Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ
Η ενανθρώπηση και η κατά σάρκα γέννηση
Επιλογή προφητειών για την ενσάρκωση, την εκ Παρθένου σύλληψη, τη γέννηση στη Βηθλεέμ, την προσκύνηση των Μάγων και τη σφαγή των νηπίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ενανθρώπηση και η κατά σάρκα γέννηση
Επιλογή προφητειών για την ενσάρκωση, την εκ Παρθένου σύλληψη, τη γέννηση στη Βηθλεέμ, την προσκύνηση των Μάγων και τη σφαγή των νηπίων.
Καὶ πάλιν· Εἴδοσαν πάντες οἱ λαοὶ τὸ σωτηρίαν τοῦ Θεοῦ ἡμῶν; Σολομων λέγει· Εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων. 〈ϛ〉 ὅτι ὤφθη, καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος— Ιερεμιας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ δέδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτόν.
Καὶ πάλιν· Ἀνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Καὶ πάλιν· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ Δαυιδ λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε. Καὶ πάλιν· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
Ωσηε λέγει· Σάρξ μου ἐξ αὐτῶν· τί σε διαθῶ Εφραϊμ; ὑπερασπίσω σου Ισραηλ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος. Ησαϊας λέγει· Μεθ᾽ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Καὶ πάλιν· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν.
Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. 〈ζ〉 ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος— Δαυιδ ἐν τῷ 〈πη〉 ψαλμῷ λέγει· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ.
Καὶ πάλιν· Ὤμοσε Κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. Καὶ πάλιν· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
Καὶ Ησαϊας λέγει· θήσω τὴν βασιλείαν αὐτοῦ ἐπὶ τὸν θρόνον Δαυιδ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν δικαιοσύνῃ καὶ κρίματι.
Καὶ πάλιν Ιερεμιας· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ισραηλ καὶ Ιουδας κατασκηνώσει ἐπ᾽ αὐτόν. 〈η〉 ὅτι ἐκ παρθένου— Ησαϊας ὁ μέγας καὶ ἔνδοξος πρῶτος βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουηλ, ὁ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ Θεός. 〈θ〉 ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον— Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι᾽ αὐτῆς ἀλλὰ Κύριος ὁ Θεὸς μόνος, καὶ εἰσελεύσεται καὶ καθίεται, ὅτι αὐτός ἐστιν ὁ ἡγούμενος, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας ὄπισθεν αὐτοῦ, καὶ ἔσται ἡ πύλη κεκλεισμένη εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 〈ι〉 ὅτι ἡ μήτρα πύλη— Ιωβ λέγει· Διὰ τί οὐ συνέκλεισάς μοι πύλας γαστρὸς μητρός μου; 〈ια〉 ὅτι ἀνωδίνως ἡ παρθένος γεννήσει— Ησαϊας βοᾷ λέγων· Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τῶν πόνων τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. 〈ιβ〉 ὅτι ἐχρίσθη— Δαυιδ λέγει ἐν τῷ 〈μδ〉 ψαλμῷ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τὸν μετόχους σου.
Καὶ Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. 〈ιγ〉 ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως— Ιερεμιας λέγει· οἴμοι ἐγὼ μῆτερ· ὡς τίνα με τέτοκας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ.
Καὶ Δαυιδ λέγει ἐν τῷ 〈κα〉 ψαλμῷ· Ὁ Θεὸς ὁ Θεός μου πρόσχες μοι. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.
Καὶ Δανιηλ. Ἐθεώρει ἕως οὗ ἀπεσχίθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα. Καὶ ὅτι λίθος, Ησαϊας λέγει· Ἰδοὺ τίθημι λίθον προσκόμματος ἐν Σιων, καὶ πέτραν σκανδάλου. Καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.
Καὶ Ζαχαριας λέγει· Ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 〈ιδ〉 ὅτι παιδίον— Ησαϊας μαρτυρεῖ λέγων· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.
Καὶ πάλιν ὁ αὐτὸς λέγει· Πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα αὐτοῦ, ἔλαβε τὴν δύναμιν Δαμασκοῦ. Καὶ πάλιν· Παιδίον μικρὸν γράψει αὐτούς. 〈ιε〉 ὅτι ἐν Βηθλεεμ τεχθήσεται— Ησαϊας λέγει· Οἰκήσει ἐν ὑψηλῷ τόπῳ ἐπὶ πέτρας ὀχυράς. 〈ιϛ〉 ὅτι προσκυνήσουσιν οἱ μάγοι— Δαυιδ ἐν τῷ 〈οα〉 ψαλμῷ λέγει· Βασιλεῖς θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
Καὶ Ησαϊας λέγει· Ἥξουσιν ἐκ Σαβα φέροντες χρυσίον καὶ λίβανον καὶ σμύρναν, καὶ εὐαγγελιοῦνται τὸ σωτήριον τοῦ Κυρίου. 〈ιζ〉 ὅτι ἀνατελεῖ ὁ ἀστήρ— Βαλααμ λέγει· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ.
Καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ. 〈ιη〉 ὅτι τὰ βρέφη ἀναιρεθήσονται— Ιερεμιας οὕτως θρηνεῖ λέγων· Οὕτως εἶπε Κύριος, φωνὴ ἐν Ραμα ἠκούσθη θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ραχηλ ἀποκλαιομένη οὐκ ἠθέλησε παύσασθαι ἐπὶ τῶν υἱῶν, ὅτι οὐκ εἰσίν. οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ὁ μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, μονίμοις τοῖς σοῖς τέκνοις. 〈ιθ〉 ὅτι ταραχθήσεται Ηρῳδης καὶ οἱ μετ᾽ αὐτοῦ πάντες— Ιερεμιας λέγει· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδίαν τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. 〈κ〉 ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι— Δαυιδ λέγει ἐν τῷ 〈ξε〉 ψαλμῷ· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονται οἱ ἐχθροί σου. 〈κα〉 ὅτι θυμωθήσεται ἀπατηθείς— Δαυιδ ἐν τῷ 〈ρια〉 ψαλμῷ λέγει· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. 〈κβ〉 ὅτι ἐρευνήσει καὶ ἀναζητήσει— Δαυιδ λέγει ἐν τῷ 〈ξγ〉 ψαλμῷ· Εἶπαν τίς ὄψεται αὐτούς, ἣ διηγήσεται τοῦ κρύψαι παγίδας; ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. 〈κγ〉 ὅτι ἀνελεῖ τὰ βρέφη— Ἐρρέθη ἐν τῷ 〈ιη〉 κεφαλαίῳ. 〈κδ〉 ὅτι οὐκ ἀνελεῖ τὸν Χριστόν— Δαυιδ λέγει ἐν τῷ 〈λϛ〉 ψαλμῷ· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον τοῦ ἀπολέσαι αὐτόν, ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.