Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς βιωτικὰ φρονοῦντας καὶ τὰ ἀξιώματα διώκοντας

Ἐφραίμ ὁ Σύρος

Νήψη, πνευματικός αγώνας και αντιμετώπιση των παθών

Προτροπή σε εγρήγορση και πρακτικό αγώνα κατά της αμέλειας και των δαιμονικών δυνάμεων, με έμφαση στην αδιάσπαστη ενότητα εξωτερικής ευσέβειας και πνευματικών έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Παρακαλῶ οὖν ὑμᾶς, τὸ ποίμνιον τὸ ἐκλεκτὸν τοῦ Χριστοῦ, νήψωμεν, ὡς καιρὸν ἔχομεν· σωφρονήσωμεν, ὥς ἐσμεν ἐν ἀνέσει, μήποτε αἰφνιδίως ἔλθῃ ἡ ὥρα ἐκείνη ἡ φρικτὴ καὶ ὀδυνηρά, καὶ πενθήσωμεν πικρῶς μετανοοῦντες ἀνόνητα.

Νήψωμεν, ἵνα μὴ αἰσχυνθῶμεν τὴν αἰσχύνην ἐκείνην τὴν μεγάλην, ἐνώπιον Θεοῦ καὶ Ἀγγέλων καὶ ἀνθρώπων. Παυσώμεθα τῶν φιλονεικιῶν, καὶ μάλιστα ἡμεῖς οἱ ἀκμαζούσας ἔχοντες τὰς ἡλικίας. Ταπεινώθητε, ὅση δύναμις, ἵνα δυνηθῆτε καταλαβεῖν τὴν τελειότητα. Ἐπὶ τῶν πατέρων ἡμῶν ἄνεσιν εἶχον μᾶλλον οἱ καιροί.

Καὶ μάθετε πόση ἦν παρ᾽ αὐτοῖς ἡ ἀκρίβεια, πόση ταπείνωσις καὶ εὐτέλεια, κακουχία τε καὶ ἐξουθένωσις· νυνὶ δὲ μέγας ὑπάρχει ὁ πόλεμος. Μὴ καταφρονεῖτε, μηδὲ νομίζετε πεφθακέναι εἰς τὴν τελειότητα. Πολλοῦ καμάτου χρεία εἰς τὸ σωθῆναι, καὶ πολλοῦ αἰῶνος. Μὴ νομίσητε ὅτι τὸ ζώσασθαι βαθέα καὶ σύρειν τὰ ἱμάτια ἐκεῖνό ἐστι τὸ μονάζειν, ἢ τὸ ἔχειν λαμπρὰς χεῖρας ἐκεῖνο σῴζει, ἢ τὸ εὐδιάλεκτον εἶναι, ἢ ἑρμηνέα Γραφῶν, ἐκεῖνό ἐστι τελειότης, ἢ τὸ ξυρᾶσθαι τὰς κεφαλάς, ἢ τὸ πάλιν τρίχας φιλοκαλεῖν, καὶ μὴ ἔχειν τὰς ἀναλόγους καὶ ἁρμοζούσας ἀρετάς.

Οὐ τὸ σχῆμα σμικρύνων λέγω, μὴ γένοιτο· ἀλλ᾽ ὅτι τῷ σχήματι ὀφείλει ἐπακολουθεῖν ὁ τρόπος καὶ τὰ ἔργα. Σχῆμα γὰρ χωρὶς ἔργων οὐδέν ἐστι. Μὴ οὖν ἀμεριμνᾶτε, μηδὲ χαυνοῦσθε· πολλοῦ γὰρ κόπου χρεία τὴν νεότητα καὶ τὰς ὁρμὰς τοῦ σώματος χαλιναγωγῆσαι· εἰ γὰρ καὶ ἄχθεσθε ἐπὶ τοῖς λεγομένοις, ἀλλ᾽ ἐμὲ τοῦτο οὐ λυπεῖ· θέλω γὰρ ὑμᾶς καυτῆρας δέξασθαι, ἵνα τῆς σηπεδόνος ἀπαλλαγῆτε. Μηδὲ γάρ, ἐπειδὴ κρύπτετε ὑμῶν τὰ πάθη, οἴεσθε τὸν Θεὸν λανθάνειν· λέγω γὰρ ὑμῖν, ὅτι τὰ κρυφῇ παρ᾽ ὑμῶν γενόμενα, αἰσχρόν μοι τὸ διαγράφειν.

Εἰ γὰρ διαγράψω, οὐ στήσεσθε, ἀλλ᾽ ἀποφεύξεσθε! Διὸ δὴ παρακαλῶ ὑμᾶς, ταπεινώσατε ἑαυτοὺς τῇ ὑπακοῇ, τῇ ἀγάπῃ, τῇ εὐτελείᾳ, τῇ ἐξουδενώσει. Διὰ τούτων ὑποτάσσεσθε ἀλλήλοις καὶ ὑπείκετε ἑαυτοῖς τῇ νηστείᾳ ὁπλιζόμενοι, τῇ εὐχῇ, τῇ ἀγρυπνίᾳ. Μὴ εἰς τὸ φιλονεικεῖν δυνατοὶ καὶ εἰς τὴν ψαλμῳδίαν ἐκλελυμένοι· μὴ εἰς τοὺς λογισμοὺς ἄγρυπνοι καὶ ὡς θῆρες ἐμβλέποντες, καὶ ἐν τῇ εὐχῇ νυστάζοντες καὶ τοὺς ὀφθαλμοὺς καμμύοντες· μὴ εἰς τὴν ἀργολογίαν ἰσχυροὶ ὡς ταῦροι, καὶ εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἀσθενεῖς ὥσπερ αἱ ἀλώπεκες· μὴ εἰς τὸ λογομαχεῖν ἀήττητοι, καὶ εἰς τὰ πνευματικὰ χασμώμενοι· μὴ ἐν τῷ παίζειν ἱλαροί, καὶ ἐν τῷ νουθετεῖσθαι ὑμᾶς σκυθρωποί· μὴ τὴν ἡμέραν εἰς τὴν γαστριμαργίαν ὑγιεῖς, καὶ ἐν τῇ νυκτερινῇ εὐχῇ ἀσθενάριοι καὶ νωθεῖς· μὴ ἐν ταῖς συντυχίαις ἱταμοί, καὶ ἐν τοῖς ἔργοις ἐκλελυμένοι· μὴ ἐν τῷ ἐπιτάσσειν τίμιοι, καὶ ἐν τῷ ἐπιτάσσεσθαι ἄτιμοι· μὴ εἰς τὸ ὑπακούεσθαι ἡδεῖς, καὶ εἰς τὸ ὑπακούειν ἀηδιζόμενοι· μὴ εἰς τὸ ἐπιτάσσειν αὐστηροί, καὶ εἰς τὸ ἐπιτάσσεσθαι στυγνοί τε καὶ γόγγυσοι.

Μὴ τὰ χειρίδια ἕως τῶν δακτύλων, καὶ αἱ γλῶσσαι ἕως αὐτοῦ τοῦ στήθους· μὴ εἰς τὴν τράπεζαν γοργοὶ καὶ πρόθυμοι, καὶ εἰς τὰ ἔργα ἀμελεῖς καὶ ἐκλελυμένοι· μὴ εἰς πολυφαγίαν δυνατοί, καὶ εἰς νηστείαν ἀδύνατοι· μὴ εἰς οἰνοποσίαν χαίροντες, καὶ εἰς ὑδροποσίαν στυγνοί τε καὶ κατηφεῖς· μὴ εἰς τὸ περιβλέπεσθαι διεγηγερμένοι, καὶ εἰς τὸ διακρῖναί τι ἀγαθὸν ἐσκοτισμένοι· μὴ ἐνώπιον θηλειῶν σεμνοί, καὶ μετὰ τῶν ἀδελφῶν ἠγριωμένοι.

Ἀλλὰ παρακαλῶ ὑμᾶς, τέκνα Θεοῦ ἠγαπημένα, τὸν ζῆλον τῶν καλῶν ἀναλάβετε, εἴ τι σεμνόν, εἴ τι οἰκοδομῆς οἰκεῖον, εἴ τι εὔφημον· πρὸ πάντων τὴν ταπείνωσιν, τὴν ἀγάπην, τὴν χρηστότητα, τὴν πρᾳότητα, τὴν ἐπιείκειαν, παραχωροῦντες ἀλλήλοις καὶ μὴ φιλονεικοῦντες εἰς οὐδὲν χρήσιμον. Τῇ νηστείᾳ καὶ τῇ προσευχῇ ἄοκνοι, ἵνα δυνηθῆτε τὰ τῆς σαρκὸς πάθη νικῆσαι· ἵνα μὴ διὰ τὰ μηδαμινὰ πάθη τοσούτων ἀγαθῶν στερηθῶμεν. Μὴ τὰ πρόσκαιρα ζητοῦντες, τὴν ἀθάνατον δόξαν ἀπολέσωμεν. Σπουδάσωμεν, παρακαλῶ, ὡς ἔτι ἐσμὲν ἐν σαρκί, τὰ ἀρεστὰ Κυρίῳ ἐργασώμεθα. Σπουδάσωμεν, ἐπειχθῶμεν, μέγας χειμὼν ἐπίκειται, μὴ ἀμεριμνήσωμεν. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς τοὺς ὁρωμένους ἀνθρώπους, ἵνα διαβλεπόμενοι ἀσφαλισώμεθα. Ἀόρατοί εἰσιν οἱ πολεμοῦντες ἡμᾶς· διὰ τοῦτο καὶ μέγας ὁ κίνδυνος τοῖς ἀμελεστέροις, νικῶσι δὲ μεγάλη μισθαποδοσία.

Δι᾽ ἐπινοιῶν οὖν νικήσωμεν καὶ ἀντιπαραταξώμεθα αὐτῷ· οἷόν τι λέγω· ἐὰν εἰς γαστριμαργίαν ἐρεθίσῃ, διὰ νηστείας πολεμήσωμεν· ἐὰν εἰς ἐπιθυμίαν γυναικὸς ἡμᾶς γαργαλίζῃ, τῇ ὑπομονῇ χρησάμενοι κρατήσωμεν τῆς αἰσθήσεως καὶ παραχρῆμα φεύξεται· ἐὰν εἰς ὀργὴν ἡμᾶς διεγείρῃ, τὴν εἰρήνην ὁπλισώμεθα· ἐὰν θυμοῦσθαι ἡμᾶς παρασκευάσῃ, τὴν πρᾳότητα ἀναλάβωμεν· ἐὰν εἰς μῖσος ἐξάπτῃ, τῇ ἀγάπῃ κολληθῶμεν· ἐὰν εἰς τιμὴν ἐρεθίζῃ, τὴν ἐξουδένωσιν ἐπιδειξώμεθα· ἐὰν εἰς δόξαν, τὴν εὐτέλειαν ἀναλάβωμεν· ἐὰν εἰς ὕψος φαντάζῃ, τοῦ Κυρίου τὴν ταπείνωσιν διαγράψωμεν· ἐὰν εἰς ζῆλον πρὸς τὸν ἀδελφὸν ἐρεθίζῃ, ἐννοήσωμεν τὴν ἔκπτωσιν τοῦ Κάϊν· ἐὰν εἰς φθόνον, τὴν ἀπώλειαν τοῦ Ἠσαῦ· ἐὰν εἰς καταλαλιὰν κινῇ, τῇ σιωπῇ ἑαυτοὺς περιφράξωμεν. Ἐὰν γὰρ οὕτως αὐτῷ ἀντισταθῶμεν, φεύξεται καὶ οὐ στήσεται. Ἐπανελεύσεται δὲ ἡ χάρις.