Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Κριτική της ταύτισης Θεού και Λόγου και της θεωρίας περί ενέργειας και ησυχίας

Απόρριψη των μαρκελλιανών απόψεων που εισάγουν χρονική μεταβολή στον Θεό μεταξύ σιγής και ενέργειας, και που ταυτίζουν απόλυτα τον Πατέρα με τον ανυπόστατο Λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 9 από 19

καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα πάντα δι᾽ αὐτοῦ γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵν᾽ οὕτως ᾖ ἐν τῷ θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ τοῦ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, λόγος τοῦ πατρὸς ὤν. καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησιν ὧδε γράφων πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τά τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προέθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ᾽ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν.

καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ τὰ πάντα καὶ ἐν πᾶσιν ὁ θεός». ἔσται γὰρ τηνικαῦτα τοῦθ᾽ ὅπερ πρότερον ἦν. τοσαῦτα Μάρκελλος περὶ τοῦ λόγου εἰπὼν τοῦ ἐν τῷ θεῷ, καθ᾽ ὃν νοοῦμεν αὐτὸν λογικὸν εἶναι, δεινῇ δυσχωρίᾳ περιπέπτωκεν, τολμήσας ἐκτὸς τοῦ θεοῦ γεγονέναι ποτὲ φάναι τὸν ἐν αὐτῷ λόγον, καὶ πάλιν ἐντὸς αὐτοῦ μετὰ τὸν καιρὸν τῆς κρίσεως, ἵν᾽ οὕτως ᾖ ἐν τῷ θεῷ ἑνωθεὶς αὐτῷ, ὥσπερ καὶ πρότερον ἦν. ὥρα τοίνυν ἐρωτῶσιν ἡμῖν αὐτὸν ἀποκρίνασθαι. τί οὖν ἐν τῷ μεταξὺ χρόνῳ, ὅτε ἐκτὸς ἦν ὁ λόγος τοῦ θεοῦ, προσήκει νοεῖν; πῶς δὲ προῆλθεν; ἐν ὁποίᾳ δὲ ἦν ἄρα καταστάσει ὁ θεός, μὴ ἔχων ἐν ἑαυτῷ τὸν οἰκεῖον λόγον; εἰ γὰρ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἔσται ὁ λόγος ἐν τῷ θεῷ, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ καιροῦ τῆς συντελείας, πῶς ἔσται ὁ λόγος ὁ προελθὼν τοῦ θεοῦ;

εἰ μὲν γὰρ καθ᾽ ἑαυτὸν ὑφεστὼς ἕτερος ἐγίγνετο τοῦ θεοῦ, μάταιος ὁ Μαρκέλλου πόνος· εἰ δὲ καὶ προελθὼν τοῦ θεοῦ, κατὰ τὸν ἐν ἡμῖν προφορικὸν λόγον, ἔμενεν τοῦ πατρὸς ἀχώριστος, οὐκοῦν ἀεὶ καὶ διὰ παντὸς ἦν ἐν τῷ θεῷ, καὶ ὅτε ἐνήργει. πῶς οὖν εἰς τὸν τῆς κρίσεως ἀναπέμπει καιρόν, τότε λέγων αὐτὸν ἑνωθήσεσθαι τῷ θεῷ καὶ ἔσεσθαι ὥσπερ καὶ πρότερον ἦν; εἰ γὰρ τότε ἔσται ὥσπερ καὶ πρότερον ἦν, οὔτε ὁ λόγος ὁ προελθὼν τοῦ θεοῦ ὁποῖος ἦν πρότερον ὑπάρξει, ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἔσται ἑαυτῷ ἀνόμοιος, πάλαι μὲν ἔχων ἐν ἑαυτῷ τὸν λόγον καὶ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἀποληψόμενος αὐτὸν καὶ γιγνόμενος τότε ὥσπερ καὶ πρότερον ἦν, ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνομοίως κείμενος. καὶ ὁ λόγος δὲ ὡσαύτως ἐκτὸς τοῦ θεοῦ γενόμενος οὐκ ἔσται πρὸ τῆς συντελείας τοῦ παντὸς οἷος ἦν πρότερον. καὶ τίς ἂν τούτων δυσσεβέστερος γένοιτ᾽ ἂν λόγος;

ὅλως γὰρ τὸ ἦν καὶ τὸ ἔσται καὶ τὸ γεγονέναι ποτὲ καὶ πάλιν μέλλειν ἔσεσθαι, τῆς ἐν χρόνῳ μεταβολῆς ὄντα δηλωτικά, ἀλλότρια ἂν εἴη τῆς ἀχρόνου καὶ ἀνάρχου καὶ ἀγενήτου καὶ ἀναλλοιώτου οὐσίας, ἐφ᾽ ἧς τὸ εἶναι μόνον ἐπιπρέπει νοεῖν καὶ εἶναι ἀπαραλλάκτως ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, μὴ μειουμένην, μὴ συστελλομένην, μὴ ἐκτεινομένην, μὴ ἐξαπλουμένην, μηδ᾽ ἐκτός τι καὶ ἐντὸς ἑαυτῆς ἔχουσαν, μηδ᾽ ἄλλοτε ἄλλην γιγνομένην, μηδ᾽ ἕτερον μὲν οὖσαν πρότερον εἶτα ἄλλο τι γιγνομένην καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαθισταμένην. ἃ δὴ Μάρκελλος ἐτόλμα ὑποτίθεσθαι, πάλαι μὲν λέγων εἶναι τὸν θεὸν καί τινα ἡσυχίαν ἅμα τῷ θεῷ ὑπογράφων ἑαυτῷ (κατ᾽ αὐτὸν ἐκεῖνον τὸν τῶν ἀθέων αἱρεσιωτῶν ἀρχηγὸν ὃς τὰ ἄθεα δογματίζων ἀπεφαίνετο λέγων· ἦν θεὸς καὶ σιγή), μετὰ δὲ τὴν σιγὴν καὶ τὴν ἡσυχίαν προελθεῖν τὸν λόγον τοῦ θεοῦ ἐν ἀρχῇ τῆς κοσμοποιίας δραστικῇ ἐνεργείᾳ· ὡς μηκέτ᾽ εἶναι αὐτόν, οἷος ἦν ἐν σιωπῶντι τῷ θεῷ πρότερον ἡσυχάζων, ἀλλ᾽ ἐνεργεῖν προερχόμενον τοῦ θεοῦ. καὶ πῶς ἄρα προῄει; πάντως που κατὰ προφορὰν φωνῆς ἐνάρθρου, φθεγγομένου δηλαδὴ καὶ λαλοῦντος τοῦ θεοῦ ὁμοίως ἀνθρώποις. τοῦτο γοῦν αὐτῷ ἐδόκει γράφοντι τοῦτον τὸν τρόπον ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται.

καὶ αὖθις πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ᾽ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. εἰ δὴ οὖν οὕτως ὁ λόγος προῆλθεν τοῦ πατρὸς δραστικῇ ἐνεργείᾳ, πόθεν Μαρκέλλῳ ἐπῆλθεν περιορίσαι χρόνον τῇ τοῦ λόγου ἐνεργείᾳ τὸν τῆς συντελείας, καθ᾽ ὃν ἔσεσθαι φάσκει τὸν λόγον ἐν τῷ θεῷ, ὥσπερ καὶ πρότερον ἦν (πρότερον δὲ ἡσυχάζοντα αὐτὸν ἐδίδου ἐν σιωπῶντι τῷ θεῷ); οὐκοῦν καὶ μετὰ τὴν συντέλειαν ἡσυχία τις ἔσται, μηδὲν μέλλοντος ἐνεργεῖν τοῦ λόγου. ἀλλὰ πρὸ μὲν τῆς τῶν γενητῶν συστάσεως οὐδὲν ἦν, φησίν, πλὴν θεοῦ, καὶ ἐπεὶ μηδὲν ἦν, εἰκότως ἑαυτῷ τὴν ἡσυχίαν ἐτυποῦτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν Δανιὴλ ὁ προφήτης πρὸ τοῦ θρόνου τοῦ θεοῦ μυριάδας ἔσεσθαι θεσπίζει λέγων «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντες δέ που καὶ οἱ υἱοὶ τοῦ μέλλοντος αἰῶνος τότε ἔσονται αἵ τε μακάριαι ψυχαὶ πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων ἅγιά τε πνεύματα μαρτύρων πάντα τε πρόβατα τοῦ σωτῆρος ἡμῶν τὰ ἐκ δεξιῶν αὐτοῦ στησόμενά τε καὶ ἀκουσόμενα «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».

τοσούτων τοίνυν ἐσομένων καὶ ἀθάνατον ζωὴν ζησομένων μετὰ τὸν τῆς κρίσεως καιρόν, διὰ τί μὴ ἐνεργήσει ὁ τοῦ θεοῦ λόγος καὶ τότε; πόθεν δὲ Μαρκέλλῳ παρέστη ἀποφήνασθαι, ὅτι οὐκέτι λαλήσει τοῖς ἁγίοις ὁ θεὸς τότε οὐδὲ χρήσεται ἐνεργῷ τῷ αὐτοῦ λόγῳ, ἀλλ᾽ ἔσται, ὡς καὶ πρότερον ἦν, ἐν αὐτῷ σιωπῶν δηλαδὴ καὶ ἡσυχάζων; τοῦτο γὰρ παρίστη πολλάκις εἰπὼν τότε ἔσεσθαι αὐτὸν ὡς καὶ πρότερον ἦν· ἦν δὲ πρότερον, ὡς αὐτὸς ἔφη, ἐν ἡσυχίᾳ. οὐκοῦν ἀποσιωπήσει τότε ὁ θεός, πρὸ τούτου μὲν λαλῶν καὶ τῷ λόγῳ χρώμενος ἐνεργῷ, τότε δὲ κατ᾽ αὐτὴν τὴν ἐπηγγελμένην βασιλείαν οὐρανῶν τοῦ οἰκείου λόγου καὶ τῆς ἐν αὐτῷ σοφίας ἀποστερῶν τοὺς ἁγίους αὐτοῦ. ὁρᾷς εἰς οἷον κεχώρηκεν κρημνὸν μηδενὶ χειραγωγῷ. χρησάμενος, μηδὲ ταῖς θείαις γραφαῖς· ταῦτα γοῦν πάντα ἀπὸ μιᾶς φωνῆς, ἣν μὴ νενόηκεν, ἑαυτῷ συνέθηκεν. αὐτίκα 〈γὰρ〉 χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς νέας καὶ καινῆς διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος, μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐτοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ ταύτῃ μόνῃ συνεπλάκη, οὐδ᾽ αὐτῇ ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῃ ἀλλ᾽ ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ, δι᾽ ἧς αὐτὸν ὠνόμασεν, «ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰπὼν «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». ἔνθεν γοῦν ὁρμηθεὶς ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον ὅμοιον τῷ παρ᾽ ἡμῖν ἐγνωσμένῳ τὸν υἱὸν ἠρνήσατο.

καίτοι οὐ λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκληκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ θεὸν καὶ φῶς καὶ υἱὸν καὶ μονογενῆ· αὐτόν τε τὸν σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς γραφῆς, δι᾽ ὅλου δὲ τοῦ εὐαγγελίου ζωὴν καὶ φῶς καὶ μονογενῆ καὶ υἱὸν θεοῦ καὶ ἀλήθειαν καὶ ἀνάστασιν καὶ ἄρτον ζωῆς καὶ ἄμπελον καὶ ποιμένα καὶ μυρία ἕτερα, ὥσπερ οὖν ἤδη προδέδεικται. τί δήποτ᾽ οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ᾽ οὖν αὐτοῖς ῥήμασιν λέγων οὐ 〈καταχρηστικῶς ὀνομασθεὶς λόγος〉, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος. καὶ πάλιν μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ 〈λόγον καταχρηστικῶς ὀνομασθέντα〉, ὡς αὐτοί φασιν, 〈ἀλλ᾽〉 ἀληθῆ ὄντα λόγον. καὶ αὖθις πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ πάλιν πρὸ τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα 〈τὸ κατελθὸν «ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν〉», ὡς καὶ αὐτὸς ἔγραφεν, 〈καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου〉; οὐδὲν ἕτερον ἦν ἢ λόγος.

ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν· καὶ πόθεν ἡμῖν, ὦ οὗτος, τὸ οὐδὲν ἕτερον προστίθης καὶ τὸ μόνον; τὸ μὲν γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἀκριβῶς ἔγνωμεν· καὶ οὐ μόνον, ἀλλὰ καὶ «καὶ θεὸς ἦν ὁ λόγος» καὶ «φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον» καὶ «μονογενὴς ἦν υἱὸς» καὶ ὅσα κατείλεκται ἕτερα. ὅτι δὲ λόγος ἦν μόνον καὶ οὐδὲν ἕτερον ἢ λόγος οὐκ ἂν ἔχοι τις εἰρημένον ἀποδεῖξαι. πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; διὰ τί γὰρ οὐχὶ μᾶλλον υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον καὶ οὐδὲν ἕτερον ἢ υἱόν; διὰ τί δὲ οὐ θεὸν καὶ οὐδὲν ἕτερον ἢ θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωὴν καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιότατα ἂν προτείνειεν.

ἀλλ᾽ ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ᾽ ἂν ἁμαρτάνων (πάντα γὰρ ἀθρόως ἐστὶν ταῦτα, εἷς ὢν υἱὸς τοῦ θεοῦ καὶ εἴ τι τούτων ἀνώτερον, καθ᾽ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων διαφόρων καὶ τῶν ἐπηγοριῶν ἠξιωμένος), οὕτω καὶ ἐπὶ τοῦ λόγου ὁ φὰς μόνον λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου λόγον αὐτὸν ἀποκαλέσαντος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερα, τοῦ δὲ σωτῆρος φῶς καὶ ἀλήθειαν καὶ ζωὴν καὶ μονογενῆ υἱὸν καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος λόγον δὲ οὐδαμῶς, πῶς οὐκ ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασεν μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος. ἀλλὰ καὶ κυρίως (φησὶν) καὶ ἀληθῶς ὑπάρχων 〈λόγος. διατί δὲ μὴ κυρίως καὶ ἀληθῶς ὑπάρχων〉 θεός; οὐ γὰρ δὴ ἕτερος ἦν ὁ λόγον αὐτὸν ἀνειπών, ἕτερος δὲ ὁ θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς ὁμοῦ 〈θεὸν〉 καὶ λόγον αὐτὸν ἐδίδαξεν εἰπὼν «καὶ θεὸς ἦν ὁ λόγος», ὁ δ᾽ αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασεν. διατί οὖν μὴ κυρίως καὶ ἀληθῶς υἱὸν μονογενῆ καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ σωτὴρ 〈διὰ〉 τοῦ εὐαγγελιστοῦ περὶ ἑαυτοῦ μεμαρτύρηκεν;

ὁ δὲ πάντα παρεὶς μόνον λόγον αὐτὸν κυρίως καὶ ἀληθῶς ὑπάρχειν φησίν· καὶ προστίθησιν ὡς ἄρα μόνον εἴη λόγος, ἐντεῦθέν τε καταπίπτει ἐπὶ τὴν τοῦ ἀνθρωπείου λόγου ὁμοιότητα. καὶ φῶς μὲν αὐτὸν ἀκούων οὐκ ἐκπίπτει ἐπὶ τὸ σωματικὸν φῶς, οὐδ᾽ ὅμοιον αὐτὸν εἶναί φησι τῷ ἡλίου φέγγει, ἐπὶ δὲ τοῦ λόγου σημαντικὸν αὐτὸν δίδωσιν καὶ ὅμοιον τῷ ἀνθρωπίνῳ· ὡς ποτὲ μὲν λέγειν αὐτὸν ἡσυχάζειν ἐν τῷ θεῷ ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἐντὸς καὶ ἐκτὸς γίγνεσθαι αὐτοῦ, καθ᾽ ὁμοιότητα τοῦ παρ᾽ ἡμῖν λόγου, τοῦ τε ἐνδιαθέτου καλουμένου καὶ τοῦ κατὰ προφορὰν διὰ φωνῆς ἐξακουομένου. λέγει δ᾽ οὖν αὐτοῖς ῥήμασιν πάντα γὰρ ὅσα 〈ἂν〉 ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ᾽ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. καὶ αὖθις ταῦτά φησιν πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ 〈τοῦ〉 λόγου.

εἶτ᾽ ἐπιφέρει οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, τοσαῦτα περὶ τοῦ λόγου εἰπών, τὴν εὐαγγελικὴν φωνὴν ἐπάκουσον ὅπως πειρᾶται διερμηνεύειν ὧδε γράφων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς 〈καὶ〉 διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα σημαίνει τοῦ λόγου. καὶ πάλιν φησὶν τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. καὶ αὖθις ἐπιλέγει ἵν᾽ ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον (ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα»), ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον («πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί».

διὰ τοσούτων Μάρκελλος τὴν ὑπόστασιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναιρῶν, τὸν θεῖον εὐαγγελιστὴν τῆς ἑαυτοῦ κακοδοξίας μαρτύρεται, ὡς οὐδὲν ἕτερον αὐτὸν ἐπιστάμενον ἢ λόγον, ποτὲ μὲν ἐνεργοῦντα ἄλλοτε δὲ ἡσυχάζοντα ἐν τῷ θεῷ καὶ οὐδὲν ἕτερον ὄντα ἢ αὐτὸν τὸν θεόν. καίτοι ὁ μέγας εὐαγγελιστὴς ἅμα καὶ θεολόγος τρίτον ἐν ταὐτῷ μνημονεύσας τοῦ λόγου, οὐδ᾽ ἅπαξ εἴρηκεν αὐτὸν θεοῦ λόγον. οὐ γὰρ εἶπεν· ἐν ἀρχῇ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ᾽ ἀορίστως «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἡμῖν καταλιπὼν ζητεῖν ὁποῖος ἦν λόγος. καὶ πάλιν «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» εἶπεν δυνάμενος εἰπεῖν· καὶ ὁ λόγος τοῦ θεοῦ ἦν ἐν τῷ θεῷ. ἀλλὰ καὶ «〈καὶ〉 θεὸς ἦν ὁ λόγος» οὐχί· καὶ θεοῦ ἦν ὁ λόγος, ἔφη, ἵνα μὴ τοῦ θεοῦ ἐνέργειάν τινα σημαντικήν τινος ἢ ποιητικὴν εἶναι αὐτὸν ὑπολάβωμεν. ὃ δὴ Μάρκελλος οἰηθεὶς ἀίδιον εἶναι αὐτὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἀγέννητον, πολλάκις ὡρίσατο· οὐ συνορῶν ὅτι εἰ μὲν ἕτερον τοῦ θεοῦ τὸν λόγον φάσκοι δύο ἔσται ἀίδια (ὁ λόγος καὶ ὁ θεός) καὶ οὐκέτ᾽ ἔσται ἀρχὴ μία, εἰ δὲ ἓν λέγοι τὸ ἀίδιον τὸν αὐτὸν ὁριζόμενος εἶναι τὸν θεὸν τῷ λόγῳ γυμνὸν τὸν Σαβέλλιον ὁμολογήσει, υἱοπάτορα τὸν ἕνα κατ᾽ αὐτὸν ἐκεῖνον εἰσάγων.