Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν τὴν τοῦ θεοῦ φύσιν πολυπραγμονούντων

Ἐφραίμ ὁ Σύρος

Η μετοχή στη Θεία Οικονομία και το μυστήριο της Θείας Ευχαριστίας

Προτροπή για πνευματική παρακολούθηση του βίου και του πάθους του Χριστού, και εξαίρεση της αναγκαιότητας της πίστεως έναντι της περιέργειας για τη μετοχή στη Θεία Ευχαριστία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἰδοὺ ἔχομεν ὁδὸν διὰ τῶν θείων Γραφῶν. Δεῦτε μετὰ πίστεως βαδίσωμεν ἐν αὐτῇ· ἄνευ γὰρ τῆς πίστεως οὐδεὶς δύναται γνῶναι πάντα τὰ γεγραμμένα περὶ τοῦ Κυρίου ἡμῶν, τοῦ Σωτῆρος τοῦ κόσμου. Ἀλλὰ ἐὰν θέλῃς μου ἀκοῦσαι, πίστευε, μὴ ἐρευνῶν. Ἀκούσας, ἀγαπητέ, ὅτι ὁ Θεὸς ὁ Πατὴρ ἔπεμψε τὸν μονογενῆ Υἱὸν εἰς τὴν σὴν σωτηρίαν, πιστεύωμεν ἀδιστάκτως, ὅτι ἀψευδής ἐστιν ὁ Θεὸς ὁ ἅγιος. Πάλιν ἀκούσας τοῦτο, ὅτι ὁ Μονογενὴς ἐσαρκώθη ἐν μήτρᾳ τῆς ἁγίας Παρθένου, καὶ ἐτέχθη ἐξ αὐτῆς ἐκ Πνεύματος Ἁγίου, ἔχε πληροφορίαν εἰς τὴν καρδίαν σου οὕτω, καθάπερ καὶ ἀκούεις ἡμέραν καθ᾽ ἡμέραν ἁγίων Εὐαγγελίων, θεωρῶν εἰλικρινῶς ἐν ὀφθαλμοῖς πίστεως αὐτὰ τὰ πεπραγμένα· καὶ ἴδε τὸν Κύριον ἐν ὀφθαλμοῖς καρδίας μετὰ πάσης πίστεως κατὰ τόπον καὶ καιρόν· περίελθε ἐν αὐτῷ μετὰ πόθου καρδίας ἀπὸ τόπου εἰς τόπον, καὶ χαρῇ σου ἡ ψυχή, θεωρῶν τὸν Δεσπότην θεραπεύοντα χάριτι πάντα τὰ νοσήματα, ἀπελαύνοντα δαίμονας λόγῳ καὶ ἐξουσίᾳ· καὶ εἴσελθε σὺν αὐτῷ εἰς τοὺς γάμους τῆς Κανᾶ, καὶ πίε ἐκ τοῦ οἴνου τῆς αὑτοῦ εὐλογίας· μᾶλλον δὲ θεώρησον Δεσπότου εὐπρέπειαν· μὴ ἐκκλίνῃς ὀφθαλμὸν ἀπὸ τῆς θεωρίας τοῦ ἁγίου προσώπου τῆς αὑτοῦ ἡδύτητος· πρόλαβε αὐτὸν πάλιν εἰς τὸν ἔρημον τόπον, καὶ ἴδε μεγαλεῖα ἄρτων πληθυνομένων ἐπὶ χειρῶν ἁγίων τῆς αὑτοῦ δεσποτείας.

Περίελθε, ἀδελφέ, μετὰ πόθου σὺν Χριστῷ, ὅπου αὐτὸς ὑπάγει. Ἂν αὐτῷ ἀκολουθῇς καὶ πορεύῃ σὺν αὐτῷ, οὐχ ἅπτεταί σου κακόν, οὔτε μὴν πλησιάζει ἐγγύς σου ὁ Πονηρός. Ἀκολούθησον αὐτῷ εἰς τὸ δεῖπνον ἐκεῖνο, ὅπου καὶ παρέδωκε μυστήρια ἅγια τοῖς ἑαυτοῦ μαθηταῖς. Ἱστόρησον ὡς συνετός, πῶς νίπτει καὶ τοὺς πόδας τῶν ἑαυτοῦ μαθητῶν, καὶ εἰπὲ εἰς ἑαυτόν, θαυμάζων μετὰ φόβου, ἐννοῶν ἐν ὀφθαλμοῖς εἰλικρινοῦς πίστεως [καὶ λέγε εἰς ἑαυτόν], ὅτι ὁ Θεὸς ὁ πλάστης, ὁ πλάσας ἀπὸ χοὸς ἄνθρωπον ἐν χάριτι, αὐτὸς νίπτει τοὺς πόδας τοῦ ἑαυτοῦ πλάσματος.

Ἐννοῶν ταῦτα, ἀδελφέ, δόξασον, προσκύνησον τῇ αὑτοῦ εὐδοκίᾳ. Πρόσεχε, πῶς τὸν ἄρτον εὐλογῶν κλάνει αὐτὸν ἐν τύπῳ τοῦ σώματος τοῦ ἰδίου ἀχράντου, καὶ τὸ ποτήριον πάλιν πῶς ἐν τύπῳ αἵματος εὐλογεῖ, καὶ δίδωσι τοῖς ἑαυτοῦ μαθηταῖς· καὶ γενοῦ συμμέτοχος τῶν ἑαυτοῦ μυστηρίων· καὶ κατελθὼν ἐκεῖθεν εἴσελθε εἰς τὴν αὐλὴν τοῦ ἀνόμου Καϊάφα σὺν ἰδίῳ Δεσπότῃ· παράμεινον γενναίως, ἵνα ἴδῃς τὰς ὕβρεις, ἃς διὰ σὲ ὑπέμεινε, καὶ εὑρεθῇς τέλειος φιλοδέσποτος. Ἀκολούθησον αὐτῷ καὶ εἰς τὸν τόπον τοῦ σταυροῦ. Παράστα ὡς οἰκέτης. Ἱστόρησον, πῶς τὸ αἷμα σὺν ὕδατι ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς αὐτοῦ εἰς τὴν ἀπολύτρωσιν τῆς ψυχῆς σου, ἀδελφέ· καὶ πρόσεχε ἀκριβῶς, ποῦ αὐτὸν τιθέασιν. Ὄρθρισον σὺν γυναιξὶν εἰς τὸ μνημεῖον αὐτοῦ· ἰδὲ καὶ τοὺς Ἀγγέλους παρεστηκότας ἐκεῖ. Ἄκουσον τί λέγουσιν Ἄγγελοι ταῖς γυναιξίν· ἠγέρθη ὁ Κύριος, καθὼς ἔλεγεν ὑμῖν.

Ταῦτα πάντα ἱστόρησον ὡς συνετὸς τέλειος, πιστεύων ἀδιστάκτως, ὅτι πάντα ἀληθῆ εἰσὶ τὰ πεπραγμένα. Ἐὰν γὰρ μὴ ὀφθαλμοῖς τῆς πίστεως θεωρῇς τηλαυγῶς ταῦτα πάντα, οὐ δύνασαι ὑψωθῆναι ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ὁρᾶν πνευματικῶς εἰς τὰ πάθη τοῦ Χριστοῦ· ὀφθαλμὸς γὰρ πίστεως ὅταν λάμπῃ, ὡς τὸ φῶς ἐν τῇ καρδίᾳ τινός, τηλαυγῶς καὶ φωτεινῶς, θεωρεῖ εἰλικρινῶς καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν σφαγέντα δι᾽ ἡμᾶς καὶ δωρησάμενον ἡμῖν τὸ σῶμα τὸ ἑαυτοῦ τὸ ἅγιον καὶ ἄχραντον εἰς μετάληψιν ἀεί, ὅπως ἔσται ἡμῖν ἡ μετάληψις αὐτοῦ εἰς ἁμαρτιῶν ἄφεσιν. Εἴ τινος ἐστὶν οὗτος ὁ ὀφθαλμὸς τῆς πίστεως, τηλαυγῶς καὶ φωτεινῶς θεωρεῖ τὸν Δεσπότην, καὶ πληροφορίᾳ τῆς τελείας πίστεως ἐσθίει καὶ τὸ σῶμα τοῦ ἀμνοῦ τοῦ ἀμώμου, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Πατρὸς τοῦ οὐρανίου, μηδαμῶς γενόμενος περίεργος τῆς πίστεως τοῦ Θεοῦ· πίστις γὰρ Θεοῦ ἐστὶν ἐνεργοῦσα ἐν ἡμῖν 〈καὶ〉 τὰ μέλλοντα θεωρεῖ. Πίστις καλεῖται ἀεί, οὐχὶ περιέργεια.

Πιστεύεις, ἀγαπητέ, τῷ μονογενεῖ Ἰησοῦ Χριστῷ, ὅτι διὰ σὲ ἐτέχθη ἐν σαρκὶ ἐπὶ τῆς γῆς; Τί οὖν περιεργάζῃ; Ἐὰν περιεργάσῃ, οὐκέτι καλῇ πιστός, ἀλλὰ καὶ περίεργος. Γενοῦ πιστὸς ἄκακος. Μετάλαβε καὶ σώματος ἀχράντου Δεσπότου μετὰ πάσης πίστεως, πεπληροφορημένος ὅτι αὐτὸν τὸν ἀμνὸν ἐσθίεις εἰλικρινῶς. Πῦρ ἀθάνατόν ἐστι τὰ μυστήρια Χριστοῦ. Μὴ οὖν περιεργάζου, ἵνα μὴ κατακαυθῇς εἰς μετάληψιν αὐτῶν. Ἀβραὰμ ὁ πατριάρχης οὐρανίοις Ἀγγέλοις ἐδέσματα γήϊνα παραθήσας ἔφαγον. Μέγα θαῦμα ἀληθῶς θεωρεῖν ἀσωμάτους ἐσθίοντας ἐπὶ τῆς γῆς ἐδέσματα σαρκῶν· τοῦτο δὲ ὑπερβαίνει πάντα νοῦν τε καὶ λόγον, ὃ ἐποίησεν ἡμῖν ὁ μονογενὴς Ἰησοῦς Χριστός, ὁ σωτὴρ ἡμῶν· πῦρ καὶ πνεῦμα παρέσχεν ἡμῖν τοῖς σωματικοῖς ἐσθίειν τε καὶ πίνειν, καὶ θεῖναι ἐπ᾽ αὐτῷ, τουτέστι τὸ σῶμα αὐτοῦ, ὁμοίως καὶ τὸ αἷμα αὐτοῦ.