Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Α΄: Προοίμιο, τα πρώτα χρόνια και η διακυβέρνηση του Κωνσταντίου

Το προοίμιο του έργου, η εξύμνηση του θεοφιλούς βίου του Κωνσταντίνου και η περιγραφή της ειρηνικής και φιλόχριστης βασιλείας του πατέρα του, Κωνσταντίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 16

Τοῦ τετάρτου λόγου τὰ κεφάλαια. ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ ΛΟΓΟΣ 〈Α〉 Ἄρτι μὲν τῷ μεγάλῳ βασιλεῖ παντοίων δεκάδων {διττῶν τε καὶ τριττῶν} περιόδους ἐν ἑορτῶν εὐωχίαις πᾶν γένος ἀνθρώπων ἐπανηγύριζεν, ἄρτι δὲ καὶ ἡμεῖς αὐτοὶ τὸν καλλίνικον, μέσον ἀπολαβόντες θεοῦ λειτουργῶν συνόδου, εἰκοσαετηρικοῖς ὕμνοις ἐγεραίρομεν, ἤδη δὲ καὶ τριακονταετηρικοὺς αὐτῷ λόγων πλέξαντες στεφάνους, ἐν αὐτοῖς πρώην βασιλείοις τὴν ἱερὰν κεφαλὴν ἀνεστέφομεν· νυνὶ δ᾽ ὁ λόγος ἡμῖν ἀμηχανῶν ἕστηκε, ποθῶν μέν τι τῶν συνήθων προσφθέγξασθαι, ἀπορῶν δ᾽ ὅπῃ καὶ τράποιτο μόνῳ τε τῷ θαύματι τῆς ξενιζούσης ὄψεως καταπεπληγμένος. ὅπῃ γὰρ ἀτενὲς ἐμβλέψειεν, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν, ἤν τ᾽ ἐπὶ γῆς αὐτῆς ὅλης ἤν τε πρὸς οὐρανὸν αὐτόν, πάντῃ καὶ πανταχοῦ τὸν μακάριον αὐτῇ συνόντα ⌜βασιλείᾳ⌝ θεωρεῖ. γῆς μὲν γὰρ τοὺς αὐτοῦ παῖδας οἷά τινας νέους λαμπτῆρας τῶν αὐτοῦ μαρμαρυγῶν συνορᾷ πληροῦντας τὸ πᾶν, αὐτόν τε ζῶντα δυνάμει καὶ τὸν σύμπαντα διακυβερνῶντα βίον κρειττόνως ἢ πρόσθεν τῇ τῶν παίδων πολυπλασιασθέντα διαδοχῇ· οἳ καισάρων μὲν ἔτι πρότερον μετεῖχον τιμῆς, νυνὶ δ᾽ ὅλον αὐτὸν ἐνδυσάμενοι θεοσεβείας ἀρετῇ, αὐτοκράτορες αὔγουστοι σεβαστοὶ βασιλεῖς τοῖς τοῦ πατρὸς ἐμπρέποντες καλλωπίσμασιν ἀνεδείχθησαν.

καὶ τὸν ἐν σώματι δὲ θνητῷ μικρῷ πρόσθεν ὁρώμενον αὐτοῖς θ᾽ ἡμῖν συνόντα παραδοξότατα καὶ μετὰ τὴν τοῦ βίου τελευτήν, ὅτε ἡ φύσις ὡς ἀλλότριον τὸ περιττὸν ἐλέγχει, τῶν αὐτῶν βασιλικῶν οἴκων τε καὶ κτημάτων καὶ τιμῶν καὶ ὕμνων ἠξιωμένον θεώμενος ὁ λόγος ὑπερεκπλήττεται· ἤδη δὲ καὶ πρὸς αὐταῖς οὐρανίαις ἁψῖσιν ἑαυτὸν ἐκτείνας, κἀνταῦθα τὴν τρισμακαρίαν ψυχὴν αὐτῷ θεῷ συνοῦσαν φαντάζεται, θνητοῦ μὲν καὶ γεώδους παντὸς ἀφειμένην περιβλήματος, φωτὸς δ᾽ ἐξαστραπτούσῃ στολῇ καταλαμπομένην. εἶτ᾽ οὐκέτι μὲν μακραῖς χρόνων περιόδοις ἐν θνητῶν διατριβαῖς εἰλουμένην αὐτήν, αἰωνοθαλεῖ δὲ διαδήματι ζωῆς ἀτελευτήτου καὶ μακαρίου αἰῶνος ἀθανασίᾳ τετιμημένην ἐννοῶν, ἀχανὴς ἕστηκεν οἷα θνητὸς λόγος, μηδεμίαν μὲν ἀφιεὶς φωνὴν τῆς δ᾽ αὐτὸς αὐτοῦ κατεγνωκὼς ἀσθενείας, καὶ δὴ σιωπὴν καθ᾽ ἑαυτοῦ ψηφισάμενος τῷ κρείττονι καὶ καθόλου λόγῳ παραχωρεῖ τυγχάνειν τῆς τῶν ἐφαμίλλων ὕμνων ἀξίας· ᾧ δὴ καὶ μόνῳ δυνατὸν ἀθανάτῳ καὶ θεοῦ ὄντι λόγῳ τὰς οἰκείας πιστοῦσθαι φωνάς.

δι᾽ ὧν τοὺς μὲν αὐτὸν δοξάζοντάς τε καὶ τιμῶντας ἀμοιβαίοις ὑπερβάλλεσθαι χαρίσμασι, τοὺς δ᾽ ἐχθροὺς καὶ πολεμίους σφᾶς αὐτοὺς αὐτῷ καταστήσαντας τὸν ψυχῶν ὄλεθρον ἑαυτοῖς περιποιήσειν θεσπίσας, ἐντεῦθεν ἤδη τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἀψευδεῖς παρεστήσατο, ἀθέων μὲν καὶ θεομάχων τυράννων ἀπευκτὰ δείξας τοῦ βίου τὰ τέλη, τοῦ δ᾽ αὐτοῦ θεράποντος ζηλωτὸν καὶ πολυύμνητον πρὸς τῇ ζωῇ καὶ τὸν θάνατον ἀποφήνας, ὡς ἀξιομνημόνευτον καὶ τοῦτον {τε} στηλῶν 〈τε〉 οὐ θνητῶν ἀλλ᾽ ἀθανάτων ἐπάξιον γενέσθαι. θνητῶν μὲν γὰρ φύσις, θνητοῦ καὶ ἐπικήρου τέλους παραμύθιον εὑραμένη, εἰκόνων ἀναθήμασι τὰς τῶν προτέρων μνήμας ἀθανάτοις ἔδοξε γεραίρειν τιμαῖς, καὶ οἱ μὲν σκιαγραφίας κηροχύτου γραφῆς ἄνθεσιν, οἱ δὲ γλυφαῖς ὕλης ἀψύχου ἀνδρείκελα σχήματα τεκτηνάμενοι, οἱ δὲ κύρβεσι καὶ στήλαις βαθείας γραμμὰς ἐγχαράξαντες, μνήμαις ὑπέλαβον αἰωνίαις τὰς τῶν τιμωμένων ἀρετὰς παραδιδόναι. τὰ δ᾽ ἦν ἄρα πάντα θνητὰ χρόνου μήκει δαπανώμενα, φθαρτῶν ἅτε σωμάτων ἰνδάλματα, οὐ μὴν ἀθανάτου ψυχῆς ἀποτυποῦντα ἰδέας. ὅμως δ᾽ οὖν ἀπαρκεῖν ἐδόκει ταῦτα τοῖς μηδὲν ἕτερον μετὰ τὴν τοῦ θνητοῦ βίου καταστροφὴν ἐν ἀγαθῶν ἐλπίσι τιθεμένοις.

θεὸς δ᾽ ἄρα, θεὸς ὁ κοινὸς τῶν ὅλων σωτήρ, μείζονα ἢ κατὰ θνητοὺς λογισμοὺς τοῖς εὐσεβείας ἐρασταῖς ἀγαθὰ παρ᾽ ἑαυτῷ ταμιευσάμενος, τὰ πρωτόλεια τῶν ἐπάθλων ἐνθένδε προαρραβωνίζεται, θνητοῖς ὀφθαλμοῖς ἁμωσγέπως τὰς ἀθανάτους πιστούμενος ἐλπίδας. παλαιοὶ ταῦτα χρησμοὶ προφητῶν γραφῇ παραδοθέντες θεσπίζουσι, ταῦτα βίοι θεοφιλῶν ἀνδρῶν παντοίαις ἀρεταῖς πρόπαλαι διαλαμψάντων τοῖς ὀψιγόνοις μνημονευόμενοι μαρτύρονται, ταῦτα καὶ ὁ καθ᾽ ἡμᾶς ἀληθῆ εἶναι διήλεγξε χρόνος, καθ᾽ ὃν Κωνσταντῖνος θεῷ τῷ παμβασιλεῖ μόνος τῶν πώποτε τῆς Ῥωμαίων ἀρχῆς καθηγησαμένων γεγονὼς φίλος, ἐναργὲς ἅπασιν ἀνθρώποις παράδειγμα θεοσεβοῦς κατέστη βίου.

Ταῦτα δὲ καὶ θεὸς αὐτός, ὃν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῳ καὶ μεσάζοντι καὶ τελευτῶντι τῆς βασιλείας αὐτῷ ⌜δεξιὸς⌝ παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδασκαλίαν θεοσεβοῦς ὑποδείγματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων αὐτοκρατόρων οἷόν τινα μέγιστον φωστῆρα καὶ κήρυκα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο, ⌜χρόνον⌝ μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαις {καὶ προσέτι λῷον} τιμήσας, τούτων δὲ διπλάσιον {τοῦ παντὸς αὐτῷ βίου} τὴν ἐν ἀνθρώποις περιορίσας ζωήν· τῆς δ᾽ αὐτοῦ μοναρχικῆς ἐξουσίας τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τ᾽ ὀλετῆρα γιγάντων, οἳ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. ἀλλ᾽ οἱ μὲν ὅσον εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα τε καὶ ἀπέσβησαν, τὸν δ᾽ αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι᾽ αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας ⌜εἰς αὐτὸν⌝ διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς ὄντων ἀποστρέφεσθαι πλάνην.

καὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ᾽ ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ᾽ αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστη καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττητον, εἰσαεὶ νικῶντα τροπαίοις τε τοῖς κατ᾽ ἐχθρῶν διὰ παντὸς φαιδρυνόμενον, βασιλέα τοσοῦτον, ὅσον οὐδεὶς ἀκοῇ τῶν πάλαι πρότερον μνημονεύει γενέσθαι, οὕτω μὲν θεοφιλῆ καὶ τρισμακάριον, οὕτω δ᾽ εὐσεβῆ καὶ πανευδαίμονα, ὡς μετὰ πάσης μὲν ῥᾳστώνης πλειόνων ἢ οἱ ἔμπροσθεν κατασχεῖν ἐθνῶν, ἄλυπον δὲ τὴν ἀρχὴν εἰς αὐτὴν καταλῆξαι τελευτήν.

Περσῶν μὲν δὴ Κῦρον παλαιὸς ἀνυμνεῖ λόγος περιφανῆ ἀποφανθῆναι τῶν πώποτε. ἀλλ᾽ ἐπεὶ μὴ ταῦτα τέλος δ᾽ ἐχρῆν μακροῦ βίου σκοπεῖν, φασὶν αὐτὸν οὐκ αἴσιον αἰσχρὸν δὲ καὶ ἐπονείδιστον ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι.

Μακεδόνων δ᾽ Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ᾽ ἢ συντελέσαι εἰς ἄνδρας ὠκύμορον ἀποβῆναι, κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὗτος πρὸς τοῖς τριάκοντα {τὴν πᾶσαν ζωὴν} ἐνιαυτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην {αὖ πλέον} ὁ τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δι᾽ αἱμάτων ἀνὴρ σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὥρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ᾽ ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν γένος, ἠφάνιζεν. αὐτίκα δ᾽ ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα παρασπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ᾽ ὁ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται χοροῖς, ὁ δ᾽ ἡμέτερος βασιλεὺς ἐξ ἐκείνου μὲν ἤρχετο, {ἐξ} οὗπερ ὁ Μακεδὼν ἐτελεύτα, ἐδιπλασίαζε δὲ τῷ χρόνῳ τὴν ἐκείνου ζωήν, τριπλάσιον δ᾽ ἐποιεῖτο τῆς βασιλείας τὸ μῆκος.

ἡμέροις γέ τοι καὶ σώφροσι θεοσεβείας παραγγέλμασι τὸν αὐτοῦ φραξάμενος στρατόν, ἐπῆλθε μὲν τὴν Βρεττανῶν καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον {περιοριζομένῳ}, τό τε Σκυθικὸν ἐπηγάγετο πᾶν, ὑπ᾽ αὐτῇ ἄρκτῳ μυρίοις βαρβάρων ἐξαλλάττουσι γένεσι τεμνόμενον, ἤδη δὲ καὶ μεσημβρίας ἐπ᾽ ἔσχατα τὴν ἀρχὴν ἐκτείνας εἰς αὐτοὺς Βλέμμυάς τε καὶ Αἰθίοπας, οὐδὲ τῶν πρὸς ἀνίσχοντα ἥλιον ἀλλοτρίαν ἐποιεῖτο τὴν κτῆσιν, ἐπ᾽ αὐτὰ δὲ τὰ τῆς ὅλης οἰκουμένης τέρματα, Ἰνδῶν μέχρι τῶν ἐξωτάτω τῶν τε ἐν κύκλῳ περιοίκων τοῦ παντὸς τῆς γῆς {τῷ βίῳ} στοιχείου, φωτὸς εὐσεβείας ἀκτῖσιν ἐκλάμπων, ἅπαντας εἶχεν ὑπηκόους, τοπάρχας ἐθνάρχας σατράπας βασιλέας παντοίων βαρβάρων ἐθνῶν ἐθελοντὶ ἀσπαζομένους καὶ χαίροντας τοῖς τε παρ᾽ αὐτῶν ξενίοις τε καὶ δώροις διαπρεσβευομένους καὶ τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν περὶ πλείστου ποιουμένους, ὥστε καὶ γραφαῖς εἰκόνων αὐτὸν παρ᾽ αὐτοῖς τιμᾶν ἀνδριάντων τε ἀναθήμασι, μόνον τε αὐτοκρατόρων παρὰ τοῖς πᾶσι Κωνσταντῖνον γνωρίζεσθαί τε καὶ βοᾶσθαι. ὁ δὲ καὶ μέχρι τῶν τῇδε βασιλικοῖς προσφωνήμασι τὸν ἑαυτοῦ θεὸν ἀνεκήρυττε σὺν παρρησίᾳ τῇ πάσῃ.

Εἶτ᾽ οὐ λόγοις μὲν τοῦτ᾽ ἔπραττεν ἀφυστέρει δὲ τοῖς ἔργοις, διὰ πάσης δὲ χωρῶν ἀρετῆς παντοίοις εὐσεβείας καρποῖς ἐνηβρύνετο, μεγαλοψύχοις μὲν εὐεργεσίαις τοὺς γνωρίμους καταδουλούμενος, κρατῶν δὲ νόμοις φιλανθρωπίας, εὐήνιόν τε τὴν ἀρχὴν καὶ πολύευκτον ἅπασι τοῖς ἀρχομένοις κατεργαζόμενος, εἰσότε λοιπὸν μακραῖς περιόδοις ἐτῶν κεκμηκότα αὐτὸν θείοις ἄθλων ἀγῶσι βραβείοις ἀθανασίας ὃν ἐτίμα θεὸς ἀναδησάμενος, θνητῆς ἐκ βασιλείας ἐπὶ τὴν παρ᾽ αὐτῷ ψυχαῖς ὁσίαις τεταμιευμένην ἀτελεύτητον ζωὴν μετεστήσατο, τριττὴν παίδων γονὴν τῆς ἀρχῆς διάδοχον ἐγείρας. οὕτω δὴ καὶ ὁ θρόνος τῆς βασιλείας πατρόθεν μὲν εἰς αὐτὸν κατῄει, θεσμῷ δὲ φύσεως παισὶ καὶ τοῖς τούτων ἐκγόνοις ἐταμιεύετο εἰς ἀγήρω τε χρόνον οἷά τις πατρῷος ἐμηκύνετο κλῆρος. θεὸς μὲν οὖν αὐτός, καὶ σὺν ἡμῖν ἔτι ὄντα τὸν μακάριον θεοπρεπέσιν ὑψώσας τιμαῖς καὶ τελευτῶντα κοσμήσας ἐξαιρέτοις τοῖς παρ᾽ αὐτοῦ πλεονεκτήμασι, γένοιτ᾽ ἂν αὐτοῦ καὶ γραφεύς, πλαξὶν οὐρανίων στηλῶν τοὺς τῶν αὐτοῦ κατορθωμάτων ἄθλους εἰς μακροὺς ἐγχαράττων αἰῶνας.

Ἐμοὶ δ᾽ εἰ καὶ τὸ λέγειν ἐπάξιόν τι τῆς τοῦ ἀνδρὸς μακαριότητος ἄπορον τυγχάνει τό τε σιωπᾶν ἀσφαλὲς καὶ ἀκίνδυνον, ὅμως ἀναγκαῖον μιμήσει τῆς θνητῆς σκιαγραφίας τὴν διὰ λόγων εἰκόνα τῇ τοῦ θεοφιλοῦς ἀναθεῖναι μνήμῃ, ὄκνου καὶ ἀργίας ἀφοσιουμένῳ ἔγκλημα. αἰσχυνοίμην γὰρ ἂν ἐμαυτόν, εἰ μὴ τὰ κατὰ δύναμιν, κἂν σμικρὰ ᾖ ταῦτα καὶ εὐτελῆ, τῷ πάντας ἡμᾶς δι᾽ ὑπερβολὴν εὐλαβείας θεοῦ τετιμηκότι συμβαλοῦμαι. οἶμαι δὲ καὶ ἄλλως βιωφελὲς καὶ ἀναγκαῖον ἔσεσθαί μοι τὸ γράμμα περιλαμβάνον βασιλικῆς μεγαλονοίας πράξεις θεῷ τῷ παμβασιλεῖ κεχαρισμένας. ἦ γὰρ οὐκ αἰσχρὸν Νέρωνος μὲν τὴν μνήμην καὶ τῶν τούτου μακρῷ χειρόνων δυσσεβῶν τινων καὶ ἀθέων τυράννων ἀόκνων τυχῆσαι συγγραφέων, οἳ δὴ φαύλων ὑποθέσεις δραμάτων ἑρμηνείᾳ κομψῇ καλλωπίσαντες πολυβίβλοις ἀνέθηκαν ἱστορίαις, ἡμᾶς δὲ σιωπᾶν οὓς θεὸς αὐτὸς τοσούτῳ συγκυρῆσαι βασιλεῖ, οἷον ὁ σύμπας οὐχ ἱστόρησεν αἰών, εἰς ὄψιν τε καὶ γνῶσιν αὐτοῦ καὶ ὁμιλίαν ἐλθεῖν κατηξίωσεν; διὸ δὴ προσήκοι ἄν, εἴ τισιν ἄλλοις, καὶ ἡμῖν αὐτοῖς ἀγαθῶν ἄφθονον ἀκοὴν κηρύττειν ἅπασιν, οἷς ἡ τῶν καλῶν μίμησις πρὸς τὸν θεῖον ἔρωτα διεγείρει τὸν πόθον.

οἱ μὲν γὰρ βίους ἀνδρῶν οὐ σεμνῶν καὶ πράξεις πρὸς ἠθῶν βελτίωσιν ἀλυσιτελεῖς χάριτι τῇ πρός τινας ἢ ἀπεχθείᾳ, τάχα δέ που καὶ πρὸς ἐπίδειξιν τῆς σφῶν αὐτῶν παιδεύσεως συναγαγόντες, κόμπῳ ῥημάτων εὐγλωττίας αἰσχρῶν πραγμάτων ὑφηγήσεις οὐκ εἰς δέον ἐξετραγῴδησαν, τοῖς μὴ μετασχεῖν τῶν κακῶν κατὰ θεὸν εὐτυχήσασιν ἔργων οὐκ ἀγαθῶν ἀλλὰ λήθῃ καὶ σκότῳ σιωπᾶσθαι ἀξίων διδάσκαλοι καταστάντες. ἐμοὶ δὲ ὁ μὲν τῆς φράσεως λόγος, εἰ καὶ πρὸς τὸ μέγεθος τῆς τῶν δηλουμένων ἐμφάσεως ἐξασθενεῖ, φαιδρύνοιτο γοῦν ὅμως καὶ ψιλῇ τῇ τῶν ἀγαθῶν πράξεων ἀπαγγελίᾳ, ἡ δέ γε τῶν θεοφιλῶν διηγημάτων ὑπόμνησις οὐκ ἀνόνητον ἀλλὰ καὶ σφόδρα βιωφελῆ τοῖς τὴν ψυχὴν εὖ παρεσκευασμένοις ποριεῖται τὴν ἔντευξιν.

Τὰ μὲν οὖν πλεῖστα καὶ βασιλικὰ τοῦ τρισμακαρίου διηγήματα, συμβολάς τε καὶ παρατάξεις πολέμων ἀριστείας τε καὶ νίκας καὶ τρόπαια τὰ κατ᾽ ἐχθρῶν θριάμβους τε ὁπόσους ἤγαγε, τά τε κατ᾽ εἰρήνην αὐτῷ πρὸς τὴν τῶν κοινῶν διόρθωσιν πρός τε τὸ συμφέρον ἑκάστου διωρισμένα νόμων τε διατάξεις, ἃς ἐπὶ λυσιτελείᾳ τῆς τῶν ἀρχομένων πολιτείας συνετάττετο, πλείστους τ᾽ ἄλλους βασιλικῶν ἄθλων ἀγῶνας, τοὺς δὲ παρὰ τοῖς πᾶσι μνημονευομένους, παρήσειν μοι δοκῶ, τοῦ τῆς προκειμένης ἡμῖν πραγματείας σκοποῦ μόνα τὰ πρὸς τὸν θεοφιλῆ συντείνοντα βίον λέγειν τε καὶ γράφειν ὑποβάλλοντος. μυρίων δ᾽ ὅσων ὄντων καὶ τούτων, τὰ καιριώτατα καὶ τοῖς μεθ᾽ ἡμᾶς ἀξιομνημόνευτα τῶν εἰς ἡμᾶς ἐλθόντων ἀναλεξάμενος, τούτων αὐτῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐκθήσομαι τὴν ὑφήγησιν, τοῦ καιροῦ λοιπὸν ἐπιτρέποντος ἀκωλύτως παντοίαις φωναῖς τὸν ὡς ἀληθῶς μακάριον ἀνυμνεῖν, ὅτι μὴ τοῦτο πράττειν ἐξῆν πρὸ τούτου, τῷ μὴ μακαρίζειν ἄνδρα πρὸ τελευτῆς διὰ τὸ τῆς τοῦ βίου τροπῆς ἄδηλον παρηγγέλθαι. κεκλήσθω δὲ θεὸς βοηθός, οὐράνιός τε συνεργὸς ἡμῖν ἐμπνείτω λόγος.

Ἐξ αὐτῆς δ᾽ ἤδη πρώτης ἡλικίας τοῦ ἀνδρὸς ὧδέ πῃ τῆς γραφῆς ἀπαρξώμεθα. Παλαιὰ κατέχει φήμη δεινά ποτε γένη τυράννων τὸν Ἑβραίων καταπονῆσαι λεών, θεὸν δὲ τοῖς καταπονουμένοις εὐμενῆ παραφανέντα Μωϋσέα προφήτην ἔτι τότε νηπιάζοντα μέσοις αὐτοῖς τυραννικοῖς οἴκοις τε καὶ κόλποις τραφῆναι καὶ τῆς παρ᾽ αὐτοῖς μετασχεῖν προνοῆσαι σοφίας. ὡς δ᾽ ἐπιὼν ὁ χρόνος τὸν μὲν εἰς ἄνδρας ἐκάλει, δίκη δ᾽ ἡ τῶν ἀδικουμένων ἀρωγὸς τοὺς ἀδικοῦντας μετῄει, τηνικαῦτα ἐξ αὐτῶν τυραννικῶν δωμάτων προελθὼν ὁ τοῦ θεοῦ προφήτης τῇ τοῦ κρείττονος διηκονεῖτο βουλῇ, τῶν μὲν ἀναθρεψαμένων τυράννων ἔργοις καὶ λόγοις ἀλλοτριούμενος, τοὺς δ᾽ ἀληθεῖ λόγῳ σφετέρους ἀδελφούς τε καὶ συγγενεῖς ἀποφαίνων γνωρίμους, κἄπειτα θεὸς αὐτὸν καθηγεμόνα τοῦ παντὸς ἔθνους ἐγείρας, Ἑβραίους μὲν τῆς ὑπὸ τοῖς ἐχθροῖς ἠλευθέρου δουλείας, τὸ δὲ τυραννικὸν γένος θεηλάτοις μετήρχετο δι᾽ αὐτοῦ κολαστηρίοις. φήμη μὲν αὕτη παλαιά, μύθου σχήματι τοῖς πολλοῖς παραδεδομένη, τὰς πάντων ἀκοὰς ἐπλήρου πρότερον, νυνὶ δὲ ὁ αὐτὸς καὶ ἡμῖν θεὸς μειζόνων ἢ κατὰ μύθους θαυμάτων ἐναργεῖς αὐτοπτικὰς θέας νεαραῖς ὄψεσι πάσης ἀκοῆς ἀληθεστέρας δεδώρηται.

τύραννοι μὲν γὰρ οἱ καθ᾽ ἡμᾶς τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν ὡρμημένοι τὴν αὐτοῦ κατεπόνουν ἐκκλησίαν, μέσος δὲ τούτων Κωνσταντῖνος, ὁ μετ᾽ ὀλίγον τυραννοκτόνος, παῖς ἄρτι νέος ἁπαλὸς ὡραῖός τ᾽ ἀνθοῦσιν ἰούλοις, οἷα {τις} αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ θεράπων, τυραννικαῖς ἐφήδρευσεν ἑστίαις, οὐ μὴν καὶ τρόπων τῶν ἴσων, καίπερ νέος ὤν, τοῖς ἀθέοις ἐκοινώνει. εἷλκε γὰρ αὐτὸν ἐξ ἐκείνου θείῳ σὺν πνεύματι φύσις ἀγαθὴ πρὸς τὸν εὐσεβῆ καὶ θεῷ κεχαρισμένον βίον, οὐ μὴν ἀλλὰ καὶ ζῆλος ἐνῆγε πατρικὸς ἐπ᾽ ἀγαθῶν μιμήσει τὸν παῖδα προκαλούμενος. πατὴρ γὰρ ἦν αὐτῷ—ὅτι δὴ καὶ ἄξιον ἐν καιρῷ καὶ ⌜τούτου⌝ τὴν μνήμην ἀναζωπυρῆσαι—περιφανέστατος τῶν καθ᾽ ἡμᾶς αὐτοκρατόρων Κωνστάντιος. οὗ πέρι τὰ τῷ παιδὶ φέροντα κόσμον βραχεῖ λόγῳ διελθεῖν ἀναγκαῖον.

Τεττάρων γάρ τοι τῆς Ῥωμαίων αὐτοκρατορικῆς κοινωνούντων ἀρχῆς, μόνος οὗτος ἀκοινώνητον τοῖς ἄλλοις περιβαλλόμενος τρόπον τὴν πρὸς τὸν ἐπὶ πάντων θεὸν φιλίαν ἐσπένδετο. οἱ μέντοι τὰς ἐκκλησίας τοῦ θεοῦ πολιορκίᾳ δῃοῦντες ἐξ ὕψους εἰς ἔδαφος καθῄρουν, αὐτοῖς θεμελίοις τοὺς εὐκτηρίους ἀφανίζοντες οἴκους, ὁ δὲ τῆς τούτων ἐναγοῦς δυσσεβείας καθαρὰς ἐφύλαττε τὰς χεῖρας, μηδαμῆ μηδαμῶς αὐτοῖς ἐξομοιούμενος. καὶ οἱ μὲν ἐμφυλίοις θεοσεβῶν ἀνδρῶν τε καὶ γυναικῶν σφαγαῖς τὰς ὑπ᾽ αὐτοῖς ἐπαρχίας ἐμίαινον, ὁ δὲ τοῦ μύσους ἀμίαντον τὴν ἑαυτοῦ συνετήρει ψυχήν. καὶ οἱ μὲν συγχύσει κακῶν εἰδωλολατρίας ἐκθέσμου σφᾶς αὐτοὺς πρότερον κἄπειτα τοὺς ὑπηκόους ἅπαντας πονηρῶν δαιμόνων πλάναις κατεδουλοῦντο, ὁ δὲ εἰρήνης βαθυτάτης τοῖς ὑπ᾽ αὐτοῦ βασιλευομένοις ἐξάρχων τὰ τῆς εἰς θεὸν εὐσεβείας ἄλυπα τοῖς οἰκείοις ἐβράβευεν. ἀλλὰ καὶ πᾶσι μὲν ἀνθρώποις βαρυτάτας εἰσπράξεις ἐπαιωροῦντες οἱ ἄλλοι βίον ἀβίωτον αὐτοῖς καὶ θανάτου χαλεπώτερον ἐπήρτων, μόνος δὲ Κωνστάντιος ἄλυπον τοῖς ἀρχομένοις καὶ γαληνὴν παρασκευάσας τὴν ἀρχήν, πατρικῆς κηδεμονίας ἐν οὐδενὶ λείπουσαν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν. μυρίων δὲ καὶ ἄλλων τοῦ ἀνδρὸς ἀρετῶν παρὰ τοῖς πᾶσιν ᾀδομένων, ἑνὸς καὶ δευτέρου μνημονεύσας κατορθώματος τεκμηρίοις τε τούτοις τῶν σιωπωμένων χρησάμενος ἐπὶ τὸν προκείμενον τῆς γραφῆς σκοπὸν διαβήσομαι.

Πολλοῦ δὴ λόγου περιτρέχοντος φήμῃ ἀμφὶ τοῦδε τοῦ βασιλέως, ὡς ἤπιος ὡς ἀγαθὸς ὡς τὸ θεοφιλὲς ὑπεράγαν κεκτημένος, ὡς δι᾽ ὑπερβολὴν φειδοῦς τῶν ὑπηκόων οὐδὲ θησαυρός τις αὐτῷ τεταμίευτο χρημάτων, βασιλεὺς ὁ τηνικαῦτα τὸν πρῶτον τῆς ἀρχῆς ἐπέχων βαθμὸν πέμψας αὐτῷ κατεμέμφετο τὴν τῶν κοινῶν ὀλιγωρίαν πενίαν τ᾽ ἐπωνείδιζε, δεῖγμα τοῦ λόγου παρέχων τὸ μηθὲν αὐτὸν ἐν θησαυροῖς ἀπόθετον κεκτῆσθαι. ὁ δὲ τοὺς παρὰ βασιλέως ἥκοντας αὐτοῦ μένειν παρακελευσάμενος, τῶν ὑπ᾽ αὐτὸν τοὺς ἀμφιλαφῆ πλοῦτον κεκτημένους ἐξ ἁπάντων τῶν ὑπὸ τῇ βασιλείᾳ συγκαλέσας ἐθνῶν, χρημάτων ἔφη δεῖσθαι, καὶ τοῦτον εἶναι καιρόν, ἐν ᾧ προσήκειν ἕκαστον αὐτοπροαίρετον εὔνοιαν πρὸς τὸν σφῶν ἐνδείξασθαι βασιλέα. τοὺς δ᾽ ἀκούσαντας, ὥσπερ εὐχὴν ταύτην ἐκ μακροῦ θεμένους τὴν ἀγαθὴν ἐνδείξασθαι προθυμίαν, σὺν τάχει τε καὶ σπουδῇ χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν χρημάτων τοὺς θησαυροὺς ἐμπλῆσαι, τῇ τοῦ πλείονος ὑπερβάλλοντας ἀλλήλους φιλοτιμίᾳ, τοῦτό τε πρᾶξαι σὺν φαιδροῖς καὶ μειδιῶσι προσώποις. οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν.

εἶθ᾽ ὧν ὄψει παρέλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, ταῦτα μὴ ἀπὸ γόων μηδ᾽ ἐξ ἀδίκου πλεονεξίας εἶναι παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ᾽ ἑαυτῷ ταῦτα, πάλαι δ᾽ αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάττεσθαι. τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, πάντα δ᾽ ἀπολαβόντας οἴκαδε φάναι ἀπιέναι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον.

Μία μὲν ἥδε φιλανθρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις· θατέρα δὲ τῆς πρὸς τὸ θεῖον ⌜ὁσίας⌝ περιέχοι ἂν ἐμφανῆ μαρτυρίαν. ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ᾽ ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλείων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες; πῦρ καὶ σίδηρον καὶ θαλάττης βυθοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὃ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς. μόνῳ δ᾽ ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον. τοῖς γὰρ ὑπ᾽ αὐτῷ βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ᾽ ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύνθημα δίδωσιν ἢ θύσασι τοῖς δαίμοσιν ἐξεῖναι παρ᾽ αὐτῷ μένειν καὶ τῶν συνήθων μεταλαγχάνειν τιμῶν, ἢ μὴ τοῦτο πράξασι τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν τῆς αὐτοῦ γνώσεώς τε καὶ οἰκειότητος.

ἐπειδὴ οὖν διεκρίνοντο εἰς ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ᾽ ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἀπεδέχετο. κἄπειτα τοὺς μὲν ὡς ἂν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι ἀξίους ἀπέφαινε· πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν φυλάξαι τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους δεῖν περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων ταμεῖα θησαυρῶν περὶ πολλοῦ τιμᾶσθαι.

Ἀλλ᾽ οἷος μὲν ὁ Κωνσταντίνου πατὴρ μνημονεύεται, ὡς ἐν βραχέσι δεδήλωται. ὁποῖον δ᾽ αὐτῷ τοιῷδε περὶ τὸν θεὸν ἀποδειχθέντι παρηκολούθησε τέλος, καὶ ἐν πόσῳ τὸ διαλλάττον αὐτοῦ τε καὶ τῶν κοινωνῶν τῆς βασιλείας ὁ πρὸς αὐτοῦ τιμηθεὶς θεὸς διέδειξε, μάθοι ἄν τις τῇ τῶν πραγμάτων τὸν νοῦν ἐπιστήσας φύσει. ἐπειδὴ γὰρ βασιλικῆς ἀρετῆς δοκίμια μακρῷ δεδώκει χρόνῳ, μόνον μὲν θεὸν εἰδὼς τὸν ἐπὶ πάντων τῆς δὲ τῶν ἀθέων κατεγνωκὼς πολυθεΐας, εὐχαῖς ⌜θ᾽⌝ ἁγίων ἀνδρῶν πάντα τὸν αὐτοῦ περιεφράξατο οἶκον, εὐσταλῆ λοιπὸν καὶ ἀτάραχον τῆς ζωῆς διεξήνυε 〈τὸν〉 βίον, οἷον αὐτὸ δὴ τὸ μακάριον εἶναί φασι τὸ μήτε πράγματα ἔχειν μήτ᾽ ἄλλῳ παρέχειν. οὕτω δῆτα τὸν πάντα τῆς βασιλείας χρόνον εὐσταθῆ καὶ γαλήνιον διακυβερνῶν αὐτοῖς παισὶ καὶ γαμετῇ σὺν οἰκετῶν θεραπείᾳ πάντα τὸν αὐτοῦ οἶκον ἑνὶ τῷ παμβασιλεῖ θεῷ καθιέρου, ὡς μηδὲν ἀποδεῖν ἐκκλησίας θεοῦ τὴν ἔνδον ἐν αὐτοῖς βασιλείοις συγκροτουμένην πληθύν, ᾗ συνῆσαν καὶ λειτουργοὶ θεοῦ, οἳ τὰς ὑπὲρ βασιλέως διηνεκεῖς ἐξετέλουν λατρείας, καὶ ταῦτα παρὰ μόνῳ τῷδε συνετελεῖτο, ὅτε παρὰ τοῖς λοιποῖς οὐδὲ μέχρι ψιλῆς ἐπηγορίας τὸ τῶν θεοσεβῶν χρηματίζειν συνεχωρεῖτο γένος.

Τούτοις δ᾽ ἐγγύθεν αὐτῷ τὰ τῆς ἐκ θεοῦ παρηκολούθει ἀμοιβῆς, ὥστ᾽ ἤδη καὶ πρωτείων τῆς αὐτοκρατορικῆς ἀρχῆς μετασχεῖν. οἱ μὲν γὰρ τῷ χρόνῳ προάγοντες οὐκ οἶδ᾽ ὅπως ὑπεξίσταντο τῆς ἀρχῆς, αὐτοῖς ἀθρόας μεταβολῆς μετὰ τὸ πρῶτον ἔτος τῆς τῶν ἐκκλησιῶν πολιορκίας ἐπισκηψάσης, μόνος δὲ λοιπὸν Κωνστάντιος πρῶτος αὔγουστος ὁ καὶ σεβαστὸς ἀνηγορεύετο, τὸ μὲν κατ᾽ ἀρχὰς τῷ τῶν καισάρων διαδήματι λαμπρυνόμενος καὶ τούτων ἀπειληφὼς τὰ πρωτεῖα, μετὰ δὲ τὴν ἐν τούτοις δοκιμὴν τῇ τῶν ἀνωτάτω παρὰ Ῥωμαίοις ἐκοσμεῖτο τιμῇ, πρῶτος σεβαστὸς τεττάρων τῶν ὕστερον ἀναδειχθέντων χρηματίσας. ἀλλὰ καὶ εὐτεκνίᾳ μόνος παρὰ τοὺς λοιποὺς αὐτοκράτορας διήνεγκε, παίδων ἀρρένων καὶ θηλειῶν μέγιστον χορὸν συστησάμενος. ἐπειδὴ δὲ πρὸς αὐτῷ λιπαρῷ γήρᾳ τῇ κοινῇ φύσει τὸ χρεὼν ἀποδιδοὺς λοιπὸν ⌜τὸν βίον⌝ μεταλλάττειν ἔμελλεν, ἐνταῦθα πάλιν ὁ θεὸς παραδόξων αὐτῷ ποιητὴς ἀνεφαίνετο ἔργων, μέλλοντι τελευτᾶν τὸν πρῶτον τῶν παίδων Κωνσταντῖνον εἰς ὑποδοχὴν τῆς βασιλείας παρεῖναι οἰκονομησάμενος.

Συνῆν μὲν γὰρ οὗτος τοῖς τῆς βασιλείας κοινωνοῖς, καὶ μέσοις αὐτοῖς, ὡς εἴρηται, κατ᾽ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δ᾽ ἐκ τοῦ παιδὸς ἐπὶ τὸν νεανίαν διαβὰς τιμῆς τῆς πρώτης παρ᾽ αὐτοῖς ἠξιοῦτο· οἷον αὐτὸν καὶ ἡμεῖς ἔγνωμεν τὸ Παλαιστινῶν διερχόμενον ἔθνος σὺν τῷ πρεσβυτέρῳ τῶν βασιλέων, οὗ καὶ ἐπὶ δεξιὰ παρεστὼς περιφανέστατος ἦν τοῖς ὁρᾶν ἐθέλουσιν, οἷός τε βασιλικοῦ φρονήματος ἐξ ἐκείνου τεκμήρια παρέχων. σώματος μὲν γὰρ εἰς κάλλους ὥραν ⌜μέγεθός⌝ τε ἡλικίας οὐδ᾽ ἦν αὐτῷ παραβαλεῖν ἕτερον, ῥώμῃ δ᾽ ἰσχύος τοσοῦτον ἐπλεονέκτει τοὺς ὁμήλικας ὡς καὶ φοβερὸν αὐτοῖς εἶναι, ταῖς δὲ κατὰ ψυχὴν ἀρεταῖς μᾶλλον ἢ τοῖς κατὰ τὸ σῶμα πλεονεκτήμασιν ἐνηβρύνετο, σωφροσύνῃ πρώτιστα πάντων τὴν ψυχὴν κοσμούμενος, κἄπειτα παιδεύσει λόγων φρονήσει τ᾽ ἐμφύτῳ καὶ τῇ θεοσδότῳ σοφίᾳ διαφερόντως ἐκπρέπων.

Γαῦρον δὴ οὖν ἐπὶ τούτοις ῥωμαλέον τε καὶ μέγαν φρονήματός τε μεστὸν τὸν νεανίαν οἱ τηνικαῦτα κρατοῦντες θεώμενοι φθόνῳ καὶ φόβῳ, τὰς σὺν αὐτῷ διατριβὰς οὐκ ἀσφαλεῖς αὐτοῖς εἶναι διανοηθέντες, ἐπιβουλὰς κατ᾽ αὐτοῦ λαθραίας ἐμηχανῶντο, αἰδοῖ τῇ πρὸς τὸν αὐτοῦ πατέρα προφανῆ θάνατον αὐτῷ προστρίψασθαι φυλαττόμενοι. ὃ δὴ συναισθόμενος ὁ νεανίας, ἐπεὶ καὶ πρῶτον αὐτῷ καὶ δεύτερον κατάφωρα θεοῦ συμπνεύσει τὰ τῆς ἐπιβουλῆς ἐγίγνετο, φυγῇ τὴν σωτηρίαν ἐπορίζετο κἀν τούτῳ τοῦ μεγάλου προφήτου Μωϋσέως τὸ μίμημα διασῴζων. τὸ δὲ πᾶν αὐτῷ συνέπραττεν ὁ θεός, τῇ τοῦ πατρὸς διαδοχῇ προμηθούμενος αὐτὸν παρεῖναι. αὐτίκα δ᾽ οὖν ἐπειδὴ τῶν ἐπιβούλων τὰς μηχανὰς διαδρὰς σπεύδων ἀφίκετο πρὸς τὸν πατέρα, ὁμοῦ μὲν αὐτὸς χρόνιος παρῆν, κατὰ τὸ αὐτὸ δὲ τῷ πατρὶ τὰ τῆς τοῦ βίου τελευτῆς ἐπὶ ξυροῦ ἵστατο.

ὡς δ᾽ ἀπροσδόκητον εἶδεν ὁ Κωνστάντιος παρεστῶτα τὸν παῖδα, ἐξαλλόμενος τῆς στρωμνῆς περιβαλών τε αὐτὸν τὼ χεῖρε καὶ τὸ μόνον λυπηρὸν αὐτῷ μέλλοντι τὸν βίον ἀποτίθεσθαι (τοῦτο δ᾽ ἦν ἡ τοῦ παιδὸς ἀπουσία) τῆς ψυχῆς ἀποβεβληκέναι εἰπών, εὐχάριστον ἀνέπεμπε τῷ θεῷ τὴν εὐχήν, νῦν αὐτῷ τὸν θάνατον ἀθανασίας κρείττονα λογίσασθαι φήσας, καὶ δὴ τὰ καθ᾽ ἑαυτὸν διετάττετο, υἱοῖς θ᾽ ἅμα καὶ θυγατράσι συνταξάμενος χοροῦ δίκην αὐτὸν κυκλοῦσιν, ἐν αὐτοῖς βασιλείοις ἐπὶ βασιλικῇ στρωμνῇ, τὸν κλῆρον τῆς βασιλείας νόμῳ φύσεως τῷ ⌜τῇ ἡλικίᾳ⌝ προάγοντι τῶν παίδων παραδούς, διανεπαύσατο.