Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν ἀδελφὴν Γοργονίαν

Γρηγόριος ὁ Ναζιανζηνός

Δοκιμασίες, ασθένειες και θαυμαστές ιάσεις

Αφήγηση του ατυχήματος με την άμαξα και της μετέπειτα βαριάς νόσου, καθώς και της θαυματουργικής θεραπείας της μέσω της πίστεως και της προσευχής στο θυσιαστήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας; Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχειρα· καὶ γάρ μοι ποθεῖν πάλαι δοκεῖτε καὶ ζητεῖν ἐν τῷ λόγῳ, οἱ τὰ ἐκείνης καλῶς εἰδότες, οὐ τὰ παρόντα μόνον, οὐδὲ οἷς νῦν ἐκεῖθεν ἀγάλλεται, ἃ κρείττω καὶ διανοίας, καὶ ἀκοῆς ἀνθρωπίνης, καὶ ὄψεως, ἀλλὰ καὶ οἷς ἐντεῦθεν αὐτὴν ὁ δίκαιος μισθαποδότης ἠμείψατο· ἐπεὶ καὶ τοῦτο ποιεῖ πολλάκις εἰς οἰκοδομὴν τῶν ἀπίστων, τοῖς μικροῖς τὰ μεγάλα πιστούμενος, καὶ τοῖς ὁρωμένοις τὰ μὴ ὁρώμενα. Ἐρῶ δὲ τὰ μὲν γνώριμα τοῖς πᾶσι, τὰ δὲ ἀπόῤῥητα τοῖς πολλοῖς· καὶ τοῦτο ἐκείνης φιλοσοφησάσης, τὸ μὴ καλλωπίζεσθαι τοῖς χαρίσμασιν.

Ἴστε τὰς μανείσας ἡμιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήματος, καὶ τὴν ἀπευκτὴν ἐκείνην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πονηρὰ συντρίμματα, καὶ τὸ γενόμενον ἐντεῦθεν σκάνδαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ μέλη, καὶ ἀφανῆ καὶ φαινόμενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁμοῦ μὲν καὶ ὄψιν ἀνδρῶν αἰδουμένη καὶ χεῖρας (τὸ γὰρ κόσμιον κἀν τοῖς πάθεσι διεσώσατο)· ὁμοῦ δὲ καὶ τὴν ἀπολογίαν ζητοῦσα παρὰ τοῦ ταῦτα παθεῖν συγχωρήσαντος, οὔτε παρ᾽ ἄλλου τινὸς ἢ ἐκείνου τῆς σωτηρίας ἔτυχεν· ὡς μὴ μᾶλλον ἐπὶ τῷ πάθει πληγῆναί τινας, ἢ ἐπὶ τῷ παραδόξῳ τῆς ὑγιείας καταπλαγῆναι, καὶ διὰ τοῦτο δόξαι συμβῆναι τὴν τραγῳδίαν, ἵν᾽ ἐνδοξασθῇ τοῖς πάθεσι· παθοῦσα μὲν ὡς ἄνθρωπος, ἰαθεῖσα δὲ ὑπὲρ ἄνθρωπον, καὶ διήγημα δοῦσα τοῖς ὕστερον, μέγιστον μὲν εἰς ἀπόδειξιν τῆς ἐν τοῖς πάθεσι πίστεως καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, μεῖζον δὲ τῆς τοῦ Θεοῦ περὶ τοὺς τοιούτους φιλανθρωπίας. Τῷ γὰρ, Ὅτ᾽ ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, περὶ τοῦ δικαίου καλῶς εἰρημένῳ, προσετέθη καινότερον, τὸ κἂν καταῤῥαγῇ, τάχιστα ὀρθωθήσεται, καὶ δοξασθήσεται.

Εἰ γὰρ παρὰ τὸ εἰκὸς ἔπαθεν, ἀλλὰ καὶ ὑπὲρ τὸ εἰκὸς ἐπανῆλθε πρὸς ἑαυτὴν, ὡς μικροῦ κλαπῆναι τῇ ὑγιείᾳ τὸ πάθος, καὶ περιφανεστέραν γενέσθαι τὴν θεραπείαν ἢ τὴν πληγήν.

ΙϚʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φέροντος μὲν εἰς μεῖζον καὶ μυστικώτερον, ὥσπερ οὖν ἤνεγκεν, οὐχ ἧττον δὲ τοῖς ταύτης ἁρμόζοντος πάθεσι! Τοῦτο μὲν οὖν, ὃ πᾶσι πρόδηλον καὶ τοῖς πόῤῥωθεν, ἐπεὶ καὶ εἰς πάντας τὸ θαῦμα διῆλθε, καὶ ἐν ταῖς πάντων κεῖται γλώσσαις καὶ ἀκοαῖς τὸ διήγημα μετὰ τῶν ἄλλων τοῦ Θεοῦ θαυμασίων τε καὶ δυνάμεων. Τὸ δὲ μέχρι νῦν ἀγνοούμενον τοῖς πολλοῖς καὶ κρυπτόμενον δι᾽ ἣν εἶπον φιλοσοφίαν, καὶ τὸ τῆς εὐσεβείας ἄτυφόν τε καὶ ἀκαλλώπιστον, εἴπω κελεύεις, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, ὁ τοῦ ἱεροῦ προβάτου ἐκείνου ποιμὴν, καὶ τοῦτο νεύεις λοιπόν; Ἐπειδὴ καὶ μόνοι τὸ μυστήριον ἐπιστεύθημεν, καὶ μάρτυρες ἀλλήλοις ἐσμὲν τοῦ θαύματος· ἢ ἔτι τῇ ἀπελθούσῃ τὴν πίστιν φυλάξωμεν; Ἀλλά μοι δοκεῖ, ὥσπερ τότε καιρὸς εἶναι τῆς σιωπῆς, οὕτω νῦν τῆς ἐξαγορεύσεως, οὐ μόνον εἰς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ καὶ εἰς παράκλησιν τῶν ἐν θλίψεσιν.

ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων· πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, καὶ ζέσις αἵματος, εἶτα πῆξις τούτου, καὶ νάρκη, καὶ ὠχρίασις ἄπιστος, καὶ νοῦ καὶ μελῶν παράλυσις· καὶ τοῦτο οὐκ ἐκ μακρῶν τῶν διαστημάτων, ἀλλ᾽ ἦν ὅτε καὶ λίαν συνεχῶς· καὶ τὸ κακὸν οὐκ ἀνθρώπινον ἐνομίζετο, καὶ οὔτε ἰατρῶν ἤρκουν τέχναι λίαν ἐπιμελῶς διασκεπτομένων περὶ τοῦ πάθους, καὶ καθ᾽ ἑαυτὸν ἑκάστου, καὶ σὺν ἀλλήλοις, οὔτε γονέων δάκρυα, πολλὰ πολλάκις δεδυνημένα, οὔτε πάνδημοι λιταὶ καὶ ἱκεσίαι, ἃς, ὡς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἕκαστος, ἐποιοῦντο πᾶς ὁ λαός· καὶ γὰρ ἦν ἅπασι σωτηρία τὸ ἐκείνην σώζεσθαι, ὥσπερ τοὐναντίον, πάθος κοινὸν τὸ τῇ ἀῤῥωστίᾳ κακοπαθεῖν.

ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους; Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν πάντων ἰατρὸν καταφεύγει, καὶ νυκτὸς ἀωρίαν τηρήσασα, μικρὸν ἐνδούσης αὐτῇ τῆς νόσου, τῷ θυσιαστηρίῳ προσπίπτει μετὰ τῆς πίστεως, καὶ τὸν ἐπ᾽ αὐτῷ τιμώμενον ἀνακαλουμένη μεγάλῃ τῇ βοῇ, καὶ πάσαις ταῖς κλήσεσι, καὶ πασῶν αὐτὸν τῶν πώποτε δυνάμεων ὑπομνήσασα (σοφὴ γὰρ ἐκείνη καὶ τὰ παλαιὰ καὶ τὰ νέα), τέλος εὐσεβῆ τινα καὶ καλὴν ἀναισχυντίαν ἀναισχυντεῖ· μιμεῖται τὴν τοῖς κρασπέδοις Χριστοῦ ξηράνασαν πηγὴν αἵματος. Καὶ τί ποιεῖ; τῷ θυσιαστηρίῳ τὴν κεφαλὴν ἑαυτῆς προσθεῖσα μετὰ τῆς ἴσης βοῆς, καὶ δάκρυσι τοῦτο πλουσίοις, ὥσπερ τις πάλαι τοὺς πόδας Χριστοῦ καταβρέχουσα, καὶ μὴ πρότερον ἀνήσειν ἢ τῆς ὑγιείας τυχεῖν ἀπειλοῦσα· εἶτα τῷ παρ᾽ ἑαυτῆς φαρμάκῳ τούτῳ τὸ σῶμα πᾶν ἐπαλείφουσα, καὶ εἴ πού τι τῶν ἀντιτύπων τοῦ τιμίου σώματος ἢ τοῦ αἵματος ἡ χεὶρ ἐθησαύρισεν, τοῦτο καταμιγνῦσα τοῖς δάκρυσιν, (ὢ τοῦ θαύματος!) ἀπῆλθεν εὐθὺς αἰσθομένη τῆς σωτηρίας, κούφη καὶ σῶμα, καὶ ψυχὴν, καὶ διάνοιαν, μισθὸν ἐλπίδος λαβοῦσα τὸ ἐλπιζόμενον, καὶ τῇ τῆς ψυχῆς εὐρωστίᾳ κομισαμένη τὴν τοῦ σώματος.

Ταῦτα μεγάλα μὲν, οὐ ψευδῆ δέ. Τούτοις πιστεύετε ἅπαντες, καὶ νοσοῦντες, καὶ ὑγιαίνοντες· ἵν᾽ οἱ μὲν ἔχητε τὴν ὑγίειαν, οἱ δὲ ἀπολάβητε. Καὶ ὅτι μὴ κόμπος τὸ διήγημα, δῆλον ἐξ ὧν ζώσης κατασιγήσας, νῦν ἐξεκάλυψα· καὶ οὐδ᾽ ἂν νῦν ἐδημοσίευσα, εὖ ἴστε, εἰ μή τις ἔσχε με φόβος θαῦμα τοσοῦτον κατακρύψαι καὶ πιστοῖς καὶ ἀπίστοις, καὶ τοῖς νῦν καὶ τοῖς ὕστερον.