Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ὑπομνηστικόν

Ἐφραίμ ὁ Σύρος

Η καλλιέργεια των αρετών και η εγρήγορση

Απαρίθμηση των πνευματικών χαρισμάτων και προτροπή σε εγρήγορση για την υποδοχή του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ἀγώνισαι τοίνυν καὶ αὐτὸς πολεμῆσαι μέχρι θανάτου, ὡς ἀληθινὸς στρατιώτης· οὐ γὰρ παίγνιόν ἐστιν ἡ ἄσκησις, τέκνον, ἀλλ᾽ ἐν πολλῇ ἀκριβείᾳ ἡ τῆς ψυχῆς σωτηρία κατορθοῦται. Διὸ οὐ παρέλιπον μίαν ἀρετῶν ἐγγράφως σοι ἐπιστείλας, ἵνα μὴ εἴπῃς, οὐκ ᾔδειν τί ποιήσω. Οὕτως οὖν ἀγώνισαι ἐν πάσῃ σεμνότητι καὶ ἐπιστήμῃ ἀναστροφῇ καὶ τὸν τῆς ζωῆς σου χρόνον, ἵνα καὶ Θεῷ καὶ ἀνθρώποις ἀρέσῃς. Ἂν γὰρ οὕτως σεαυτὸν κυβερνήσῃς, σκοπῶν ἑκάστου τὴν τελείαν ἀποταξίαν καὶ τὴν ἐνάρετον ἐν Θεῷ πολιτείαν, καὶ σὺ εἰς ὕψος ἀρετῶν ἑαυτὸν ἑλκύσαι δυνήσῃ ῥᾳδίως, βλέπων τοῦ μὲν τὴν ἀκτημοσύνην, πῶς πάντα καταλιπὼν ἀγωνίζεται πάντοθεν ἀμέριμνον καθιστᾶν ἑαυτοῦ τὸν νοῦν πρὸς τὸ ἀπερισπάστως προσεδρεύειν ταῖς προσευχαῖς, καὶ μὴ ἔχειν λογισμὸν ἢ φροντίδα ἐκκόπτουσαν αὐτοῦ τὴν εὐχὴν ἢ τὸ δάκρυον ἢ τὴν πρὸς Θεὸν θερμήν τε καὶ τελείαν ἀγάπην. Οἶδας γὰρ καὶ αὐτός, ἀγαπητέ, ὅτι ἐάν τις μετὰ πόθου καὶ δακρύων προσεύχεται ἐν καθαρᾷ καρδίᾳ, αὐτὸν τὸν Θεὸν ἐνοπτρίζεται ἐν τῇ διανοίᾳ αὑτοῦ. Διὸ ἐν πτωχείᾳ καὶ ἐν πενίᾳ καὶ πολλῇ στενοχωρίᾳ ἐπείγεται ἕκαστος πρὸς τὰ ἐπηγγελμένα τοῖς δικαίοις ἀγαθά· στενὴ γὰρ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.

Διὰ τοῦτό σοι τὴν ὁδὸν ταύτην ὑποδεικνύω, εἰς ἣν ἐγὼ οὔπω ἐπέβην, ἵνα προσέχων μιμήσῃ τὴν ἀναστροφὴν τῶν ἁγίων· τοῦ μὲν τὴν εὐλάβειαν, τοῦ δὲ τὴν ἐπιστήμην, τοῦ δὲ τὴν ἀκολουθίαν, τοῦ δὲ τὴν κατάστασιν, τοῦ δὲ τὴν ταπεινοφροσύνην, τοῦ δὲ τὴν τιμήν· καὶ τὸν μέν, κατήγορον ἑαυτοῦ γινόμενον, τὸν δέ, ἐξουδενοῦντα ἑαυτὸν καὶ ἐξευτελίζοντα· τοῦ δὲ τὴν ἐπιμέλειαν, τοῦ δὲ τὴν ἡσυχίαν, τοῦ δὲ τὴν πρᾳότητα, τοῦ δὲ τὴν μακροθυμίαν, τοῦ δὲ τὴν ἀνεξικακίαν, τοῦ δὲ τὸ εἰρηνικόν, τοῦ δὲ τὸ κατήγορον ἑαυτοῦ γινόμενον, τὸν δέ, ἐξουδενοῦντα ἑαυτὸν καὶ ἐξευτελίζοντα· τοῦ δὲ τὴν ἐπιμέλειαν, τοῦ δὲ τὴν ἡσυχίαν, τοῦ δὲ τὴν πρᾳότητα, τοῦ δὲ τὴν μακροθυμίαν, τοῦ δὲ τὴν ἀνεξικακίαν, τοῦ δὲ τὸ εἰρηνικόν, τοῦ δὲ τὸ προσφιλές, τοῦ δὲ τὴν ὁμόνοιαν, τοῦ δὲ τὴν συμφωνίαν, τοῦ δὲ τὴν σύνεσιν, τοῦ δὲ τὴν φρόνησιν, τοῦ δὲ τὸ νηφάλιον, τοῦ δὲ τὸ σοφόν, τοῦ δὲ τὸ εὐσύμβουλον, τοῦ δὲ τὸ διακριτικόν, τοῦ δὲ τὸ μυστικόν, τοῦ δὲ τὸ ἱλαρόν, τοῦ δὲ τὸ χαρίεν, τοῦ δὲ τὸ εὐπροσήγορον, τοῦ δὲ τὸ εὐδιάλλακτον, τοῦ δὲ τὸ συγκαταβατικόν, τοῦ δὲ τὸ συγχωρητικόν, τοῦ δὲ τὴν ἀνδρείαν, τοῦ δὲ τὸ θάρσος, τοῦ δὲ τοὺς ἀγῶνας, τοῦ δὲ τὴν ὑπακοήν, τοῦ δὲ τὴν ἐργασίαν, τοῦ δὲ τὸν ἔπαινον, τοῦ δὲ τὴν προθυμίαν, τοῦ δὲ τὴν εἰς τοὺς ἀδελφοὺς διακονίαν, τοῦ δὲ τὸν ζῆλον, τοῦ δὲ τὴν θερμότητα, τοῦ δὲ τὴν ὑποταγήν, τοῦ δὲ τὴν παντελῆ τοῦ βίου ἀπαλλαγήν, καὶ καθάπερ ἐσταυρωμένον καθ᾽ ἑκάστην ἀποθνῄσκοντα· τοῦ δὲ τὴν ὑπομονήν, τοῦ δὲ τὸ καρτερικόν, τοῦ δὲ τὴν ἀλήθειαν, τοῦ δὲ τὴν παρρησίαν, τοῦ δὲ τὸ ἐλεγκτικόν, τοῦ δὲ τὸν φωτεινὸν καὶ ἔκδηλον πᾶσι βίον, τοῦ δὲ τὴν ἀκρίβειαν, τοῦ δὲ τὴν πανουργίαν, τοῦ δὲ τὴν παιδείαν, τοῦ δὲ τὴν σωφροσύνην, τοῦ δὲ τὸν ἁγιασμόν, τοῦ δὲ τὴν ἁγνείαν, τοῦ δὲ τὴν παρθενίαν, τοῦ δὲ τὸ καθαρόν, τοῦ δὲ τὸ πνευματικόν.

Καὶ τοῦ μὲν σκόπει τὴν ἐλεημοσύνην, τοῦ δὲ τὴν ἀντίληψιν, τοῦ δὲ τὴν χρηστότητα, τοῦ δὲ τὴν ἀγαθότητα, τοῦ δὲ τὴν εὐσπλαγχνίαν, τοῦ δὲ τὸν οἰκτιρμόν, τοῦ δὲ τὴν φιλαδελφίαν, τοῦ δὲ τὸ χαριστικόν, τοῦ δὲ τὸ εὐαπόδοτον, τοῦ δὲ τὴν ἰσότητα, τοῦ δὲ τὴν δικαιοκρισίαν, τοῦ δὲ τὴν συγγνώμην, τοῦ δὲ τὴν ἐπιείκειαν, τοῦ δὲ τὴν συμπάθειαν, τοῦ δὲ τὴν φιλοξενίαν, τοῦ δὲ τὴν ἀφελότητα, τοῦ δὲ τὴν ἀκακίαν, τοῦ δὲ τὴν ἀπάθειαν, τοῦ δὲ τὴν ἀκεραιότητα, τοῦ δὲ τὴν αὐτάρκειαν, τοῦ δὲ τὴν συμμετρίαν, τοῦ δὲ τὴν εὐχαριστίαν, τοῦ δὲ τὴν ἁπλότητα, τοῦ δὲ τὸ παρακλητικόν, τοῦ δὲ τὴν παραμυθίαν, τοῦ δὲ τὴν εἰς τοὺς ἀσθενοῦντας ἐπίσκεψιν, τοῦ δὲ τὴν εὐθύτητα, τοῦ δὲ τὸ προτρεπτικόν· καὶ τῶν μὲν τὴν ἀνελλιπῆ εὐχήν τε καὶ ψαλμῳδίαν καὶ τοὺς τῶν δακρύων ὀχετούς· καὶ ἁπαξαπλῶς τῶν πάντων τὴν ἔνθεον πολιτείαν.

Ἐν μέσῳ τοσούτου θησαυροῦ οἰκῶν, σπούδασον πλουτῆσαι μετὰ τῶν φρονίμων παρθένων συζῶν, μὴ ταῖς μωραῖς συγκαταριθμηθῇς. Τοσούτους ἔχεις φωστῆρας καταυγάζοντάς σου τοὺς ὀφθαλμοὺς καθ᾽ ἑκάστην ἡμέραν τε καὶ νύκτα· ἐν τῷ φωτὶ αὐτῶν πορεύθητι, καὶ τοῖς ἴχνεσιν αὐτῶν ἀκολούθησον, ἵνα αὐτοῖς συνεισέλθῃς εἰς τὰς αἰωνίους σκηνάς. Ὀξυπόδησον ἐν τοῖς βήμασι τούτοις, ὅπως τινὰς αὐτῶν καταφθάσαι δυνηθῇς· οἶδα γὰρ ὅτι, ἐὰν θέλῃς, δύνῃ.

Περίζωσαι οὖν τὴν ὀσφύν σου, καὶ ἅψαι τὴν λαμπάδα σου τῆς δικαιοσύνης, καὶ ἐκδέχου τὸν Κύριόν σου, ἵνα εὑρεθῇς ἕτοιμος εἰς τὴν ἀπάντησιν αὐτοῦ. Οὐ παύσομαι περὶ τούτου σοι γράφων· οἶδα γὰρ ὅτι δικαίως ἀκούεις, ἀλλὰ πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι μέχρι θανάτου διαφυλαχθῆναι, ἵνα μετὰ παρρησίας καὶ χαρᾶς τῷ ἀθανάτῳ Νυμφίῳ ἀπαντήσῃς. Τίμα γὰρ τὴν παρθενίαν, καὶ εἰς τὴν οὐράνιον παστάδα συνεισφέρει σε. Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.