Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον καὶ περὶ τῆς ὀρθῆς βιοτῆς

Ἐφραίμ ὁ Σύρος

Προειδοποίηση για την αποφυγή σκανδαλισμού

Εισαγωγική παραίνεση ώστε να μην τίθενται εμπόδια σε όσους έχουν αναλάβει τον αγώνα της ευσέβειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον, καὶ περὶ ὀρθοῦ βίου Παραίνεσις Τοὺς προσελθόντας ἐπὶ τὸ στάδιον τῆς εὐσεβείας καὶ τὴν χεῖρα ἐπὶ τὸ ἄροτρον ἐπιβαλόντας, οὐ χρὴ εἰς τὰ ὀπίσω ἀποσπᾶν καὶ ἐμπόδιον αὐτοῖς καθεστάναι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἀλλὰ μᾶλλον πρὸς τελειότητα χειραγωγεῖν. Εἴρηται γὰρ περὶ τῶν τοιούτων, ὅτι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Ὁ οὖν μὴ βουλόμενος καταλύειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ἀσφαλιζέσθω ἑαυτὸν πάντοθεν μὴ σκανδαλίσαι τὸν ἕτερον· μάλιστα δὲ τὸν προσελθόντα Κυρίῳ τῷ Θεῷ καὶ τοὺς τοῦ κόσμου βρόχους ἀποφυγόντα, ἵνα μὴ συγκαταριθμηθῇ καὶ αὐτὸς οἷς ὁ Προφήτης καταμέμφεται λέγων· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, καὶ οὐαὶ οἱ ἐπιχαίροντες ἐπὶ κακοῖς, καὶ οἱ εὐφραινόμενοι ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης· ἐν τούτοις γὰρ ἐνόχους ἑαυτοὺς καθιστῶσι τῆς ὀργῆς τοῦ Θεοῦ, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἀπεφήνατο λέγων· λυσιτελεῖ ἀνθρώπῳ ἵνα μύλος ὀνικὸς περιτεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὸ πέλαγος τῆς θαλάσσης, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Ἀπόρρητος γὰρ ἡ ἐκ τούτου ἐγγινομένη βλάβη τε καὶ ζημία.