Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον καὶ περὶ τῆς ὀρθῆς βιοτῆς

Ἐφραίμ ὁ Σύρος

Οι συνέπειες της ραθυμίας και η πτώση στα πάθη

Ανάλυση της ηθικής κατάπτωσης του αναχωρητή που επιστρέφει στις βιωτικές μέριμνες, προκαλώντας την κατάκριση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Τίς τοίνυν εἰς τοσαύτην κακίαν ἐξέλθοι, ὥστε προδότης καὶ καταποντιστὴς ἕλοιτο εἶναι τῆς τοσαύτης χρηστῆς ἐμπορίας; Ἢ τίς εἰς τοσαύτην ἀφοβίαν τοῦ κρείττονος ἤλασεν, ὥστε τὸν τρέχοντα καλῶς ἐκκόψαι τῆς προθυμίας καὶ ὀρθῆς προαιρέσεως, ὅπως τῶν ἐπιγείων ἀποξενωθεὶς τῶν οὐρανίων μὴ ἐφίκοιτο; Ἐὰν γὰρ μετὰ τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου ἄρξηταί τις χωλαίνειν πρὸς τὴν ἀρετήν, καὶ μετ᾽ ὀλίγον ἔξω βαίνειν τῆς εὐθείας ὁδοῦ καὶ τὸ ὄμμα εἰς τὰ ὀπίσω περιστρέφειν, οὗτος καὶ ἐν τῷ παρόντι βίῳ εἰς παράδειγμα ἔσται, καὶ μετὰ τὴν ἔξοδον τῆς τῶν οὐρανῶν βασιλείας στερηθείς, ἀνάξιον ἑαυτὸν καταστήσει τοῦ χοροῦ τῶν Ἁγίων. Ἀλλὰ καὶ τοῖς γονεῦσιν ἡ τούτου ῥᾳθυμία εἰς ἐντροπὴν γενήσεται. Οἱ φίλοι περίλυποι. Οἱ ἐχθροὶ ἐπιχαίρουσιν ἐπὶ τῇ τούτου ῥᾳθυμίᾳ καὶ ἐκπτώσει. Οἱ οἰκεῖοι θάνατον αὐτῷ ἐπικαλοῦνται, ὅτι τῶν ἐπιγείων στερηθείς, τῶν οὐρανίων οὐκ ἐδράξατο· καὶ προφάσει εὐσεβείας τὸν τοῦ Διαβόλου ὑπεισῆλθε ζυγόν· τὸν γὰρ ἔννομον ἀπωσάμενος γάμον, ἐν πορνείαις καὶ ἀσελγείαις ἐγκυλινδεῖται, καὶ ἐν κραιπάλαις καὶ μέθαις διημερεύει.

Θρηνοῦσιν οἱ γονεῖς τὰς ζημίας, ἅμα τῇ τούτου ψυχῇ· ὁ δὲ πλανηθεὶς τῇ καρδίᾳ καὶ τὰς ὁδοὺς ἑαυτοῦ παραφθείρας, οὐδὲν τούτων προσποιεῖται, ἀλλὰ τὴν εὐλάβειαν ῥίψας χαμαί, τὴν ἀναίδειαν ὑποδύεται, καὶ ἀσχημονῶν οὐκ ἐντρέπεται· οὐδὲ γὰρ ἀνθρώπους αἰσχύνεται, οὐδὲ τὴν τοῦ Θεοῦ ἀγανάκτησιν ἐν νῷ λαμβάνει· διότι οὔτε τοῖς γονεῦσι τὴν ὀφειλομένην καὶ πρέπουσαν ἀπένειμε τιμήν, οὔτε τῷ πνευματικῷ ἔργῳ ἄξιον ἑαυτὸν παρέστησεν. Ἐντεῦθεν λοιπὸν ἀναφύονται λοιδορίαι πρὸς τὸ ἐπάγγελμα, καὶ πρὸς αὐτὴν τὴν εὐσέβειαν βλασφημίαι, ὅπερ φοβερόν ἐστι καὶ λέγειν. Καὶ ὥσπερ ἀσεβὴς ὅταν ἔλθῃ εἰς βάθος κακῶν καταφρονεῖ, οὕτω καὶ οὗτος εἰς τοσαύτην ἀφοβίαν ἐξοκείλας οὐ καταπτήσσει, ἀλλ᾽ ὥσπερ ὁ ἀπεμπολήσας πάντα αὐτοῦ τὰ ὑπάρχοντα καὶ ὠνησάμενος ἑαυτῷ στολὴν πολύτιμον, ὕστερον δὲ ἀπομανεὶς ἐνέπλησε ταύτην ἐπιβλήματα ῥακώδη ῥερυπωμένα· ᾗ ὁ χρησάμενος οὐκέτι εἰς ἔπαινον καὶ δόξαν, ἀλλ᾽ εἰς χλεύην καὶ ὄνειδος αὐτῷ ἔσται. Τίς γὰρ οὐ καταγελάσειε τὸν χθὲς ἐν ὄρει ἑαυτὸν περιζώσαντα πρὸς ὑπηρεσίαν τῶν ὁμοψύχων ἀδελφῶν κατὰ μίμησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σήμερον 〈δὲ〉 ὑπὸ οἰκετῶν δορυφορούμενον, καὶ ὑπὸ θεραπαινίδων νιπτόμενον τοὺς πόδας, καὶ ἐν μαλακῇ στρωμνῇ ἀνακλινόμενον [τοὺς πόδα], καὶ πρὸς τὸν ὑγρὸν καὶ ἐμπαθῆ βίον πάλιν ῥέψαντα;

Ἢ τίς οὐ χλευάσει τὸν χθὲς ἐν κελλίῳ ἐγκεκλεισμένον, καὶ συντυχίας πολλῶν ἀποτρεπόμενον, σήμερον 〈δὲ〉 μετὰ γυναικαρίων ἀσέμνων συνδιαιτώμενον, καὶ ἐν καπηλείοις οἰνοφλυγοῦντα; Ἢ τίς οὐ μέμψηται τὸν χθὲς πάντα τὰ βιωτικὰ αὐθαιρέτως ῥίψαντα καὶ ἀκτημοσύνην ἀσπασάμενον, σήμερον 〈δὲ〉 ἐν δικαστηρίοις προσεδρεύοντα, καὶ τὰ ἤδη καταγνωσθέντα φιλοτίμως πάλιν πρὸς ἑαυτὸν ἀνακαλούμενον· καὶ τὸν ἑαυτοῦ νοῦν ἐκ τῶν οὐρανίων πρὸς τὰ χαμαίζηλα μετοικήσαντα, καὶ τοῖς δικασταῖς δίκην ἀνδραπόδων γλιχόμενον ἀκολουθοῦντα, καὶ ἀντὶ προσευχῆς καὶ μελέτης λογίων Θεοῦ δικολόγοις προσδιαλεγόμενον, καὶ ἀντὶ ἁπλότητος καὶ ἀκακίας δεινότητα ἠθῶν τε καὶ λόγων μεταλαμβάνοντα;