Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸν Μέγαν Βασίλειον

Γρηγόριος ὁ Ναζιανζηνός

Αποκατάσταση των φιλικών δεσμών και πνευματική συμπόρευση

Η υπέρβαση των λογισμών της οργής και της ακηδίας, και η απόφαση για κοινή δράση στην υπηρεσία του ευαγγελικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 3

Βʹ. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου.

Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ᾽ ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα;

Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;

Γʹ. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἢν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα.

Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον.

Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.