Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παρθενίας

Ἐφραίμ ὁ Σύρος

Πρακτικές παραινέσεις, καθαρή προσευχή και τελική δοξολογία

Συμβουλές για τη μίμηση του βίου των πατέρων, την απερίσπαστη προσευχή και την πνευματική μελέτη, με κατάληξη στην τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Διὸ παρακαλῶ σε, ἀδελφέ μου, γενοῦ ἀεὶ μιμητὴς τῶν τελείων πατέρων, τῶν γενομένων ναῶν ἁγίων καὶ ἀμώμων τοῦ ἀχράντου Δεσπότου. Βάδισον τοῖς ἴχνεσι τῶν ἁγίων πατέρων, τῶν πολιτευσαμένων ἐν παρθενίᾳ ἁγνῇ καὶ ἀσκήσει σεμνῇ, καὶ ἐν εὐχῇ, καὶ ἐν νηστείᾳ. Ἀγάπα τὴν ἄσκησιν, πόθησον τὴν προσευχήν, ὁμιλίαν οὖσαν Δεσπότου· πᾶσα γὰρ προσευχὴ ἁγία καὶ καθαρὰ τῷ Δεσπότῃ ὁμιλεῖ. Προσευχὴ δὲ τελείων ποθησάντων τὸν Θεόν, μετὰ μεγάλης χαρᾶς παρρησίας τε πολλῆς εἰς αὐτὸν οὐρανὸν ἀναβαίνει συνεχῶς. Ἄγγελοι 〈καὶ〉 Ἀρχάγγελοι ἀγάλλονται ἐν αὐτῇ, καὶ ἔμπροσθεν τοῦ θρόνου τοῦ ἁγίου καὶ ὑψηλοῦ Δεσπότου ἁπάντων παριστάνουσιν αὐτήν. Τότε γὰρ χαρά ἐστιν, ὅταν προσενέγκωσιν ἔμπροσθεν τοῦ Δεσπότου προσευχὰς τῶν δικαίων ἀγαπώντων τὸν Θεόν.

Σπούδασον οὖν, ἀδελφέ, τοῦ γενέσθαι μιμητὴς βίου καὶ ἀρετῶν τῶν ὁσίων πατέρων. Βάδισον ἐν τῇ ὁδῷ τῆς αὐτῶν πολιτείας. Ἄσκησον ὡς καὶ αὐτοί. Ἄσκησον τῇ ἐννοίᾳ, ἄσκησον τῷ πνεύματι, ἄσκησον τῷ σώματι, ἄσκησον καὶ σχήματι, ἄσκησον καὶ βρώματι, ἄσκησον καὶ τῇ γλώττῃ, ἄσκησον καὶ βλέμματι, ἄσκησον καὶ τῷ λογισμῷ, ἄσκησον καὶ γέλωτι, ἵνα δειχθῇς ἐν πᾶσιν ὡς τέλειος ἀθλητής.

Πρόσεχε οὖν σεαυτῷ, μήποτε μετέωρος εὑρεθῇς εὐχόμενος. Ὅταν δὲ παραστήσῃς τῷ Θεῷ προσεύξασθαι, μετὰ φόβου καὶ τρόμου παράστηθι αὐτῷ. Ἀπόκοψον κύκλωθεν ἀπὸ τῆς σῆς καρδίας λογισμούς, καὶ μέριμναν ἀπὸ πάντων τῶν γηΐνων· γίγνου δὲ ὅλος αὐτὸς ἄγγελος οὐράνιος ἐν ὥρᾳ τῆς προσευχῆς, καὶ οὕτως ἀγώνισαι, ἵνα ἐστὶν εὐχὴ ἁγία καὶ καθαρά, ἄσπιλος καὶ ἄμωμος, ἵνα ἴδωσιν αὐτὴν αἱ οὐράνιαι πύλαι, καὶ χαιρόμεναι εὐθὺς ἀνεῳχθῶσιν αὐτῇ· ἵνα ἰδόντες αὐτὴν Ἄγγελοι καὶ Ἀρχάγγελοι, πάντες εὐφραινόμενοι συναντήσωσιν αὐτήν, καὶ ἔμπροσθεν τοῦ ἁγίου καὶ ὑψηλοῦ θρόνου τοῦ ἀχράντου Δεσπότου προσενέγκωσιν αὐτήν. Οὕτω γενοῦ πάντοτε τῇ ὥρᾳ τῆς προσευχῆς, ὡς Χερουβεὶμ καὶ Σεραφείμ, προσκείμενος τῷ Θεῷ.

Μελέτησον, ἀδελφέ, εἰς τὰ ῥήματα ταῦτα, καὶ μελῴδησον αὐτὰ μετὰ φόβου καὶ χαρᾶς. Βρώματα πνευματικὰ χορηγοῦσι τῇ ψυχῇ. Γλυκαίνουσιν αὐτὴν ἀπὸ τῆς πικρότητος τοῦ βίου τοῦ ματαίου, καὶ κουφίζουσιν αὐτὴν ἀπὸ βάρους μεριμνῶν τῶν γηΐνων πραγμάτων. Πάντα ὅσα ἤκουσας, σπεῦσον διατηρῆσαι.

Ἀνάπαυσον τὸν Θεὸν ἐν τῷ νοΐ σου ἀεί, ὅπως εὑρεθῇς ἐκεῖ ἔχων παρρησίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φρικτῇ καὶ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Χριστὸς ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν αὐτοῦ πρᾶξιν. ᾮ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.