Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Προσευχή, νήψη και αντιμετώπιση των πνευματικών πτώσεων

Οδηγίες για τη συμμετοχή στην κοινή ψαλμωδία, τη διαφύλαξη του νου, την αποφυγή των κακών συναναστροφών και τη μνήμη της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 10

ιγʹ. Ἐάν τις τῶν μοναχῶν ἀμελήσας παρενεχθῇ τῆς ἰδίας στάσεως, τὴν ἀναιδείαν ὑποτίθησιν αὐτῷ ὁ Ἐχθρός, ἵνα μὴ δευτέρως φανεὶς τῇ δυστροπίᾳ, ῥᾳδίως ἐλεγχθῇ ὑπὸ τῶν κηδεμόνων πρὸς σωφρονισμὸν καὶ ἐπανόρθωσιν.

ιδʹ. Μὴ ἀποβάλλῃς τὴν ἐν Χριστῷ ὑποταγήν, ὁ γὰρ καρπὸς αὐτῆς βέβαιος καὶ ἀσφαλής. ιεʹ. Ἐάν τις τῶν ἀσκητῶν κατὰ πεῖραν τοῦ Μισοκάλου ὑποσκελισθῇ, μὴ λάβῃ δὲ μῖσος ἢ φθόνον κατὰ τῶν ἀσκητῶν, οὐ μὴ ἐάσει αὐτὸν ὁ Κύριος ἐν τῇ ἀποπλανήσει, ἀλλὰ χεῖρα ὀρέξει πρὸς ἐπανόρθωσιν, ὅτι τὴν ἀγάπην οὐκ ἀπώσατο· ὡσαύτως δὲ καὶ ὁ δοκῶν ἑστάναι, ἐὰν ἄρξηται φυσᾶν μεγάλα καὶ τὸ μῖσος ἐπαγκαλίζεσθαι, οὐκ ἐν ἀσφαλείᾳ ἔσται· διότι ἡ σκοτία τοῦ μίσους ἀπετύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὐκ οἶδε ποῦ ὑπάγει.

ιϛʹ. Ἐὰν στῇς ἐν οἴκῳ Κυρίου πρὸς λατρείαν πνευματικήν, πρόθυμος ἔσο περὶ τὴν ψαλμῳδίαν· εἰ δὲ σὺ σιγᾷς, σιγήσω κἀγώ, σιωπήσει καὶ ὁ πέλας, ἐξ ἀνάγκης ἀργήσει καὶ ἡ ὑμνῳδία. Ἀλλὰ μὴ οὕτως γενέσθω. Οἱ γὰρ εὐφημοῦντες ἄρχοντα ἢ βασιλέα, ὅταν στῶσιν ἐν θεάτρῳ, θεάσωνται δὲ μεταξὺ αὐτῶν τινα ἑστῶτα καὶ μὴ συνεκβοῶντα αὐτοῖς τεταμένῃ τῇ φωνῇ, τοῦτον ὤσαντες καταβάλλουσιν, ὡς ἀνάξιον τῆς τοιαύτης στάσεως κρίναντες.

Δέον οὖν καὶ ἡμᾶς μὴ ἐκλύτως ἢ ἠμελημένως ποιεῖσθαι τὰς λιτάς. ιζʹ. Οὐαὶ τῷ ἀδίκῳ, καὶ οὐαὶ τῷ τρυφητῇ, καὶ οὐαὶ τῷ ὑπερηφάνῳ· ἡ γὰρ πεῖρα δηλώσει αὐτοῖς, ὅταν καταλάβῃ αὐτοὺς ἡ συνοχὴ τοῦ ᾅδου καὶ ὁ πνιγμὸς τοῦ θανάτου, ὅτι οὐδὲν μεῖζον φόβου Θεοῦ.

ιηʹ. Ἀγάπα καλὴν συνοδίαν, ἀπὸ δὲ κακῆς συνοδίας ἀπόσχου· καθότι οὐ γόης, οὐ λῃστής, οὐ τυμβωρύχος οὕτως ἐγεννήθησαν, ἀλλ᾽ οὕτω μεμάθηκαν ὑπὸ ἀνθρώπων κατεφθαρμένων τὴν διάνοιαν ὑπὸ τοῦ Σατανᾶ· ὁ γὰρ Θεὸς πάντα καλὰ λίαν ἐποίησε.

ιθʹ. Μή σε τερπέτω λουτρὰ καὶ πότοι καὶ συμβολὴ κρεῶν, ἵνα μὴ περιπέσῃς κινδύνοις ἀνικήτοις, ἁμαρτὼν εἰς μεγάλα. κʹ. Βίον ἐνάρετον κτῶ μετὰ ὀρθῆς πίστεως· τίς γὰρ ἐν ἀνθρώποις οὐ μακαρίζει τὸν τοιοῦτον ἄνθρωπον;

καʹ. Ἐκπορευόμενος ἐκ τοῦ κελλίου πρὸς διακονίαν, ἢ προσομιλῶν τισι, ἀσφαλίζου τὸ ὄμμα, τὴν δὲ καρδίαν νύττε λογισμῷ εὐσεβεῖ, ἔτι λέγων· μὴ γὰρ ζωγράφος ἐξελήλυθας μαθεῖν, ἵνα τὰς εἰκόνας τῶν ἀνθρώπων περιχαρακτηρίζῃς;

Σεαυτῷ πρόσεχε. Πῶς γὰρ δύνῃ, περὶ τῶν αἰσθητῶν κατειλημμένην ἔχων τὴν διάνοιαν, τοῖς ἀοράτοις καθαρῷ νῷ ἐνοπτρίζεσθαι καὶ κατατρυφᾶν καὶ ἐναγάλλεσθαι τῇ τοῦ Θεοῦ μνήμῃ; κβʹ. Παῦσαι περιεργαζόμενος τὰ ἀλλότρια κακά, ἵνα μὴ εἰκότως παραφθαρῇ σου ὁ εὐσεβὴς λογισμός.

κγʹ. Ἐπιλαβοῦ τῆς σιωπῆς· ἀπαλλάττει γάρ σε πολλῶν μολυσμῶν. Μέμνησο ἀεὶ τῆς συνοχῆς τῶν ἁμαρτωλῶν, φοβούμενος μήποτε μετ᾽ οὐ πολὺ ἐν τοῖς αὐτοῖς καταλογισθῇς. κδʹ. Οὐκ εἰσελήλυθάς ποτε ἐν οἴκῳ πένθους, καὶ θεασάμενος τὸν κοπετὸν καὶ κλαυθμὸν ἐπήχθης ἀποπηδῆσαι τοῦ οἰκήματος; Διὸ ἐκ τῶν προσκαίρων δεῖ τεκμαίρεσθαι τὰ αἰώνια· φησὶν γάρ· δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.