Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Βιβλικά πρότυπα συμπεριφοράς και πνευματική διάκριση

Εξέταση της στάσης των προφητών ως υποδειγμάτων παρρησίας και ταπείνωσης, και οδηγίες για το μέτρο στην άσκηση και τη συναναστροφή με τους κοσμικούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Μακάριοι οἱ τέλειοι, ὅτι ὡς μαργαρῖται ἀμίαντοι ἐν παντὶ τόπῳ διαμένουσι. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι ὡς ὁ ἥλιος καὶ ἐν σκότει φαιδροὶ τυγχάνουσιν. Οὐκ ἐμίανε τὸν Ἱερεμίαν ὁ ἐν τῷ λάκκῳ βόρβορος, οὐκ ἠδίκησαν τὸν Δανιὴλ οἱ λέοντες. Τοὺς τρεῖς παῖδας τὸ πῦρ Βαβυλῶνος οὐκ ἔβλαψεν. Ἐκ τῶν αἰσθητῶν δηλοῦται, ὅτι οὐ δύνανται καταβλάψαι τὰ ἐναντία πνεύματα, ἐὰν ἐν Βαβυλῶνι ἦτε καὶ τοὺς κρατοῦντας παιδεύετε, ἐὰν ἐν τῷ Ἰσραὴλ κεκρυμμένοι καὶ φεύγοντες τοὺς ἀσεβοῦντας ἐλέγχετε. Νοήσατε διὰ τί ἐν Ἱερουσαλὴμ ὀφείλετε κρύπτεσθαι, ἐν δὲ τῇ Βαβυλῶνι παρρησιάζεσθαι.

Δαυῒδ ὁ βασιλεὺς ὑμᾶς διδάξει ὅτι τὸν μὲν Γολιὰθ ἤχθαιρεν, εἰς δὲ τὸν Σαοὺλ ταπεινώσει ἐκέχρητο. Εἶπε τὴν αἰτίαν, ὅτι χριστὸς Κυρίου γέγονε· τὸν δὲ Γολιάθ, ὡς ἀμύητον εὐσεβείας, ἀνῄρει προφανῶς. Ἄλλους καὶ ἀναγγέλλοντας θάνατον χριστοῦ Κυρίου ἀπέσφαττε, τινῶν δὲ καὶ θανεῖν ὀφειλόντων ἐφείδετο.

Ἆρα χρὴ καὶ διαλύειν ὑμῖν τὰ αἰνίγματα, ἢ ὑμῖν αὐτοῖς καταλιπεῖν; Καὶ τί ποιήσουσιν οἱ ἁπλούστεροι, οἱ μὴ ἐπιγνόντες τὴν δύναμιν; Ὑμεῖς, ὡς ἔφην, καὶ ἔργῳ πλείονα οἴδατε, οἱ δὲ μεθ᾽ ὑμῶν δέονται τῆς διαφράσεως.

Ἐπὶ ἐκκλησίας, ὡς οἱ προφῆται ἐπὶ Ἱερουσαλήμ, δεῖ ἡσυχίαν ἄγειν· ἐπὶ δὲ ἡμῶν χρήσιμον καλουμένους τὴν ἀλήθειαν φθέγγεσθαι. Ἐπὶ δὲ ἱερέων ἢ σοφῶν ἢ εὐσεβῶν δεῖ ταπεινοφρονεῖν, ὡς οἱ προφῆται πεποιήκασιν· ἐπὶ δὲ χρείαν ἐχόντων ἐλέγχου, μὴ ὑποκρίνεσθαι. Ἐὰν οἱ προχειρισθέντες ὑπὸ Κυρίου ἡμᾶς διώκουσι, φύγωμεν· ἐὰν οἱ ἐν κόσμῳ τυραννοῦντες, ὡς ὁ Δανιήλ, παρρησιασώμεθα· ἐάν τις καταλεγῇ τῶν εὐσεβείας θεραπευτῶν, ὡς νεκροὺς λογισώμεθα διὰ τὸν προχειρισάμενον. Ἐὰν καὶ εἰς ἁμαρτίαν ἰδιωτῶν φιλεχθρεῖν γένηταί τινας, φεισώμεθα διὰ τὴν εὐγένειαν. Ἑαυτοὺς ὅλως μὴ ἐκδικῶμεν· ὡς Δαυῒδ ὁ βασιλεὺς πεποίηκε. Ζημίας περιφρονήσωμεν. Περὶ λειτουργίας πενήτων ἀκριβευσώμεθα, ὡς οἱ Ἀπόστολοι· περὶ τραπέζης λαμπρᾶς ἧττον φροντίσωμεν. Περὶ προσφορᾶς ἁγίας μεριμνήσωμεν ὡς Μωυσῆς· περὶ συνόντων εἰς κόρον γαστρὸς ἀμελήσωμεν. Περὶ ξένων πλησμονῆς ὡς ὁ Ἀβραὰμ σπεύσωμεν· περὶ συγκαταβάσεων ἀκριβευσώμεθα. Περὶ δὲ ἀσθενοῦντος συγκαταβῆναι μὴ παραιτησώμεθα, ὡς ὁ Ἀπόστολος Κορινθίοις πεποίηκεν.

Ἐὰν χρὴ ὑπὸ ἀνάγκης μεταβαλεῖν τὴν δίαιταν, ποιεῖν ἀκόλουθον· ἑαυτοῖς δὲ ἐπινοεῖν, ἀχρήσιμον. Ὅτε δεῖ καὶ ἑαυτῶν μὴ φεισώμεθα· ὅτε δὲ ἑαυτοὺς διοικοῦμεν, ὡς χρῄζοντες. Εἴ ποτε ἡττηθῶμεν, μὴ ἀπογνῶμεν· εἴ ποτε δὲ κατορθώσωμεν, μὴ φυσιωθῶμεν· ἐλπίζειν γὰρ ἐφ᾽ ἑκατέραν τροπὴν ὀφείλομεν. Τοὺς ἀδελφοὺς παιδεύσωμεν, ὡς μανθάνοντες, τοὺς δὲ πταίοντας διορθωσώμεθα, ὡς διδάσκοντες. Τοὺς βιωτικοὺς μὴ βλάψωμεν ἀδιαφοροῦντες· ὑπόληψιν δὲ ἔργῳ εὐσεβείας διδάξωμεν· προτρεψώμεθα μετὰ φαιδρότητος, καὶ μετὰ τοῦ πρέποντος ἤθους συνεστιώμεθα. Μήτε κρύπτωμεν δόξαν Θεοῦ, μήτε τὴν οἰκείαν πολιτείαν ἀποκαλύπτωμεν. Μὴ ὡς ἀφελεῖς πράξωμεν, λαλήσωμεν δὲ ὡς ἁπλούστεροι· μὴ ὡς πανοῦργοι ὀφθῆναι σπεύσωμεν, ἀλλ᾽ ὡς φρόνιμοι μανθάνειν ἐπιθυμῶμεν· μὴ ὦμεν περίεργοι συντυγχάνοντες, ἀλλὰ μηδὲ μωρῶς ἀποκρινώμεθα· μὴ φιλοπόνως μέν, πλεῖον δὲ τῶν θείων εἰς τὰ ὅμοια· μήτε μὴ ἔχοντες σχολὴν τρέψωμεν τοῦ Θεοῦ τὴν λειτουργίαν.

Ἐὰν δυνάμεθα ποιῆσαι καλὸν ἑκάτερον, μὴ τὸ ἓν ἀντὶ δύο τάξωμεν. Ἐὰν ἐμποδίζῃ τὸ καλὸν τὸ κάλλιον, μὴ προσκυνήσωμεν τὸ ἔλασσον. Ὅτε χρή, λαλήσωμεν, ἵνα οἴδαμεν τοὺς λαλοῦντας ὅτε μὴ χρή. Ὅτε δεῖ, σιωπήσωμεν, ὅπως γνῶμεν τῆς ἡσυχίας τὴν ὠφέλειαν. Τὸ ἔργον ἐν τοῖς πόνοις μετρήσωμεν, καὶ γνωσόμεθα τίς αὐτοῦ λυσιτέλεια· τὸ κέρδος πρὸς τὴν αὐτάρκειαν φιλοκαλήσωμεν, καὶ εἰσόμεθα τὶς ἡ ὠφέλεια τῆς ἀσκήσεως.