Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ στόματος νόσου καὶ περὶ κακῶν παθῶν

Ἐφραίμ ὁ Σύρος

Εμπαιγμός, συκοφαντία και αθέτηση όρκων

Καταδίκη της χλεύης, των καταρών και της ασωτίας μέσα από ιστορικά παραδείγματα της Παλαιάς Διαθήκης, καθώς και διδασκαλία για την τήρηση των υποσχέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Μὴ καταφρονήσῃς καταλαλιᾶς, ὡς μικροῦ τινος καὶ μὴ δυναμένου ἀναιρεῖν. Μάθε ἐκ τῆς θήρας τῶν θηρατῶν μὴ καταφρονεῖν τοῦ βραχυτάτου· συμβαίνει γὰρ τὸ πτηνὸν ἐπὶ τῆς παγίδος κατέχεσθαι δι᾽ ὄνυχος μικροῦ, καὶ ταπεινοῦται καὶ ἡττᾶται ἡ τῶν πτερύγων δυναστεία διὰ τοῦ ἄκρου τοῦ εὐτελοῦς ὄνυχος, καὶ ὅλως ὂν ἔξω τῆς παγίδος, ὅλως ἐν αὐτῇ πεπαγίδευται. Καὶ ὁ θεῖος Ἀπόστολος μίαν καὶ τὴν αὐτὴν ἀπόφασιν ὥρισε κατὰ τῶν φονέων καὶ τῶν λοιδόρων καὶ τῶν ἀσώτων, ὡς καὶ κατὰ τῶν μοιχῶν· οὐδεὶς γάρ, φησί, τῶν τοιούτων κληρονομῆσαι δύναται τὴν τῶν οὐρανῶν βασιλείαν· καὶ ἴσην μερίδα ἔθετο αὐτοῖς πᾶσιν ἐν τῷ καιρῷ τῆς δικαιοκρισίας, τὴν ἀποστέρησιν τῆς οὐρανίου κληρονομίας.

Ἵνα δὲ γνῷς, ὅτι ἄξιοί εἰσιν οἱ τοιοῦτοι τῆς ἴσης τῶν ἄλλων τιμωρίας, Χαναὰν διὰ ποίαν αἰτίαν ἔτυχε κατάρας αἰωνίου· οὐχὶ ὅτι κατεγέλασε τοῦ δικαίου; Οὐ γὰρ πράξει χαλεπῇ κατεκρίθη, ἀλλὰ γέλωτος χάριτι ψιλοῦ ἀπέλαβεν ἀπόκρισιν φοβερὰν καὶ διὰ τὴν προπέτειαν τῆς γλώττης ἐδέξατο ὀδύνην πικράν. Καθαροὶ ἐτύγχανον οἱ λογισμοὶ αὐτοῦ, καὶ τὸ στόμα αὐτοῦ ἀνεῖλεν αὐτόν. Εἰ γέλωτος μικροῦ χάριν οὐαὶ ἐκεῖνος τοιοῦτον ἐδέξατο, τίς οὐ μὴ φοβηθεὶς φύγῃ τὰ παίγνια δι᾽ ὧν κτῆσις τῶν καταρῶν γέγονεν;

Ἀφελκύσας γὰρ τὸν Χαναὰν ὁ δίκαιος ἀπὸ τῶν εὐλογιῶν παρέπεμψεν αὐτὸν ταῖς κατάραις καὶ ἐζωγράφησεν ἐν αὐτῷ τὴν μέλλουσαν γενέσθαι κρίσιν κατὰ τῶν γελᾶν ἀγαπώντων. Ἐὰν ὑποβάλῃ ὁ Διάβολος προσώπῳ τῆς ἀγάπης ἱλαρεύεσθαι καὶ καταγελᾶν, καὶ Χαναὰν ἱλαρευόμενος κατεγέλασε, καὶ καταρῶν γέγονεν ἐντός. Ἄκουε τοῦ σοφωτάτου Σολομῶντος βοῶντος καὶ δηλοῦντος τὴν ἐν τῷ γέλωτι κεκρυμμένην βλάβην. Ὁ γάρ, φησί, καταγελῶν ἀνθρώπου παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ γὰρ γέλως ὁ κατὰ ἄνθρωπον γενόμενος ἀνατρέχει εἰς τὸν δημιουργόν. Σὺ προσέχεις ἀφελῶς τῷ φαινομένῳ παιγνίῳ, ὁποῖος δὲ δόλος λανθάνει ἐν αὐτῷ, ἀγνοεῖς.

Νῶε ὁ δίκαιος γνοὺς τὸν δόλον καὶ μὴ δηλώσας τῷ ἀγνοοῦντι αὐτόν, ἐκτεμὼν ἀπεστέρησεν αὐτὸν τῶν εὐλογιῶν, ἵνα σὺ ὡς διακριτικὸς γνούς, πηλίκη ἐστὶν ἡ τοῦ γέλωτος μιαρὰ ἐνέργεια, παύσῃ τοῦ καταγελᾶν τῶν ἀδελφῶν.

Σεμεῒ κατάρας ἐξήνεγκε, καὶ αὖθις ὁ Ἀπόστολος φωνὴν φοβερὰν κατὰ τῶν καταρωμένων. Ζητήσαντες ἴδωμεν ἡμεῖς, ποῖον ἔσχον κέρδος οἱ κατάραις χρώμενοι. Σεμεῒ ποίῳ πτώματι περιέπεσε; Μοιχὸς οὐκ ὤφθη, οὔτε κλέπτης κατεσχέθη, ἀλλὰ κατάραις ἐχρήσατο, ἐξ ὧν παρέκυπτεν ἡ συκοφαντία.

Ἐν τῇ συκοφαντίᾳ καὶ τὰ γενόμενα ἀνακαλύπτεται, καὶ τὰ μὴ γενόμενα λαλεῖται [δι᾽ αὐτῆς]· λαμβάνουσαι γὰρ αἱ ὠδῖνες τὸν θυμὸν τίκτουσι πάντα λόγον πονηρόν. Τούτῳ τῷ θυμῷ ἐλοιδόρησε Σεμεῒ τὸν ἀνεξίκακον βασιλέα· ἐπήγαγε γὰρ αὐτῷ κατηγορίαν τοῦ θανάτου Σαούλ, τῷ ῥυσαμένῳ Σαοὺλ ἐκ θανάτου πλειστάκις· καὶ ἐπειδὴ ἐναντίως ἐξήνεγκε κατ᾽ αὐτοῦ ψῆφον, ὀρθῶς κατέκρινεν αὐτὸν ὁ δίκαιος κριτής· ἔθετο αὐτῷ ὅριον τοῦ μὴ ὑπερβῆναι, καὶ ἐπηγγείλατο φυλάττειν, καὶ ὑπερβάντος αὐτοῦ εἰς ψεῦδος ἐχώρησεν ἡ ἐπαγγελία· οὕτως διὰ τοῦ ψεύσματος ἐδείχθη αὐτῷ ἡ ἐπὶ τῷ δικαίῳ συκοφαντία, ἵνα καὶ ἀξίως τῶν ἰδίων δραμάτων τύχῃ τῆς δικαίας τιμωρίας· ἵνα ὥσπερ ἐκτείνας αὐτοῦ τὴν γλῶτταν ἐφόνευσεν ὡς ἐν ξίφει τὸν ἀθῶον, οὕτως καὶ ἐξέλθῃ ξίφος ἠκονημένον εἰς ἀπάντησιν τοῦ ἀκονήσαντος ἀδίκως τὴν γλῶτταν· καὶ ἐν τούτῳ τῷ αἰῶνι γέγονεν αὐτῷ ἀπώλεια καὶ ἐν τῷ μέλλοντι πεφύλακται αὐτῷ ἡ κόλασις. Τίς οὖν ἥδεται κατάραις, ἵνα διπλῶν τιμωριῶν ἀξιωθῇ;

Τοὺς ἀσώτους καὶ τοὺς λοιδόρους παρέδωκε τῷ κρίματι τῶν φονέων καὶ μοιχῶν. Γνῶθι, ὅτι ἡ ἀσωτία ἀπεγύμνωσε τὸν Ἠσαῦ ἀπὸ τῶν πρωτοτοκίων. Ἔχεις καὶ σὺ πρωτοτόκια προφάσει τῆς ἀσωτίας· μέγας γὰρ ἄνθρωπος δι᾽ οὐδενὸς λόγου ἀξίου ταπεινοῦται, καὶ δι᾽ εὐτελοῦς ἀτιμάζεται.

Ἐὰν ἀπολέσῃς τὴν παρ᾽ αὐτοῦ ἀλήθειαν, ἔσῃ νεανίας κατὰ τὸν Ἠσαῦ. Ἄκουε τοῦ γεγονότος θαύματος, πῶς ἐνίκησαν οἱ λόγοι τὰ ἔργα καὶ περιεγένετο ἡ πίστις τῆς φύσεώς τε καὶ γεννήσεως. Τὴν ἄκλοπον πρωτοτοκίαν εἰσελθὼν ἀπεσύλησεν ὁ λόγος, καὶ ἧς πέφυκεν ὁ Ἠσαῦ φυσικῶς, ὁ Ἰακὼβ σπουδάσας ἔτυχε διὰ τῆς πίστεως. Ἡ πίστις καὶ ὁ ὅρκος ὁμοθυμαδὸν τῆς γεννήσεως τὴν ἐνέργειαν ἔδειξαν, καὶ τὰ πρωτοτόκια τὰ σαρκικῶς δοθέντα, πνευματικῶς ἐλήφθησαν· ἃ ὁ ὅρκος ἀπεδύσατο, ἡ πίστις ἐδέξατο. Ὢ τοῦ θαύματος παρακολουθήσαντος μεταξὺ τοῦ ἀποδυσαμένου καὶ τοῦ ἀγοράσαντος· ὅτι ὁ ἀποδυσάμενος ἔφερεν ἀνεπαισθήτως καὶ ὁ ἐνδυσάμενος ἔμεινεν ἀγνώς. Πῶς Ἠσαῦ ἀπεδύσατο τὰ μὴ ἀποδυόμενα πρωτοτόκια, ὁ Ἰακὼβ δὲ πῶς ἐδέξατο τὸ περιβόλαιον τὸ ἀφόρεστον· ὡσαύτως καὶ οἱ νέοι ἐνεπορεύσαντο ἐμπορίαν ὑπὲρ φύσιν· ἡ δὲ ἐμπορία τῶν νέων φεύγει καὶ δεόντως ῥηθῆναι οὐ δύναται. Τίς ὁ τολμῶν χρήσασθαι ζητήσεσιν ἕνεκεν τῆς ἀφράστου γεννήσεως τοῦ μονογενοῦς;

Εἰπέ μοι πάλιν, πῶς ὁ Ἰακὼβ ἀποδύσας τὰ πρωτοτόκια ἀπὸ τοῦ Μανασσῆ περιέβαλεν αὐτὰ τῷ Ἐφραΐμ, ὅπως γένηται αὐτῷ στήλη δόξης ἡ πρωτοτοκία; Πεπλήρωται ὑποδειγμάτων θαυμαστῶν καὶ μυρίων ἐξαιρέτων. Ἐν αὐτῇ ἐζωγραφήθη τὸ βάπτισμα, ἐν αὐτῇ ἐσφραγίσθη ἡ πίστις, ἐν αὐτῇ ἐσημειώθη ἡ μονανδρία. Τιμῆς αὐτὴν ἐπρίατο, τῷ δὲ Ἐφραῒμ ἀπένειμεν αὐτὴν δωρεάν. Οὔτε Μανασσῆς ἐν τούτῳ μεμπτέος, οὔτε Ἐφραῒμ θαυμαστός, ἀλλὰ τοῦ δόντος ἡ ἀνέγκλητος ἐξουσία. Τίς οὖν ἐγκαλεῖν πειρᾶται διὰ τὴν τῶν ἐθνῶν πρωτοτοκίαν; Εἰ δὲ ἐγκαλεῖν βούλοιντο Ἰουδαῖοι, ἐγκαλείτωσαν πρῶτον διὰ τὴν καθαίρεσιν Μανασσῆ· ὁ λαβὼν γὰρ παρ᾽ ἐκείνου οὐκ ἔπταισεν, ἵνα δείξῃ τὴν αὐτοῦ ἐξουσίαν· ἔλαβε δὲ αὐτὴν ἀπ᾽ αὐτῶν, διότι ἥμαρτον, ἵνα δηλώσῃ τὴν ἑαυτοῦ δικαιοσύνην. Εἰ περὶ τῆς ἀφαιρέσεως τῶν πρωτοτοκίων τοῦ ἀναμαρτήτου Μανασσῆ οὐδεὶς ἐγκαλέσαι αὐτῷ δύναται, πῶς τολμᾷ τις ἐγκαλέσαι αὐτῷ, διότι ἀφεῖλε τὴν πρωτοτοκίαν ἀπὸ τῶν κυριοκτόνων.

Εἰ ὁ ὅρκος τοιοῦτος ὤφθη ἰσχυρός, ὡς δύνασθαι νικῆσαι τὴν πρωτοτοκίαν Ἠσαῦ—ὀμόσας γὰρ μόνον καὶ μὴ ἐπιορκήσας τοιαύτην ἐπιβουλὴν ὑπέμεινεν—ὁ ὀμνύων καὶ ἐπιορκῶν ποίῳ σκότει παραδίδοται; Εἰ Ἠσαῦ ἀδικούμενος οὐχ εἵλετο ψεύσασθαι, ἐπειδὴ ἐπηγγείλατο ἐνωμότως, πῶς σὺ ἀθετεῖς τὰς συνθήκας σου τὰς ὑπὲρ τῆς σωτηρίας σου γενομένας; Εἰ Ἡρώδης ἐφύλαξε τὴν ἐπαγγελίαν τὴν γενομένην αἰτίαν τῆς αὐτοῦ ἀπωλείας, σὺ μὴ ἀποπηδήσῃς ἀπὸ τῶν συνθηκῶν, ὧν συνέθου χάριν τῆς αἰωνίου ζωῆς.