Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν Πεντηκοστήν

Γρηγόριος ὁ Ναζιανζηνός

Η προοδευτική αποκάλυψη και το δημιουργικό έργο του Πνεύματος

Εξέταση της ενέργειας του Αγίου Πνεύματος στον αγγελικό κόσμο, τους προφήτες και τους αποστόλους, η σταδιακή φανέρωσή Του στην ιστορία και η ανακαινιστική Του δράση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκίνητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος.

Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ᾽ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ᾽ ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν.

Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμπνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμενόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύσεις χωρίζουσιν.

ΙΒʹ. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ᾽ οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ᾽ ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχόθεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος), διὰ τὴν ἀνάβασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι᾽ ὧν ὑμνεῖται Θεός.

Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ᾽ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.

ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ· καὶ, Ἀναπαύσεται ἐπ᾽ αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος.

Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα (δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀντιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός.

Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ᾽ ὅσον ἂν ἁμαρτάνωμεν.

ΙΔʹ. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Πνεῦμά τε θεῖον τὸ ποιῆσάν με· Πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με· καὶ πάλιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Δημιουργεῖ δὲ τὴν πνευματικὴν ἀναγέννησιν· καὶ πειθέτω σε τὸ, Μηδένα δύνασθαι τὴν βασιλείαν ἰδεῖν ἢ λαβεῖν, ὅς τις μὴ ἄνωθεν ἐγεννήθη Πνεύματι, καὶ τὴν προτέραν ἐκαθαρίσθη γέννησιν, ἣ νυκτός ἐστι μυστήριον, ἡμερινῇ καὶ φωτεινῇ διαπλάσει, ἣν καθ᾽ ἑαυτὸν ἕκαστος διαπλάττεται.

Τοῦτο τὸ Πνεῦμα (σοφώτατον γὰρ καὶ φιλανθρωπότατον), ἂν ποιμένα λάβῃ, ψάλτην ποιεῖ, πνευμάτων πονηρῶν κατεπᾴδοντα, καὶ βασιλέα τοῦ Ἰσραὴλ ἀναδείκνυσιν. Ἐὰν αἰπόλον συκάμινα κνίζοντα, προφήτην ἐργάζεται. Τὸν Δαβὶδ καὶ τὸν Ἀμὼς ἐνθυμήθητι.

Ἐὰν μειράκιον εὐφυὲς λάβῃ, πρεσβυτέρων ποιεῖ κριτὴν καὶ παρ᾽ ἡλικίαν. Μαρτυρεῖ Δανιὴλ, ὁ νικήσας ἐν λάκκῳ λέοντας. Ἐὰν ἁλιέας εὕρῃ, σαγηνεύει Χριστῷ, κόσμον ὅλον τῇ τοῦ λόγου πλοκῇ συλλαμβάνοντας. Πέτρον λάβε μοι, καὶ Ἀνδρέαν, καὶ τοὺς υἱοὺς τῆς βροντῆς, τὰ πνευματικὰ βροντήσαντας.

Ἐὰν τελώνας, εἰς μαθητείαν κερδαίνει, καὶ ψυχῶν ἐμπόρους δημιουργεῖ. Φησὶ Ματθαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον εὐαγγελιστής. Ἐὰν διώκτας θερμοὺς, τὸν ζῆλον μετατίθησι, καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, καὶ τοσοῦτον εἰς εὐσέβειαν, ὅσον εἰς κακίαν κατέλαβεν. Τοῦτο καὶ Πνεῦμά ἐστι πραότητος· καὶ παροξύνεται τοῖς ἁμαρτάνουσιν. Τοιγαροῦν πειραθῶμεν ὡς πράου, καὶ μὴ ὀργίλου, τὴν ἀξίαν ὁμολογοῦντες, καὶ τὸ βλάσφημον φεύγοντες, καὶ μὴ βουληθῶμεν ἰδεῖν ὀργιζόμενον ἀσυγχώρητα. Τοῦτο κἀμὲ ποιεῖ σήμερον ὑμῖν τολμηρὸν κήρυκα· εἰ μὲν οὖν οὐδὲν πεισόμενον, τῷ Θεῷ χάρις· εἰ δὲ πεισόμενον, καὶ οὕτω χάρις· τὸ μὲν, ἵνα φείσηται τῶν μισούντων ἡμᾶς· τὸ δὲ, ἵν᾽ ἡμᾶς ἁγιάσῃ, μισθὸν τοῦτον λαβόντας τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τὸ τελειωθῆναι δι᾽ αἵματος.