνοδευόμενη από την αυτομεμψία και την ταπεινή εξομολόγηση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἐνταῦθα γὰρ ἀκούει ἡμῶν παρακαλούντων, καὶ ἐνθάδε συγχωρεῖ ἡμᾶς ἱκετεύοντας. Ἐνταῦθα ἐξαλείφει ἡμῶν τὰς ἀνομίας, ἡμῶν εὐγνωμονούντων. Ἐνταῦθα παράκλησις, ἐκεῖ δὲ ἐκζήτησις. Ὧδε μακροθυμία, ἐκεῖ ἀποτομία. Ὦδε συγκατάβασις, ἐκεῖ δὲ ἀκρίβεια. Ὧδε αὐτεξούσια, ἐκεῖ δικαστήρια. Ἐνταῦθα ἐν ἀδείᾳ, ἐκεῖ ἐν στενοχωρίᾳ. Ἐνταῦθα ἀπόλαυσις, ἐκεῖ δὲ βασανισμοί. Ὧδε πλεονεξία, ἐκεῖ δὲ τιμωρία. Ἐνταῦθα τὸν γέλωτα, ἐκεῖ δὲ τὸν κλαυθμόν. Ὧδε ἀδιαφορία, ἐκεῖ δὲ ἡ κόλασις. Ὧδε καταφρόνησις, ἐκεῖ πῦρ αἰώνιον. Ἐνταῦθα καλλωπισμός, ἐκεῖ δὲ ἡ κόλασις. Ἐνταῦθα φυσίωσις, ἐκεῖ δὲ ταπείνωσις. Ἐνταῦθα αἱ ἁρπαγαί, ἐκεῖ βρυγμὸς ὀδόντων. Ἐνταῦθα χρυσόπαστα, ἐκεῖ σκότος καὶ ζόφος.

Ἐνταῦθα ἀμέλεια, ἐκεῖ ἀσυγχώρητα πάντων πλημμελήματα. Ταῦτα ἐπιστάμενοι, ἀδελφοὶ ἀγαπητοί, διατί ἀμελοῦμεν τῆς ἡμῶν σωτηρίας; Μὴ ἡλωθῇ, ἀδελφοί, ὁ νοῦς ἡμῶν ἐνταῦθα, καὶ μὴ γλυκανθῇ ἡμῖν ἀγάπη τῶν γηΐνων, ἵνα μὴ πικρανθῇ ὁ κλαυθμὸς ἡμῶν ἐκεῖ. Διατί καταφρονοῦμεν μὴ θέλοντες ἰαθῆναι, ἕως οὗ καιρός ἐστι; Δι᾽ ὀλίγων δακρύων τοῦ βραχέος καιροῦ τούτου, καὶ διὰ τῆς μετανοίας, συγχωρεῖ ὁ Θεὸς πάντα παραπτώματα. Κλαῦσον ὧδε ὀλίγον, ἵνα μὴ κλαύσῃς ἐκεῖ εἰς αἰῶνα αἰῶνος ἐν σκότει ἐξωτέρῳ. Εὐγνώμων ὧδε γενοῦ, ἵνα μὴ ἐκεῖ βληθῇς εἰς τὸ πῦρ τὸ ἄσβεστον. Τίς ἡμᾶς μὴ θρηνήσει;

Καὶ τίς ἡμᾶς μὴ κλαύσει; Μισήσαντες γὰρ ζωήν, θάνατον ἀγαπῶμεν. Ἐννοήθητι αὐτός, ἀδελφέ μου γνήσιε, καὶ ἔκλεξαι τὸ κρεῖττον καὶ συμφέρον τῇ ψυχῇ. Ποία σοι δυσχέρεια, ἵνα ἐνταῦθα κλαύσῃς περὶ τῶν ἁμαρτιῶν καὶ ἐνταῦθα δεηθῇς εὐγνώμων γενόμενος διὰ τῆς μετανοίας, ἢ ἐκεῖ ἐντῷ πυρὶ κλαύσῃς μηδὲν ὠφελῶν;

Ἐνταῦθα γὰρ δακρύων τυγχάνεις ἀνέσεως σὺν πάσῃ παρακλήσει, ἐκεῖ δὲ καὶ δακρύων ὑπάγεις εἰς κόλασιν καὶ τὴν ἐπιτίμησιν τῶν μυρίων ταλάντων. Ἀπόδος ὀλιγοστὸν παρακαλῶν Δεσπότην, ὅπως ἂν συγχωρήσῃ ὀφλήματα σῆς ψυχῆς· ἐὰν δὲ μὴ βουληθῇς ἐνταῦθα ἀποδοῦναι ἐκ τοῦ πολλοῦ ὀλίγον, ἐκεῖ ἔχεις ἀποδοῦναι μετὰ πολλῶν βασάνων πᾶσάν σου τὴν ὀφειλήν. Ταῦτα δὲ ἐγὼ λέγω τῷ ὑμετέρῳ πόθῳ, ἀγαπητοὶ ἀδελφοὶ καὶ φιλόθεοι, οὐχ ὡς ἄξιός τις ὢν καὶ καθαρὸς ἐν βίῳ, ζήσας ἐν ἁγνότητι· ἀλλὰ ἀπὸ πολλοῦ πόνου καὶ λύπης τῆς καρδίας, ἐννοῶν εἰς ἐμαυτὸν τί ἡμῖν ἀπόκειται καὶ ἡμεῖς ἀμελοῦμεν. Ἐγὼ δέ, ἀδελφοί, ἀκάθαρτος τυγχάνων, ἀσεβὴς ἐν βίῳ μου, πράξεσι καὶ λογισμοῖς, μὴ συνειδὼς ἐμαυτῷ παντελῶς τι ἀγαθόν, ἀλλὰ νῦν καὶ πάντοτε ἁμαρτωλὸς καὶ χαῦνος τῇ ἐμῇ προαιρέσει.

Ταῦτα δὲ λέγω ἐγὼ τῇ ὑμῶν ὁμονοίᾳ, ὅτι συνέχει λύπη τὴν καρδίαν μου ἀεί, περὶ κρίσεως Θεοῦ φοβερᾶς τῆς μελλούσης. Πάντες γὰρ ὑπάρχομεν ἀεὶ καταφρονηταί, καὶ νομίζοντες ζῆσαι ἐν βίῳ τῷ ματαίῳ εἰς αἰῶνα αἰῶνος. Ὁ αἰὼν παράγεται καὶ τὰ ἐν αὐτῷ πάντα· καὶ ἡμεῖς, ἀγαπητοί, λόγον ἀπαιτούμεθα περὶ τούτων ἁπάντων, ὡς εἰδότες τὰ καλὰ καὶ ποιοῦντες τὰ κακά. Ὧδε καταφρονοῦντες τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ, προετιμήσαμεν γῆν καὶ τὰ ἐν αὐτῇ πάντα. Ὁ ἄργυρος καὶ ὁ χρυσὸς οὐκ ἐξελεῖται ἡμᾶς ἐκ τοῦ φοβεροῦ πυρός. Ἱμάτια καὶ τρυφὴ εἰς κατάκριμα ἡμῶν εὑρίσκονται ἐκεῖσε. Ἀδελφὸς οὐ λυτροῦται τὸν ἴδιον ἀδελφόν, οὐδὲ ὁ πατὴρ πάλιν τὸ τέκνον τὸ ἴδιον, ἀλλὰ ἕκαστος ἵσταται ἐν ἰδίῳ τάγματι, ἐν τῇ ζωῇ καὶ πυρί. Πολλοί εἰσιν ἅγιοι, δίκαιοι καὶ ὅσιοι γυμνωθέντες τοῦ βίου καὶ τῶν αὑτοῦ πραγμάτων τῇ καλῇ προαιρέσει τῆς αὑτῶν ἐξουσίας, καὶ ἐλπίδι ἀγαθῇ τῶν ἐντολῶν τοῦ Θεοῦ, πεισθέντες ἀπολαύσειν τῶν ἀγαθῶν τοῦ Θεοῦ ἐν παραδείσῳ τρυφῆς· Χριστὸν γὰρ ποθήσαντες προετίμησαν αὐτὸν ὑπὲρ πάντα τὰ φθαρτά· διὸ καὶ καθ᾽ ἑκάστην ἐν Θεῷ ἀγάλλονται, ἐν Χριστῷ φωτίζονται, ἐν Πνεύματι Ἁγίῳ χαίροντες ἀδιαλείπτως. Ἀγάλλεται εἰς αὐτοὺς ἡ Τριὰς ἡ Ἁγία· ἀγάλλονται εἰς αὐτοὺς Ἄγγελοι καὶ Ἀρχάγγελοι· ἀγάλλεται εἰς αὐτοὺς παράδεισος τῆς τρυφῆς. Ἀληθῶς οὗτοί εἰσιν ἐπαινετοί, ἔνδοξοι, μακάριοι πάντοτε.