Οὐκοῦν ποθήσωμεν τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν· δι᾽ αὐτῆς γὰρ συμβασιλεύσομεν. Φύγωμεν δὲ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ τὰ βαδίσματα, ἥτις πρόξενος γίνεται ἡμῖν τῆς ἀτελευτήτου κολάσεως. Τὸ λοιπόν, ἀδελφοί, ἐργασώμεθα τὸ ἀγαθὸν ἐξ ὅλης τῆς διανοίας· νεκρώσωμεν τὸ φρόνημα τῆς σαρκός, ἵνα μὴ εὑρεθῶμεν ἐχθροὶ τοῦ Θεοῦ· Παῦλος, ὁ μέγας ἀπόστολος τοῦ Χριστοῦ, ταῦτα εἴρηκεν. Ἐλεηθῶμεν. Δώσομεν ἄρτον, καὶ λάβωμεν τὸν οὐρανόν· δώσομεν ὀβολόν, καὶ οἰκήσομεν παράδεισον· δώσομεν ἱμάτιον, καὶ κληρονομήσομεν τὴν τῶν οὐρανῶν βασιλείαν· δώσομεν ὀλίγα, ἵνα λάβωμεν πολλά· δώσομεν προαίρεσιν, καὶ τὸ πᾶν ἀνύσομεν· δώσομεν προθυμίαν, καὶ ληψόμεθα ἰσχύν. [Φησὶ γὰρ ὁ Νυσσαέων Γρηγόριος· μόνον ἀρετὴ καμάτῳ τρέφει τὴν δύναμιν, μὴ ἐνδοῦσα τὸν τόνον, ἀλλ᾽ ἐπαύξουσα.] Δακρύσωμεν ἐνταῦθα, φιλόχριστοι ἀδελφοί, ἵνα σβέσωμεν τὴν ἀτελεύτητον φλόγα. Οἱ γὰρ ὧδε χαριεντιζόμενοι, ἐκεῖ καταδικασθήσονται· οἱ ὧδε κλαίοντες, ἐκεῖ γελάσουσιν· οἱ ὧδε ὀνειδιζόμενοι, ἐκεῖ μακαρισθήσονται· οἱ ὧδε πεινῶντες, ἐκεῖ χορτασθήσονται· οἱ ὧδε διψῶντες, ἐκεῖ κορεσθήσονται. Νήψωμεν, γρηγορήσωμεν ὅσην δύναμιν. Μὴ ἐκκακήσωμεν κρούοντες καὶ παρακαλοῦντες, καὶ πάντως ἀνοίξει Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτῷ ἡ δόξα πρέπει, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.