Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Το υπόδειγμα του πάθους του Χριστού και η άρση του σταυρού

Η μίμηση του σταυρικού θανάτου του Κυρίου ως αναγκαία οδός για τη νίκη στον πνευματικό αγώνα κατά του αντιδίκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσεν, μαστιζόμενος, ὀνειδιζόμενος, ἐμβριμούμενος, ἐμπτυόμενος, λιθαζόμενος, ἔσχατον καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τιμωρούμενος· καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμῶν σωτηρίαν, ὑπολιμπάνων ἡμῖν ὑπόγραμμα ζωῆς, ἵνα, δι᾽ ἧς ὁδοῦ θλίψεως καὶ πειρασμῶν καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσιν οἱ ἐν ἀληθείᾳ εἰς αὐτὸν πιστεύσαντες καὶ συγκληρονόμοι αὐτοῦ γενέσθαι βουλόμενοι· ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ ἀποθανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός, καταργήσας καὶ ἀπεκδυσάμενος τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ ἐδειγμάτισε, θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν αὐτοῦ ἐπανάστασιν καὶ θλῖψιν ὑπὸ τοῦ Πονηροῦ ἐμποιουμένην γενναίως καὶ προθύμως καὶ ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑρεθέντες ἐντεῦθεν, τῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Ἁγίου Πνεύματος πληρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα.

Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες οὖν καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσομεν πᾶσαν τῶν ἀντικειμένων τὴν δύναμιν καὶ πᾶσαν θλῖψιν, καὶ πειρασμοὺς μὴ ἐπιπόνους ἡγώμεθα, ἀλλ᾽ εὐκαίρως ὑπομένωμεν πᾶσαν τὴν τοῦ Πονηροῦ ἐπανάστασιν, τὸν τοῦ Κυρίου θάνατον ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ᾽ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, ἀκολουθῶμεν αὐτῷ ὀπίσω· καὶ οὕτως εὐκαίρως ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν.