Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν τὴν τοῦ θεοῦ φύσιν πολυπραγμονούντων

Ἐφραίμ ὁ Σύρος

Το δέος των αγγέλων και το ανεξήγητο του κτιστού κόσμου

Αντιπαραβολή της θρασύτητας των ερευνητών με την ευλάβεια των Μάγων και τον τρόμο των Αγγέλων, καθώς και η αδυναμία κατανόησης ακόμη και των κτιστών στοιχείων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Πρόσεχε, ὦ ἄθλιε, ἐκείνους τοὺς Μάγους τοὺς ἐλθόντας μήκοθεν προσκυνῆσαι ἐν φόβῳ τῷ τεχθέντι Βασιλεῖ. Οὐχ εὗρον βασιλέα κείμενον ἐν πορφύρᾳ, οὐδὲ πάλιν διάδημα λάμπον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ ἐθεάσαντο ἐπὶ φάτνης εὐτελοῦς βρέφος κατακείμενον, καὶ εὐθὺς ἀνοίξαντες τοὺς θησαυροὺς ἑαυτῶν προσήνεγκαν τὰ δῶρα μετὰ χαρᾶς καρδίας. Ὅρα τὴν ὑπερβολὴν τῆς πίστεως τῶν Μάγων· ἐπὶ φάτνῃ εὐτελεῖ εὗρον τὸν Βασιλέα οὐράνιον, ἅγιον, τὸν τεχθέντα ἐν σαρκὶ ὑπὲρ σωτηρίας πάσης τῆς οἰκουμένης· ἐπὶ φάτνῃ εὕροσαν, καὶ οὐκ ἐξερεύνησαν. Τί γὰρ οἰκτρότερον φάτνης ἐλαχίστης;

Εἰς τοιαύτην εὐτέλειαν εὗρον αὐτὸν οἱ Μάγοι, καὶ οὐδεὶς ἠρεύνησε τὴν φύσιν τοῦ τεχθέντος· αὐτὸς δέ, ὦ ἄθλιε, ἐκ δεξιῶν τοῦ Πατρὸς θεωρεῖς τὸν Μονογενῆ μετὰ δόξης μεγάλης καθήμενον σὺν Πατρὶ καὶ σὺν αὐτῷ ὑμνούμενον, καὶ περιεργάζῃ αὐτόν; Οὐ φοβῇ σύ, ἄθλιε; Οὐ τρέμεις, ἀσύνετε; Ἑαυτὸν μὴ γινώσκων, τὸν Πλάστην ἐξερευνᾷς; Τίς ἄρα μὴ φοβηθῇ; Ὅτι Θεὸς Κύριος, μονογενὴς τοῦ Πατρός, κάθηται ἐν ὑψηλοῖς ἐκ δεξιῶν τοῦ Πατρός· Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβεὶμ καὶ Σεραφεὶμ μετὰ φόβου καὶ τρόμου παρεστήκασιν αὐτῷ, τὸ βλέμμα κάτω ἀεὶ ἔχοντες μετὰ φρίκης· τέφρα δὲ σὺν κονιορτῷ καθημένη ἐπὶ τῆς γῆς ἐρευνᾷ Δημιουργόν. Χερουβεὶμ ἐν τῷ θρόνῳ ὑπὸ πτέρυξιν αὐτοῦ κρύπτει αὐτοῦ τὸ βλέμμα μὴ φέρον κατανοεῖν εἰς τὴν δόξαν ἐκείνην τοῦ φοβεροῦ Δεσπότου· ἄνθρωπος δὲ χοϊκὸς μὴ γινώσκων ἑαυτόν, μηδὲ πάλιν τὴν ὥραν τοῦ ἰδίου θανάτου, τὸν Δεσπότην ἐρευνᾷ, τὸν ποιητὴν τῶν ἁπάντων.

Ἄκουσον, ὦ ἄθλιε· ὁ ἐρευνῶν Δεσπότην αὐτοῦ ἐπαγγέλλεται θαυμαστὰ διηγήσασθαι περὶ τῆς Θεότητος καὶ περὶ μονογενοῦς ἀγαπητοῦ Πατρός. Θεάσῃ Θεότητα, φησίν, ἀκατάληπτον, δεδοξασμένην ἐν τῇ μεγαλωσύνῃ αὐτῆς. Εἰπάτω οὖν πρότερον τὰ περὶ τῆς κτίσεως καὶ φράσαι ἐν σοφίᾳ καὶ ἰδίᾳ συνέσει περὶ τῶν λειτουργῶν τῶν λειτουργούντων ἔμπροσθεν τῆς Θεότητος. Εἰπάτω καὶ δειξάτω πᾶσιν ἡμῖν, ὡς τὸ φῶς, τὴν φύσιν τῶν Ἀγγέλων, χαρακτῆρα Χερουβείμ, τὴν ἰδέαν Σεραφείμ, εἰκόνα τοῦ Γαβριήλ, πρόσωπον τοῦ Μιχαήλ, πῦρ ὄντως φλεγόμενον, λειτουργοὶ Θεότητος καὶ πνεῦμα ὄντες πάντες. Ἐν τίνι ὁρᾷ τὸ πῦρ; Κυκλόθεν γὰρ φῶς ἐστιν. Ἐν τίνι ἀναπνεῖ πάλιν τὸ πνεῦμα λειτουργίας; Ποῦ εἰσὶν οἱ ὀφθαλμοὶ τοῦ φλεγομένου πυρός;

Ποῦ δὲ εἰσὶν αἱ ῥῖνες εἰς ἀνάπαυσιν πνεύματος; Καὶ τούτων ἡλικίαι ἄρ᾽ εἰσὶν εὐμεγέθεις; Ἢ πάλιν κονδοειδεῖς; Ἀψηλάφητοί εἰσιν, ἢ ἄρα ψηλαφητοί; Ταῦτα πάντα εἰπάτω ὁ προπετὴς καὶ περίεργος, καὶ ταῦτα φράσαι ἃ ἡμεῖς οὐκ οἴδαμεν. Ποταπαὶ δὲ εἰσὶν ἄρα πτέρυγες αἱ τῶν πυρίνων, οἱ πόδες τῶν φλογίνων;

Εἰπὲ πῶς κάμπτουσι πυρίνους αὐτῶν ἄξονας ὑπὸ πτέρυγας πυρὸς καὶ πῶς πάλιν κρύβουσι τὸ πρόσωπον τοῦ πυρὸς ἐν πτέρυξι, μὴ φέροντες προσέχειν εἰς τὸ ἀθάνατον πῦρ τῆς δόξης τοῦ Δεσπότου; Ἂν ἡττηθῇ εἰς ταῦτα ὁ προπετὴς ἀγνοητής, μὴ δυνάμενος φράσαι τὰ δημιουργήματα τοῦ ἀνεικάστου Δεσπότου, τὸν Δημιουργὸν αὐτὸν πῶς περιεργάζεται;

Ἡττᾶται γὰρ ἐν τούτοις καὶ λέγει ὁ ἄθλιος· ἀόρατος τυγχάνει ἡ τῶν Ἀγγέλων φύσις, καὶ ἄνω αὐλίζονται ἐν ὕψει τοῦ οὐρανοῦ λειτουργοὶ θεότητος, φύσει ἀόρατοι. Εἰπάτω τὰ ὁρατά· τὸ φαῖνον ἡμῖν καὶ δοθὲν πᾶσιν ἡμῖν εἰς ἡμῶν λειτουργίαν.

Τοῦτο λαβὼν προπετὴς εἰς τὸ στόμα αὐτοῦ, μασησάτω ἀφόβως ἄνθρακα καιόμενον, ὅπως πληροφορήσῃ ἅπαντας ἀκροατάς, ὁμοίως καὶ θεατάς, ὅτι δύναται φράσαι τὴν φύσιν τοῦ Δεσπότου, φοβεροῦ Δημιουργοῦ. Ἂν τοῦτο οὐ δύναται προπετὴς πολυλόγος, ἀπελθάτω κλαυσάτω, θρηνησάτω ἑαυτόν· καταλείψας γὰρ πίστιν ὁσίου Δημιουργοῦ, τὴν δυναμένην σῶσαι ἅπαντας τοὺς θέλοντας σωθῆναι ἐν αὐτῇ, ἀνέλαβε τὸ ὅπλον τοῦ ἰδίου θανάτου· ἀκονίσας τὸ ξίφος, ἔπηξεν αὐτὸ θέλων εἰς τὴν ἑαυτοῦ καρδίαν, καὶ καταλείψας πάλιν τὴν δόξαν τοῦ Πατρός, περίεργος γέγονε κατὰ τοῦ Δημιουργοῦ.