Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ τυφλοῦ πηρώσεως

Ἐφραίμ ὁ Σύρος

Αντιμετώπιση της πνευματικής πλάνης και κάθαρση της ψυχής

Έλεγχος των απατηλών λογισμών και προτροπή για πνευματική κάθαρση, επίγνωση της ανθρώπινης αδυναμίας και μετατροπή της ψυχής σε ναό του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἐξεπλάγην δὲ μαθὼν πῶς ἠνέσχου τῷ ἀπατηλῷ λογισμῷ τῷ ὑποβάλλοντί σοι τὰ ἀθέμιτα. Καὶ φημί· μέλλεις ἐν ταύταις ἀναλαμβάνεσθαι; Μᾶλλον, ὅσοι ἐφρενητίασαν ἐν ταύτης τῆς ὑποθέσεως. Εἶπον σεαυτῷ· σὺ τίς εἶ; Εἰς ποῖα μέτρα ἀφίκου; Ἠλίας εἶ; Μὴ κατ᾽ ἐκεῖνον θαύματα πεποίηκας; Οὗτος γὰρ διὰ προσευχῆς τὸν οὐρανὸν ἔκλεισε καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ· καὶ πάλιν διὰ προσευχῆς ὁ οὐρανὸς ὑετὸν ἔδωκε· καὶ πάλιν διὰ προσευχῆς τρὶς πῦρ κατήγαγεν ἀπ᾽ οὐρανοῦ. Ἀλλὰ τὴν πίστιν πᾶσαν κέκτησαι; Δὸς δοκιμήν. Δεῖξον σημεῖα καὶ τέρατα· ἔγειρον νεκροὺς διὰ προσευχῆς· ἄνοιγε ὀφθαλμοὺς τυφλῶν· ἀπέλασον δαίμονας· καθάρισον λεπρούς· θεράπευσον χωλούς· βάδιζε ἐπὶ θαλάσσης, ὡς ἐπὶ ξηρᾶς γῆς· μετάβαλε ὕδωρ εἰς οἶνον· χόρτασον ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πλήθη ἱκανὰ διὰ προσευχῆς. Ἀψευδὴς γὰρ ὁ εἰπών· ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει. Ἀλλ᾽ ἴσως παρελθών τις λέξει· ἐὰν οὖν [, φησί,] μὴ ποιήσῃ τις ἐκεῖνα τὰ θεοπρεπῆ πράγματα, οὐκ ἔχει ἐλπίδα σωτηρίας; Ἔχομεν ἐλπίδα σωτηρίας καὶ τούτων μὴ κατεργασθέντων δι᾽ ἡμῶν, ἐὰν ὁμολογῶμεν τὴν ἑαυτῶν ἀσθένειαν καὶ ὀλιγοπιστίαν. Ὁ γὰρ ἀσθενὴς ἐλέους ἐπιδέεται, καὶ οὐχὶ ἐπάρσεως. Εἰ δὲ ἐλέους ἐπιδεόμεθα, χρήσομεν τῆς ταπεινοφροσύνης, ὅπως διὰ ταπεινοφροσύνης ἐπισπασώμεθα ἑαυτοῖς οἰκτιρμοὺς παρὰ Κυρίου.

Γέγραπται γάρ, ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Καὶ πάλιν· ἐταπεινώθην καὶ ἔσωσέ με.

Εἰ δὲ ἐπερειδόμενοι ἀνέμοις μέγα φρονοῦμεν, οὐδὲν ἕτερον ποιοῦμεν ἢ ἑαυτοὺς κατακρημνίζομεν κατὰ τῆς ἀβύσσου. Μὴ οὖν παραδέχου τὴν νόσον τῆς ὑπερηφανίας, μήποτε τὰς φρένας σου ἐξάπινα ἀποσυλήσῃ ὁ Ἐχθρός. Ἀνάνηψον οὖν ἐκ τοῦ μετεώρου λογισμοῦ τῆς αὐταρεσκείας.

Μὴ ἐπίβαλε δίκτυα τοῖς ἑαυτοῦ ποσί. Διάσμηξον τὴν σεαυτοῦ διάνοιαν τούτου τοῦ θανατηφόρου ἰοῦ διὰ τῆς ταπεινοφροσύνης. Παιδεύσει σε ὁ τύπος τοῦ σαροῦντος τὴν ἑαυτοῦ οἰκίαν, ἐπικεκυφότος ἐπὶ τοῦ ἐδάφους καὶ καθαρεύοντος.

Πόσῳ μᾶλλον χρὴ ἐπιμελέστερον κύπτειν καὶ ταπεινοῦσθαι πρὸς τὴν τῆς ψυχῆς κάθαρσιν, καὶ μὴ ἐᾶν ἐν αὐτῇ ἃ μισεῖ ὁ Θεός· ἐν γὰρ τῇ ταπεινῇ ψυχῇ οἰκεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα. Γέγραπται γάρ· τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ Βελίαλ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ Θεός· ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος· καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.