ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρτίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Καλὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυνηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως αἰρόμενον. Καλὸν καὶ τὰς χεῖρας τελειοῦσθαι, καὶ τοὺς πόδας· τὰς μὲν, ὡς ἐν παντὶ τόπῳ ὁσίας αἴρεσθαι, καὶ δράσσεσθαι τῆς Χριστοῦ παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ πιστεύεσθαι λόγον διὰ τοῦ πρακτικοῦ, ὡς τὸν ἐν τῇ χειρὶ τοῦδε τοῦ προφήτου δεδομένον· τοὺς δὲ, μὴ ὀξεῖς εἶναι πρὸς τὸ ἐκχέειν αἷμα, μηδὲ εἰς κακίαν τρέχοντας· ἀλλ᾽ ἑτοίμους εἰς τὸ Εὐαγγέλιον, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ Χριστὸν ὑπονίπτοντα καὶ καθαίροντα δέχεσθαι. Εἴ τις ἐστὶ καὶ κοιλίας κάθαρσις, χωρητικῆς καὶ ἀναδοτικῆς τῶν ἐκ τοῦ Λόγου τροφῶν, καλὸν καὶ ταύτην μὴ θεοποιεῖν ἐκ τρυφῆς καὶ τῆς καταργουμένης βρώσεως· ἀλλὰ καθαίρειν ὅτι μάλιστα, καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν Λόγον Κυρίου ἐν μέσῃ δέχεσθαι, καὶ ἀλγεῖν καλῶς ὑπὲρ τοῦ Ἰσραὴλ πταίοντος. Εὑρίσκω καὶ τὴν καρδίαν καὶ τὰ ἐντὸς, τιμῆς ἀξιούμενα. Πείθει με τοῦτο Δαβὶδ, καρδίαν καθαρὰν ζητῶν ἐν ἑαυτῷ κτίζεσθαι, καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινίζεσθαι.