Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ στόματος νόσου καὶ περὶ κακῶν παθῶν

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή στη φύση των παθών και την πνευματική προσφορά

Η ποικιλία των αμαρτημάτων, οι μεθοδείες του πονηρού και η σωτήρια ισχύς της ομολογίας έναντι της βλασφημίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Περὶ γλωσσαλγίας καὶ παθῶν Ἐσπαρμέναι εἰσὶν αἱ ἀναπαύσεις πᾶσαι ἐν πάσῃ τῇ ἀνθρωπότητι, ὅπως ὁ ἄνθρωπος συνεχῶς κινήσῃ τὸν ἀγῶνα ἐν τῇ διανοίᾳ. Ἔστι τις ἡδόμενος τῇ ἀσωτίᾳ καὶ ἀποστρεφόμενος τὴν μοιχείαν· ἔστι τις μεταδιώκων τὸν τύφον καὶ φεύγων τὴν κλοπήν· ἔστι τις ἡττώμενος τῇ φιλαργυρίᾳ καὶ καταφρονῶν καλλωπισμοῦ, καὶ ὢν ἐντὸς τῆς γαστριμαργίας. Ἔστι τις φιλῶν τὸν οἶνον καὶ μισῶν τὴν ἀλαζονείαν· ἔστι τις ἀπεχόμενος τῆς μοιχείας καὶ ἔχων κατὰ ψυχὴν κεκρυμμένην εἰρωνείαν· ἔστι τις κακήγορος καὶ φεύγων τὸν καλλωπισμόν· ἔστι τις ὑψηλότερος πταίσματος ἑνὸς καὶ ἐν ἑτέρῳ βεβύθισται ὅλως· ἔστι τις ἑνὸς μώμου ἐκτὸς καὶ ἐν ἄλλῳ ἐσπίλωται καθόλου· ἔστι τις μιᾶς παγίδος λελυτρωμένος καὶ ἐν ἑτέρῳ βορβόρῳ τέθαπται· ἐπειδὴ ἄπειρόν ἐστι τὸ μέγεθος τῶν ἁμαρτημάτων, καὶ καταλαμβάνεται διὰ βραχύτητος· ἑκάστου γὰρ μεγάλου ἡ ἐνέργεια γνωρίζεται διὰ μικροῦ γεύματος. Ἡνίκα ὁ Ἐχθρὸς δεσμεῦσαι βούλεται τὸν ἄνθρωπον, ἐν ταῖς ἐπιθυμίαις, αἷς ἥδεται, αὐτὸν δεσμεύει, ὅπως ἡδόμενος τοῖς δεσμοῖς μηδέποτε ἑαυτὸν βουληθῇ λῦσαι.

Πανοῦργος γὰρ ὢν ὁ δεσμεύων ἡμᾶς, ἐπίσταται σαφῶς ἐν ποίῳ καὶ πῶς ἡμᾶς δήσει. Ἐὰν γὰρ δήσῃ τινὰ ἐν τοῖς ἀκουσίοις δεσμοῖς θᾶττον διαρρήσσων ὁ νοῦς τοὺς δεσμοὺς φεύγει ὀξέως. Ἕκαστον οὖν δεσμεύει ἐν ᾧ ἥδεται καὶ ἐν ᾧ ἀναπαύεται· ἐξουσίαν γὰρ ἔχει ἡ ἡμετέρα διάνοια ἀφελεῖν ἀφ᾽ ἑαυτῆς τοὺς δεσμούς· νυνὶ δὲ δεδεμένοι χαίρομεν, καὶ πεπεδημένοι τετυφώμεθα· ὁ γὰρ δεδεμένος τῇ βασκανίᾳ, ἐπειδὴ τῇ μοιχείᾳ οὐ δέδεται, νομίζει ἑαυτὸν ἄδετον εἶναι· καὶ ὁ δεδεμένος τῇ συκοφαντίᾳ, ἐπειδὴ οὐκ ἐδέθη τῇ κλοπῇ, νομίζει μὴ δεδέσθαι πώποτε· λανθάνει ἕκαστος τοὺς δεσμοὺς τοὺς ἰδίους καὶ ἀγνοεῖ τὰς παγίδας τὰς παρακειμένας αὐτῷ· καὶ ὑπομένουσιν οὗτοι τῶν μεθυστῶν τὴν ἄγνοιαν· δεδεμένος γὰρ ὢν ὁ μεθυστὴς ἀγνοεῖ, ὅτι δέδεται· τῷ γὰρ οἴνῳ ἐπιλανθάνεται τῶν δεσμῶν καὶ τῇ μέθῃ οὐχ ὁρᾷ τὰς περὶ αὐτὸν παγίδας.

Ὁ δὲ φιλάνθρωπος Δεσπότης τοῦτον βούλεται ὥσπερ διὰ προφάσεων διαφόρως τὸν ζυγὸν ἐπιτιθέναι πᾶσι· μερίσας γὰρ κατεμέρισεν ἑκάστου τὸ φορτίον κατὰ τὴν οἰκείαν δύναμιν. Ἐν τῷ καιρῷ οὖν ἐν ᾧ κατεσκευάσθη ἡ σκηνὴ ἐπὶ τῶν Ἑβραίων κοινωνίαν σωτηρίας προσέταξε μεταξὺ πλουσίων καὶ πενήτων, ὅπως ἕκαστος κατὰ δύναμιν τὴν καρποφορίαν προσαγάγῃ. Εἰ προσήγαγέ τις χρυσόν, ἄλλος προσήγαγε μαργαρίτας καὶ ἕτερος λίθους πολυτίμους· πένης προσήγαγε τρίχας καὶ ἕτερος δέρματα βεβυρσευμένα· ἡ πλουσία δέδωκε σηρικοῦν καὶ ἡ χήρα ἔριον βαπτόν· καὶ διὰ πλουσίων καὶ πενήτων πᾶσα ἡ κατασκευὴ γεγένηται τῆς σκηνῆς, καὶ κοσμηθεῖσα ὑπὸ πάντων ἅπαντας κατεκόσμησεν. Προσεδέξατο γὰρ ὁ Κύριος παρ᾽ ἑκάστου τὰς εὐχὰς πλουσίων τε καὶ πενήτων, δεῖξαι βουλόμενος, ὅτι καθάπερ προσεδέξατο τὰ παρ᾽ ἑκάστου κατὰ δύναμιν εἴδη πρὸς τὴν κατασκευὴν τῆς σκηνῆς, οὕτως παρ᾽ ἑκάστου τῆς οἰκείας πράξεως ἁρμοζόντως προσδέχεται τὰς εὐχὰς ἀπροσωπολήπτως. Βούλεται οὖν ὁ Δεσπότης δι᾽ ἀφορμῶν ποικίλων ὁδηγῆσαι ἡμᾶς πρὸς σωτηρίαν. Τεχνάζεται γὰρ ὁ Ἐχθρὸς ὡσαύτως διὰ προφάσεων διαφόρων ἀναιρεῖν· καὶ καθάπερ ὁ λῃστὴς ἐν ἑνὶ λόγῳ τῆς ἐξομολογήσεως πολίτης γέγονε τοῦ παραδείσου, οὕτως δι᾽ ἑνὸς λόγου βλασφημίας ἀπολλύμενός τις ἔνοχος γίνεται γεέννης.