Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Η προΰπαρξη, η θεότητα και η άρρητη γέννηση του Υιού έναντι του ανυπόστατου Λόγου

Ανασκευή της ταύτισης του Υιού με έναν απλό ένναρθρο λόγο και θεμελίωση της προαιώνιας, ενυπόστατης ιδιότητάς του ως μεσίτη μεταξύ Θεού και κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 9

ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι μαρτυρόμενος καὶ πολλάκις τοῦτ᾽ αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ ἡμετέρῳ ἐν σιωπῶσιν μὲν ἡσυχάζοντι ἐν δὲ φθεγγομένοις ἐνεργοῦντι, δῆλος ἂν εἴη Ἰουδαϊκῷ τινι καὶ ἀνθρωπίνῳ συντρέχων φρονήματι τὸν δ᾽ ἀληθῶς υἱὸν τοῦ θεοῦ ἀρνούμενος. εἰ γοῦν τις Ἰουδαίων ἔροιτό τινα, εἰ λόγον ἔχει ὁ θεός, πάντως που φήσει· ἐπεὶ [καὶ λόγον] καὶ λόγους πλείους ἔχειν αὐτὸν ὁμολογήσειεν ἂν Ἰουδαίων ἅπας. ὅτι δὲ καὶ υἱὸν ἔχει, οὐκέτ᾽ ἂν ὁμολογήσειεν ἐρωτηθείς. εἰ δὲ μὴ Ἰουδαίων ἀλλ᾽ ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ θεῷ καὶ τοῦτον εἶναι ἀίδιον καὶ ἀγέννητον ἕν τε εἶναι καὶ ταὐτὸν τῷ θεῷ, ὀνόμασιν μὲν διαφόροις πατρὸς καὶ υἱοῦ χρηματίζοντα οὐσίᾳ δὲ καὶ ὑποστάσει ἓν ὄντα, πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σαβέλλιον ὑποδυόμενος, τῆς δ᾽ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος;

οὐδὲ γὰρ ζητεῖν οὐδ᾽ ἀμφιβάλλειν οὐδ᾽ ἐρωτᾶν 〈αὐ〉τοῖς, εἰ ἦν καὶ προῆν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῆς ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ πίστει σὺν πολλῷ θάρρει καὶ παρρησίᾳ διδάσκει τὸν θεὸν πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς ὁμολογεῖν, καὶ μήτε τὸν πατέρα υἱὸν εἶναι ἢ τὸν υἱὸν πατέρα νομίζειν· ἀλλὰ τὸν μὲν ἀγένητον καὶ ἀίδιον καὶ ἄναρχον καὶ πρῶτον καὶ μόνον πατέρα σέβειν, τὸν δὲ ἐκ τοῦ πατρὸς γεννηθῆναι καὶ ὑποστῆναι καὶ μόνον υἱὸν μονογενῆ εἶναι πιστεύειν, θεόν τε αὐτὸν ὡς ἀληθῶς υἱὸν ὄντα θεοῦ γνωρίζειν. εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, λόγον δὲ θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, 〈πῶς οὐκ ἂν ἐλέγχοιτο〉 οὐκ ἐννοῶν οὐδὲ λογιζόμενος ὡς οὐδὲν χρὴ θνητὸν οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν ὅλων ἀνατιθέναι θεῷ, οὐδ᾽ ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι γραφαί, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπικώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ φωνὰς καὶ λόγους καὶ στόμα καὶ πρόσωπον καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μεταφέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ᾽ ἀνθρώπινον ἐν τῷ θεῷ εἶναι φανταζομένους· «πνεῦμα» γὰρ «ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», αὐτὸς ἐδίδαξεν ὁ σωτήρ.

εἰ δὲ πνεῦμα, δῆλον ὅτι θεῖον, κρεῖττον παντὸς αἰσθητοῦ καὶ συνθέτου σώματος, ὡς μήτε λόγον αἰσθητὸν ἔχειν, ὑπὸ γλώττης ἐξηχούμενον καὶ διὰ προφορᾶς θνητοῖς ὠσὶν ἐξακουόμενον, μήτε γλῶτταν μήτε φωνὴν μήτε πρόσωπον μήτε 〈τι〉 ἄλλο θνητῷ καὶ ἀνθρωπίνῳ λογισμῷ παραβαλλόμενον. εἰ γάρ τι ἄλλο «ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» τοιαῦτ᾽ εἶναι «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν» ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, τούτων ἁπάντων αὐτὸς ὁ τούτων δοτὴρ ἀρρήτων ἂν εἴη ἀρρητότερος, ὡς πολλῷ μᾶλλον ἀληθέστερον φάναι ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ ὀφθαλμὸν μὴ ἑωρακέναι μηδὲ οὖς ἀκηκοέναι μηδὲ «ἐπὶ καρδίαν ἀνθρώπων» ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ καταλήψεως τὴν γνῶσιν. ὁ δ᾽ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῆς τοῦ υἱοῦ γενεσιουργίας. τούτων δ᾽ αὐτὸς ὁ σωτὴρ ἀξιόχρεως γένοιτ᾽ ἂν ἡμῖν ἱεροφάντης, ὧδέ πη φάσκων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός».

εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις καὶ μὴ τὸν υἱόν, ᾧ πάντα παρέδωκεν ὁ πατήρ, ὑφεστάναι λέγειν τολμῴη, λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ θεῷ ἡσυχάζοντα ὁμοίως τῷ παρ᾽ ἡμῖν σιωπῶντι, ποτὲ δὲ ἐνεργοῦντα τῷ παρ᾽ ἡμῖν ἐν τῷ λαλεῖν φθεγγομένῳ παραπλησίως, εἶτα τοῦτον αὐτὸν καιρῷ τινι οὐδ᾽ ὅλων ἐτῶν ἔμπροσθεν τετρακοσίων σάρκα φήσαι (οὐκ οἶδ᾽ ὅπως) ἀνειληφέναι καὶ δι᾽ αὐτῆς τὴν κατὰ ἄνθρωπον οἰκονομίαν τετελεκέναι, καὶ τότε υἱὸν θεοῦ γεγονέναι καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι βασιλέα τε ἀνηγορεῦσθαι εἰκόνα τε «θεοῦ τοῦ ἀοράτου», καὶ πρωτότοκον «πάσης κτίσεως» μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ᾽ ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ᾽ ἐξ οὗπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ᾽ αἴσιον ἐπάγοι μηδ᾽ οἷον τοῖς δι᾽ αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν ὑποσχόμενος· τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, 〈αὐ〉τοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος (κἂν ἀθάνατον τοῦτο καὶ ἄφθαρτον ᾖ) τῷ δὲ θεῷ συναφθησομένου, ὡς ἓν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή;

διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία φήσασα «κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». θαυμάζειν δέ μοι ἔπεισιν ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε «Παῦλος ἀπόστολος, οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ». οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις αὐτὸν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκός, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσιν τὸν Χριστὸν προσῆγεν τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων· καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν ὅτι «τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς, οὐκ ἔστιν κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ», δι᾽ ὧν αὖθις ὅτι μὴ ἄνθρωπος ἦν Ἰησοῦς Χριστὸς παρίστη. τί δὲ ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων «ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί». ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα, καὶ διὰ τοῦτο θεόν.

καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ «ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός». οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου γένοιτο, γενόμενος «ἐκ γυναικός». ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι᾽ ὧν φησιν «τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ ἐκείνου ἕνα 〈τὸν〉 θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων. ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων «εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός».

ἀλλ᾽ ὅτε μὲν «θεοῦ καὶ ἀνθρώπων» μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ᾽ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν «δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου», διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ᾽ ἂν μεσίτης;) οὔτε ὁ μεσίτης αὐτὸς [αὐτὸς] ἂν εἴη ὁ θεός· «ὁ» γὰρ «μεσίτης ἑνὸς οὐκ ἔστιν». δυεῖν δ᾽ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ [ἐκ] τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, «δι᾽ ἀγγέλων» δὲ τῷ προ〈τέρῳ〉 διατεταχέναι λαῷ. ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι «μεσίτης θεοῦ καὶ ἀνθρώπων». καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ᾽ ἦν καὶ προῆν ὡς «μονογενὴς υἱὸς πλήρης χάριτος καὶ ἀληθείας». καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν νόμον «δι᾽ ἀγγέλων» ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφραγίζετο λέγων «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν».

οὐ γὰρ ἔχει φύσιν ἐφ᾽ ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι. διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυγχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις μεσιτεύει· ὡς αὖ πάλιν, ὅτε «μεσίτης» γίνεται «θεοῦ καὶ ἀνθρώπων», μέσος ὢν ἑκατέρου τάγματος, οὐδέτερόν ἐστιν, 〈ὧν〉 μεσίτης ὑπάρχει· οὔτ᾽ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ᾽ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος. τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος «ὁ νόμος διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». «εἷς» οὖν ἔστιν ὁ «θεός», καὶ «εἷς μεσίτης θεοῦ» τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν.