Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Η πνευματική κάθαρση και η εκτομή των παθών

Πνευματική προσέγγιση του ευνουχισμού ως αποκοπής των παθών, ανάδειξη της αυτεξούσιας άσκησης της αρετής και οριστική καταδίκη των τριαδολογικών αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 7

Πλὴν τιμηθήτωσαν καὶ οἱ εὐνοῦχος τοῖς ἑξῆς· ἐπαινετὸς γὰρ ὁ λόγος. Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Δοκεῖ μοι τῶν σωμάτων ἀποστὰς ὁ λόγος, τυποῦν διὰ τῶν σωμάτων τὰ ὑψηλότερα.

Τὸ μὲν γὰρ μέχρι τῶν σωματικῶν εὐνούχων στῆσαι τὸν λόγον, τυχὸν μικρόν τε καὶ λίαν ἀσθενὲς καὶ ἀνάξιον λόγου· δεῖ δὲ ἡμᾶς ἐπινοῆσαί τι τοῦ Πνεύματος ἄξιον. Δοκοῦσι τοίνυν οἱ μὲν ἐκ φύσεως νεύειν πρὸς τὸ ἀγαθόν. Φύσεως δὲ ὅταν εἴπω, οὐκ ἀτιμάζω τὴν προαίρεσιν, ἀλλ᾽ ἀμφότερα τίθημι, τήν τε πρὸς τὸ καλὸν ἐπιτηδειότητα, καὶ τὴν εἰς ἔργον ἄγουσαν τὸ ἐκ φύσεως ἐπιτήδειον. Ἕτεροι δὲ εἰσί τινες, οὓς ὁ λόγος καθαίρει, τῶν παθῶν ἐκτέμνων.

Τούτους ἡγοῦμαι εἶναι τοὺς ὑπὸ τῶν ἀνθρώπων εὐνουχιζομένους, ὅταν ὁ διδασκαλικὸς λόγος διελὼν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ μὲν ἀποπεμψάμενος, τὸ δὲ νομοθετήσας (ὡς τὸ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν), τὴν πνευματικὴν σωφροσύνην δημιουργήσῃ. Ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ λίαν ἐπαινῶ τούς τε διδασκάλους ὁμοίως καὶ τοὺς διδασκομένους, ὅτι οἱ μὲν καλῶς ἐξέτεμον, οἱ δὲ κάλλιον ἐξετμήθησαν.

ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι. Οὐκ ἐδίδαξέ σε μήτηρ τὸ δέον, οὐκ ἐδίδαξέ σε πατὴρ, οὐ πρεσβύτερος, οὐκ ἐπίσκοπος, οὐκ ἄλλος τις τῶν τὸ διδάσκειν πεπιστευμένων. Ἀλλὰ τὸν ἐν σοὶ λόγον κινήσας, ἀλλὰ τὸν σπινθῆρα τοῦ καλοῦ διὰ τῆς προαιρέσεως ἀνάψας, σαυτὸν εὐνούχισας, τὴν ῥίζαν ἐξέτεμες, τὰ ὄργανα τῆς κακίας ἐξώρισας, τοσαύτην ἕξιν ἐκτήσω τῆς ἀρετῆς, ὥστε καὶ σχεδὸν ἀδύνατόν σοι γενέσθαι τὴν περὶ τὰ χείρω φοράν. Διὰ τοῦτο ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ τυχὸν μᾶλλον τῶν ἄλλων.

Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Ἣν βούλει δέξαι μερίδα, ἢ ἐπακολούθησον τῷ διδασκάλῳ, ἢ γενοῦ σαυτοῦ διδάσκαλος. Ἓν αἰσχρὸν μόνον, μὴ τμηθῆναι τὰ πάθη. Περὶ δὲ τοῦ τμηθῆναι τὰ πάθη, μηδὲν διαφέρου. Καὶ ὁ διδάσκων, πλάσμα Θεοῦ, καὶ σὺ γέγονας ἐκεῖθεν· κἄν τε ὁ διδάσκαλος ἁρπάσῃ τὴν χάριν, κἄν τε γένηται σὸν τὸ καλὸν, καλὸν ὁμοίως ἐστί.

ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σωματικὰ πάθη, ἔκτεμνε καὶ τὰ ψυχικά. Ὅσῳ γὰρ ψυχὴ τιμιώτερον σώματος, τοσούτῳ τιμιώτερον καθᾶραι ψυχὴν, ἢ σῶμα. Εἰ δὲ ἡ τοῦ σώματος κάθαρσις τῶν ἐπαινετῶν, σκόπει μοι πόσον ἡ τῆς ψυχῆς μείζων τε καὶ ὑψηλοτέρα.

Ἔκτεμνε τὴν Ἀρειανὴν ἀσέβειαν, ἔκτεμνε τὴν Σαβελλίου κακοδοξίαν. Μήτε συνάψῃς πλέον ἢ καλῶς ἔχει, μήτε διέλῃς κακῶς, μήτε εἰς ἓν πρόσωπον συνέλῃς τὰ τρία, μήτε ἐργάσῃ τρεῖς ἀλλοτριότητας φύσεων. Καὶ τὸ ἓν ἐπαινετὸν, καλῶς νοούμενον, καὶ τὰ τρία καλῶς διαιρούμενα, ὅταν προσώπων, ἀλλὰ μὴ θεότητος, ἡ διαίρεσις ᾖ.