Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Ο έλεγχος της συνείδησης, η επίφαση ευλαβείας και ο φόβος της κρίσης

Αναδεικνύεται η αντίθεση μεταξύ της εξωτερικής ευλαβείας και της εσωτερικής ακαθαρσίας, εκφράζεται η αγωνία για τη μέλλουσα κρίση και στηλιτεύεται η αστάθεια της καθημερινής μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἔστιν ἄρα πικρότερόν τι τοῦ πένθους τούτου καὶ τοῦ κλαυθμοῦ; Ἔστιν ἑτέρα αἰσχύνη ταύτης χαλεπωτέρα; Οὕτω γὰρ λέγω, ὅτι οὐκ ἔστι πικρότερον τῆς αἰσχύνης ταύτης, ὅταν ποιῇ ἄνθρωπος τὰ τοῦ Ἐχθροῦ θελήματα. Γινώσκων γὰρ τὰ δεσμά μου, κρύπτω αὐτὰ καθ᾽ ὥραν ἀπὸ πάντων τῶν θεατῶν ἐν σχήματι εὐλαβείας· καὶ ἡ ἐμὴ συνείδησις ἐλέγχει με ταῦτα πράττειν, λέγουσά μοι καθ᾽ ἑκάστην· εἰς τί οὐ νήφεις, ἄθλιε; Ἢ οὐκ οἶδας ὅτι ἦλθε καὶ ἤγγικεν ἡ ἡμέρα τῆς κρίσεως τῆς φοβερᾶς, ἐν ᾗ πάντα φανεροῦνται; Ἀνάστηθι ὡς δυνατός· διάρρηξον τὰ δεσμά σου· ἐν σοί ἐστιν ἡ δύναμις τῆς λύσεως καὶ δέσεως. Ταῦτα ἀεὶ καὶ λέγει μοι καὶ ἐλέγχει με ἡ συνείδησις, καὶ οὐ θέλω ἐκ τῶν δεσμῶν καὶ παγίδων ἀπαλλαγῆναι.

Ὀδύρομαι καὶ στενάζω περὶ τούτων καθ᾽ ἡμέραν, καὶ ἐν αὐτοῖς εὑρίσκομαι δεδεμένος τοῖς πάθεσι. Τάλας ἐγὼ καὶ ῥᾴθυμος, ἀπρόκοπος εἰς ἀγαθὸν ἐμῆς ψυχῆς, μὴ φοβεῖσθαι ἐν παγίσι τοῦ θανάτου. Τὸ σῶμά μου περίκειται σχῆμα καλὸν εὐλαβείας, ἡ δὲ ψυχὴ πεπέδηται ἐν λογισμοῖς ἀπρεπέσιν. Ἐνώπιον τῶν θεατῶν μετὰ σπουδῆς εὐλαβοῦμαι, καὶ ἔνδοθέν εἰμι σχεδὸν ὡς θηρίον ἀνήμερον. Γλυκαίνω μου τὴν λαλιὰν τοῖς ἀνθρώποις μεταδιδούς, πικρὸς αὐτὸς ἐγὼ ἀεὶ καὶ πονηρὸς τυγχάνων τῇ προθέσει. Καὶ τί ἄρα ποιήσω ἐν ἡμέρᾳ διαγνώσεως, ὅταν ὁ Θεὸς δηλοῖ πάντα ἐπὶ βήματος; Ἐγὼ αὐτὸς ἐπίσταμαι ὅτι ἐκεῖ κολάζομαι, ἐὰν μὴ ὧδε δυσωπήσω ἐν δάκρυσι τὸν Δικαστήν. Χάριν τούτου οὐ συνέχει τοὺς οἰκτιρμοὺς ἐν τῇ ὀργῇ, ὅτι αὐτὸς ἐκδέχεται εἰς τὴν ἐμὴν ἐπιστροφήν. Οὐ γὰρ θέλει τινὰ ἰδεῖν ἐν τῷ πυρὶ καιόμενον, ὅτι πάντας τοὺς ἀνθρώπους θέλει εἰσελθεῖν εἰς τὴν ζωήν.

Θαρρῶν οὖν τοῖς οἰκτιρμοῖς σου, Κύριε, Υἱὲ Θεοῦ, προσπίπτω σοι δεόμενος, ἐπίβλεψον καὶ ἐπ᾽ ἐμέ. Ἐξάγαγε τὴν ψυχήν μου ἐκ φυλακῆς ἀνομιῶν, καὶ ἐκλάμψῃ ἀκτὶς φωτὸς ἐν τῇ ἐμῇ διανοίᾳ, πρὶν ἀπέλθω εἰς τὴν κρίσιν τὴν φοβερὰν καὶ ἀποκειμένην μοι, ὅπου παντελῶς οὐκ ἔστι περὶ κακῶν μετανοεῖν. Ἰδοὺ γὰρ συνέχομαι ἐν ἑκατέροις λογισμοῖς τοῦ ἐκδημεῖν τοῦ σώματος, τοῦ μηκέτι ἁμαρτάνειν· φόβος πάλιν λαμβάνει με τὸν ἄθλιον καὶ ἀσεβῆ, πῶς ὑπάγω ἀνέτοιμος, ὅλος γυμνὸς τῶν ἀρετῶν; Φόβος μέγας βασανίζει τὴν καρδίαν μου συνεχῶς τοῦ μένειν ἐν τῇ σαρκὶ καὶ ἐκδημεῖν ἐκ τῆς σαρκός, καὶ εἰς ποίαν τῶν θατέρων παρακλιθῆναι οὐ γινώσκω. Ὅτι ὁρῶ ἐμαυτὸν ἀπρόθυμον εἰς ἀγαθόν· καὶ γὰρ τὸ ζῆν ἐν τῇ σαρκὶ φόβος ἐστὶ καὶ δειλία. Ἀνὰ μέσον γὰρ παγίδων βαδιοῦμαι καθ᾽ ἑκάστην, καὶ ἔοικα ἐμπόρῳ ῥᾳθύμῳ καὶ ὀκνηρῷ ζημιουμένῳ καθ᾽ ὥραν κεφάλαιον μετὰ κέρδους.

Οὕτως ἐγὼ ζημιοῦμαι τὰ οὐράνια ἀγαθὰ ἐν τοῖς πολλοῖς περισπασμοῖς ἑλκόντων με εἰς τὰ κακά. Αἰσθάνομαι γὰ εἰς ἐμαυτὸν πῶς κλέπτομαι κατὰ ὥραν, καὶ μὴ θέλων εὑρίσκομαι εἰς πράγματα ἅπερ μισῶ. Ἐξίσταμαι ἐν τῇ κτίσει, πῶς ὡραία ἐστὶν ἀεί, καὶ ἀπρεπής μου ἡ γνώμη ἀνὰ μέσον τῶν καλλίστων. Ἐξίσταμαι ἐν τῇ ἐμῇ προαιρέσει τῇ κακίστῃ ἐν θλίψεσιν ἐν αἷς ἀεὶ ἁμαρτάνει διαφόρως. Ἐξίσταμαι ἐν τῇ ἐμῇ μετανοίᾳ καθ᾽ ἡμέραν, πῶς οὐκ ἔχει τὸν στερεὸν θεμέλιον οἰκοδομῆς. Καθ᾽ ἑκάστην τίθημι θεμέλιον οἰκοδομῆς, καὶ πάλιν ταῖς ἐμαῖς χερσὶ καταλύω τὸν κάματον.

Οὐκ ἔβαλεν ἀρχὴν καλὴν ἡ καλή μου μετάνοια. Τέλος πάλιν οὔπω ἔχει ἡ κακίστη ἀμέλεια. Δεδούλωμαι χαυνότητι, θελήματι τοῦ Ἐχθροῦ μου, εὐπροθύμως ἐπιτελῶν πάντα αὐτοῦ τὰ ἐράσμια. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ πολὺ ἀμύθητον, καὶ τοῖς ὀφθαλμοῖς πηγάς, ἵνα ἀεὶ βρύωσι δάκρυα, καὶ κλαύσωμαι διαπαντὸς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵνα πέμψας χάριν αὐτοῦ ἀνασπάσῃ ἁμαρτωλὸν ἐκ θαλάσσης μαινομένης ἐν κύμασιν ἁμαρτιῶν, χειμαζούσης τὴν ψυχήν μου ἐν ζάλαις κατὰ ὥραν; Τὰ γὰρ ἐμὰ θελήματα ἐνίκησαν τὰ τραύματα μὴ παντελῶς δεχόμενα ἐπιδέσμους ἰάσεως. Ἐπ᾽ ἐλπίδι μετανοίας ἐστί μου ἡ προσδοκία· κλεπτόμενος ἐν τῇ αὐτῇ ὑποσχέσει τῇ ματαίᾳ καὶ μέχρις ὅτου ἐκλείψω. Ταύτην ἔχω προσδοκίαν· ἀεὶ λέγων μετανοεῖν, οὐδέποτε μετανοῶ. Τοῖς ῥήμασι μετανοῶ μετὰ σπουδῆς, τοῖς δὲ ἔργοις μῆκος πολὺ ἀπέχω τῆς μετανοίας. Ἐάν εἰμι ἐν ἀνέσει, λανθάνω μου καὶ τὴν φύσιν.