Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον βάπτισμα

Γρηγόριος ὁ Ναζιανζηνός

Ο θείος φωτισμός και ο εξαγνισμός των αισθήσεων

Γραφικές μαρτυρίες περί του αληθινού φωτός, διάκριση του καθαρτηρίου από το κολαστικό πυρ και παρότρυνση για την κάθαρση των σωματικών μελών ως λογικής θυσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 8

ΛϚʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς ἡδύτερον, τοῖς φωτὸς γευσαμένοις;) καὶ σὲ περιαστράψω τοῖς λεγομένοις. Φῶς μὲν ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη· Φῶς δὲ δικαίοις διὰ παντός. Φωτίζεις δὲ σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, πρὸς τὸν Θεὸν λέγεται· ἀγγελικῶν, οἶμαι, δυνάμεων, αἳ συνεργοῦσιν ἡμῖν πρὸς τὰ κρείττονα. Κύριος δὲ φωτισμός μου, παὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Τοῦ Δαβὶδ ἤκουσας λέγοντος· καὶ ποτὲ μὲν αἰτοῦντος ἐξαποσταλῆναι τὸ φῶς αὐτῷ καὶ τὴν ἀλήθειαν· ποτὲ δὲ εὐχαριστοῦντος, ὅτι καὶ τούτου μετείληφεν, ἐν τῷ σημειωθῆναι τὸ τοῦ Θεοῦ φῶς ἐπ᾽ αὐτὸν, τουτέστιν ἐνσημανθῆναι καὶ γνωρισθῆναι τὰ σημεῖα τῆς δεδομένης ἐλλάμψεως. Ἓν μόνον φῶς φεύγωμεν, τὸ τοῦ πικροῦ πυρὸς ἔκγονον. Μὴ πορευθῶμεν τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσαμεν.

Οἶδα γὰρ πῦρ καθαρτήριον, ὃ Χριστὸς ἦλθε βαλεῖν ἐπὶ τῆς γῆς, πῦρ καὶ αὐτὸς ἀναγωγῆς λόγοις καλούμενος. Ἀναλωτικὸν τοῦτο τῆς ὕλης καὶ τῆς πονηρᾶς ἐστιν ἕξεως, ὃ καὶ ἀναφθῆναι τάχιστα βούλεται. Ποθεῖ γὰρ τῆς εὐεργεσίας τὸ τάχος· ἐπεὶ καὶ πυρὸς ἄνθρακας δίδωσιν ἡμῖν εἰς βοήθειαν. Οἶδα καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ καὶ κολαστήριον· εἴτε καὶ Σοδομιτικὸν, ὃ πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον· εἴτε τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· εἴτε ὃ πρὸ προσώπου Κυρίου πορεύεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τὸ τούτων ἔτι φοβερώτερον· ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς. Πάντα γὰρ ταῦτα τῆς ἀφανιστικῆς ἐστι δυνάμεως· εἰ μή τῳ φίλον κἀνταῦθα νοεῖν τοῦτο φιλανθρωπότερον, καὶ τοῦ κολάζοντος ἐπαξίως.

ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα· τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον, καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀντίθετον, ἐκεῖνο εἶναι ὑποκρινόμενον, ἵνα κλέπτῃ τῷ φαινομένῳ· τοῦτο καὶ σκοτία ἐστὶ, καὶ μεσημβρία δοκεῖ, τὸ τοῦ φωτὸς ἀκμαιότατον. Οὕτως ἀκούω τοῖς διαπαντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι. Τοῦτο καὶ νύξ ἐστι, καὶ φωτισμὸς νομίζεται τοῖς ὑπὸ τῆς τρυφῆς διεφθαρμένοις. Τί γάρ φησιν ὁ Δαβίδ;

Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον καὶ ἠγνόουν· φωτισμὸν γὰρ εἶναι τὴν τρυφὴν ὑπελάμβανον. Ἀλλ᾽ ἐκεῖνοι μὲν τοιοῦτοι, καὶ οὕτως ἔχοντες· ἡμεῖς δὲ φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· ἔσται δὲ τοῦτο, ἐκ τοῦ σπείρειν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς (πρᾶξις γὰρ, θεωρίας πρόξενος), ἵνα τά τε ἄλλα καὶ τοῦτο μάθωμεν, τί μὲν τὸ ἀληθινὸν φῶς, τί δὲ τὸ ψευδόμενον, καὶ μὴ λάθωμεν περιπεσόντες, ὡς καλῷ, τῷ χείρονι. Γενώμεθα φῶς, ὥσπερ οἱ μαθηταὶ παρὰ τοῦ μεγάλου Φωτὸς ἤκουσαν, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, λέγοντος. Γενώμεθα φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τουτέστι ζωτικὴ τοῖς ἄλλοις δύναμις. Λαβώμεθα θεότητος, λαβώμεθα τοῦ πρώτου καὶ ἀκραιφνεστάτου Φωτός.

Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ἡμῶν ἐπ᾽ ὄρη σκοτεινὰ καὶ πολέμια. Ἕως ἡμέρα ἐστὶν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἃ νυκτός ἐστι κλέμματα.

ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν· μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθῶμεν τὸν ὀφθαλμὸν, ἵν᾽ ὀρθὰ βλέπωμεν, καὶ μηδὲν εἴδωλον πορνικὸν ἐν ἡμῖν αὐτοῖς φέρωμεν ἐκ φιλοπόνου θέας καὶ περιέργου. Κἂν γὰρ τῷ πάθει μὴ προσκυνήσωμεν, ἀλλὰ τὴν ψυχὴν ἐμολύνθημεν. Εἴ τις δοκὸς ἐν ἡμῖν, εἰ τι κάρφος, ἀνακαθαίρωμεν· ἵνα καὶ τὰ τῶν ἄλλων ὁρᾷν δυνώμεθα.

Φωτισθῶμεν ἀκοὴν, φωτισθῶμεν γλῶσσαν· ἵνα ἀκούσωμεν, τί λαλήσει Κύριος ὁ Θεὸς, καὶ ἀκουστὸν ἡμῖν γένηται τὸ πρωινὸν ἔλεος, καὶ ἀκουτισθῶμεν ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀκοαῖς θείαις ἐνηχουμένην· ἵνα μὴ ὦμεν μάχαιρα ὀξεῖα, μηδὲ ξυρὸν ἠκονημένον, μηδὲ ὑπὸ τὴν γλῶσσαν στρέφωμεν κόπον καὶ πόνον, ἀλλὰ λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, τὰς πυρίνας γλώσσας αἰδούμενοι.

Ἰαθῶμεν ὄσφρησιν, ἵνα μὴ θηλυνώμεθα, μηδὲ ἀντὶ ὀσμῆς ἡδείας κονιορτώμεθα· ἀλλ᾽ ὀσφραινώμεθα, τοῦ ἐκκενωθέντος δι᾽ ἡμᾶς μύρου πνευματικῶς ἀντιλαμβανόμενοι, καὶ τοσοῦτον ἐξ αὐτοῦ ποιούμενοι καὶ μεταποιούμενοι, ὥστε καὶ αὐτῶν ἡμῶν ὀσφραίνεσθαι ὀσμὴν εὐωδίας. Καθαρθῶμεν ἁφὴν, γεῦσιν, λάρυγγα, μὴ μαλακῶς ἐπαφώμενοι, καὶ λειότησι χαίροντες, ἀλλὰ τὸν σαρκωθέντα δι᾽ ἡμᾶς Λόγον ψηλαφῶντες, ὡς ἄξιον, καὶ Θωμᾶν κατὰ τοῦτο μιμούμενοι· μὴ χυμοῖς καὶ ὄψοις γαργαλιζόμενοι, τοῖς ἀδελφοῖς τῶν πικροτέρων γαργαλισμῶν, ἀλλὰ γευόμενοι καὶ γινώσκοντες, ὅτι χρηστὸς ὁ Κύριος τὴν κρείττω γεῦσιν καὶ μένουσαν· μηδὲ μικρὰ τὸν πικρὸν καὶ ἀχάριστον ἀγωγὸν ἀναψύχοντες, τὸν παραπέμποντα, καὶ οὐ κατέχοντα τὸ διδόμενον, ἀλλὰ τοῖς γλυκυτέροις μέλιτος λόγοις τοῦτον εὐφραίνοντες.

ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρτίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Καλὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυνηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως αἰρόμενον. Καλὸν καὶ τὰς χεῖρας τελειοῦσθαι, καὶ τοὺς πόδας· τὰς μὲν, ὡς ἐν παντὶ τόπῳ ὁσίας αἴρεσθαι, καὶ δράσσεσθαι τῆς Χριστοῦ παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ πιστεύεσθαι λόγον διὰ τοῦ πρακτικοῦ, ὡς τὸν ἐν τῇ χειρὶ τοῦδε τοῦ προφήτου δεδομένον· τοὺς δὲ, μὴ ὀξεῖς εἶναι πρὸς τὸ ἐκχέειν αἷμα, μηδὲ εἰς κακίαν τρέχοντας· ἀλλ᾽ ἑτοίμους εἰς τὸ Εὐαγγέλιον, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ Χριστὸν ὑπονίπτοντα καὶ καθαίροντα δέχεσθαι. Εἴ τις ἐστὶ καὶ κοιλίας κάθαρσις, χωρητικῆς καὶ ἀναδοτικῆς τῶν ἐκ τοῦ Λόγου τροφῶν, καλὸν καὶ ταύτην μὴ θεοποιεῖν ἐκ τρυφῆς καὶ τῆς καταργουμένης βρώσεως· ἀλλὰ καθαίρειν ὅτι μάλιστα, καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν Λόγον Κυρίου ἐν μέσῃ δέχεσθαι, καὶ ἀλγεῖν καλῶς ὑπὲρ τοῦ Ἰσραὴλ πταίοντος. Εὑρίσκω καὶ τὴν καρδίαν καὶ τὰ ἐντὸς, τιμῆς ἀξιούμενα. Πείθει με τοῦτο Δαβὶδ, καρδίαν καθαρὰν ζητῶν ἐν ἑαυτῷ κτίζεσθαι, καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινίζεσθαι.

Τὸ διανοητικὸν, οἶμαι, τούτῳ δηλῶν, καὶ τὰ τούτου κινήματα, ἢ διανοήματα. Μʹ. Τί δὲ ἡ ὀσφύς; Τί δὲ οἱ νεφροί; Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις· ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δι᾽ ἐγκρατείας, ὥσπερ τῷ Ἰσραὴλ πάλαι, κατὰ τὸν νόμον, τοῦ πάσχα μεταλαμβάνοντι.

Οὐδεὶς γὰρ καθαρῶς Αἴγυπτον ἐξέρχεται, οὐδὲ φεύγει τὸν ὀλοθρεύοντα, μὴ ταῦτα παιδαγωγήσας. Οἱ δὲ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούσθωσαν, ὅλον τὸ ἐπιθυμητικὸν πρὸς Θεὸν μεταφέροντες, ὥστε δύνασθαι λέγειν· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· καὶ, Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα.

Δεῖ γὰρ γενέσθαι ἄνδρα ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος. Οὕτως ἂν ἡμῖν καὶ ὁ τὸ πλεῖστον τῆς ἰσχύος ἐπὶ τοῦ ὀμφαλοῦ καὶ τῆς ὀσφύος φέρων δράκων καταλυθείη, τῆς περὶ ταῦτα δυναστείας αὐτῷ νεκρωθείσης. Μὴ θαυμάσῃς δὲ, εἰ καὶ τοῖς ἀσχήμοσιν ἡμῶν, τιμὴν περισσοτέραν τίθημι, λόγῳ νεκρῶν ταῦτα καὶ σωφρονίζων, καὶ κατὰ τῆς ὕλης ἱστάμενος.

Πάντα δῶμεν Θεῷ τὰ μέλη ἐπὶ τῆς γῆς, πάντα καθιερώσωμεν. Μὴ λοβὸν ἥπατος, μηδὲ νεφροὺς μετὰ τῆς πιμελῆς, μηδὲ τὸ μέρος τοῦ σώματος, μηδὲ τὸ καὶ τό. Διὰ τί γὰρ τὰ ἄλλα ἡμῖν ἀτιμαστέα; Ὅλους δὲ ἡμᾶς αὐτοὺς ἀνενέγκωμεν· γενώμεθα ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια· μηδὲ τὸν βραχίονα μόνον, μηδὲ τὸ στηθύνιον μόνον, ἀφαίρεμα ἱερατικὸν ποιώμεθα (μικρὸν γὰρ τοῦτο)· ἀλλ᾽ ὅλους διδόντες ἡμᾶς αὐτοὺς, ὅλους ἀντιλαμβάνωμεν· ἐπειδὴ τοῦτό ἐστι λαβεῖν καθαρῶς, τὸ τῷ Θεῷ δοθῆναι, καὶ ἱερουργῆσαι τὴν ἡμῶν αὐτῶν σωτηρίαν.