Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον
Παιδεία, ιερατική κλήση και ποιμαντική δράση
Η ανατροφή του Αθανασίου, η μελέτη των Γραφών, η άνοδος στον επισκοπικό θρόνο της Αλεξανδρείας και η ανάδειξή του σε πρότυπο αποστολικού ιεράρχη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παιδεία, ιερατική κλήση και ποιμαντική δράση
Η ανατροφή του Αθανασίου, η μελέτη των Γραφών, η άνοδος στον επισκοπικό θρόνο της Αλεξανδρείας και η ανάδειξή του σε πρότυπο αποστολικού ιεράρχη.
Ϛʹ. Ἐκεῖνος ἐτράφη μὲν εὐθὺς ἐν τοῖς θείοις ἤθεσι καὶ παιδεύμασιν, ὀλίγα τῶν ἐγκυκλίων φιλοσοφήσας, τοῦ μὴ δοκεῖν παντάπασι τῶν τοιούτων ἀπείρως ἔχειν, μηδὲ ἀγνοεῖν ὧν ὑπεριδεῖν ἐδοκίμασεν. Οὐδὲ γὰρ ἠνέσχετο τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φιλότιμον ἐν τοῖς ματαίοις ἀσχοληθῆναι, οὐδὲ ταυτὸν παθεῖν τῶν ἀθλητῶν τοῖς ἀπείροις, οἳ τὸν ἀέρα πλείω παίοντες ἢ τὰ σώματα, τῶν ἄθλων ἀποτυγχάνουσι.
Καὶ πᾶσαν μὲν Παλαιὰν Βίβλον, πᾶσαν δὲ Νέαν ἐκμελετήσας, ὡς οὐδὲ μίαν ἕτερος, πλουτεῖ μὲν θεωρίαν, πλουτεῖ δὲ βίου λαμπρότητα, καὶ πλέκει θαυμασίως ἀμφότερα, τὴν χρυσῆν ὄντως σειρὰν, καὶ τοῖς πολλοῖς ἄπλοκον· βίῳ μὲν ὁδηγῷ θεωρίας, θεωρίᾳ δὲ σφραγῖδι βίου χρησάμενος. Ἀρχή τε γὰρ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται.
Ζʹ. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς ἔδει γε καὶ νῦν τοὺς λαοῦ προστήσεσθαι μέλλοντας, καὶ τὸ μέγα τοῦ Χριστοῦ σῶμα μεταχειρίζεσθαι, κατὰ τὴν μεγάλην τοῦ Θεοῦ βουλήν τε καὶ πρόγνωσιν, ἣ πόῤῥωθεν καταβάλλεται τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις, τῷ μεγάλῳ βήματι τούτῳ ἐγκαταλέγεται, καὶ τῶν ἐγγιζόντων εἷς τῷ ἐγγίζοντι Θεῷ γίνεται, καὶ τῆς ἱερᾶς ἀξιοῦται στάσεώς τε καὶ τάξεως, καὶ πᾶσαν τὴν τῶν βαθμῶν ἀκολουθίαν διεξελθὼν, ἵνα τὰ ἐν μέσῳ συντέμω, τὴν τοῦ λαοῦ προεδρίαν πιστεύεται, ταυτὸν δὲ εἰπεῖν, τῆς οἰκουμένης πάσης ἐπιστασίαν. Καὶ οὐκ ἔχω λέγειν, πότερον ἀρετῆς ἆθλον, ἢ τῆς Ἐκκλησίας πηγὴν καὶ ζωὴν, τὴν ἱερωσύνην λαμβάνει. Ἔδει γὰρ ἐκλείπουσαν ταύτην τῷ δίψει τῆς ἀληθείας, ὥσπερ τὸν Ἰσμαὴλ, ποτισθῆναι, ἢ, ὥσπερ τὸν Ἡλίαν, ἐκ τοῦ χειμάῤῥου, κατεψυγμένης ἀνομβρίᾳ τῆς γῆς, ἀναψύξαι, καὶ μικρὰ πνέουσαν ἀναζωοποιηθῆναι, καὶ σπέρμα τῷ Ἰσραὴλ ὑπολειφθῆναι· ἵνα μὴ γενώμεθα ὡς Σόδομα καὶ Γόμοῤῥα, ὧν περιβόητος μὲν ἡ κακία, περιβοητοτέρα δὲ ἡ ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων.
Διὰ τοῦτο ἠγέρθη κέρας σωτηρίας ἡμῖν ἤδη κειμένοις, καὶ λίθος ἀκρογωνιαῖος, συνδέων ἑαυτῷ τε καὶ ἀλλήλοις ἡμᾶς, ἐνεβλήθη κατὰ καιρὸν, ἣ πῦρ καθαρτήριον τῆς φαύλης ὕλης καὶ μοχθηρᾶς, ἢ πτύον γεωργικὸν, ᾧ τὸ κοῦφον τῶν δογμάτων καὶ τὸ βαρὺ διακρίνεται, ἢ μάχαιρα τὰς τῆς κακίας ῥίζας ἐκτέμνουσα· καὶ ὁ Λόγος εὑρίσκει τὸν ἑαυτοῦ σύμμαχον, καὶ τὸ Πνεῦμα καταλαμβάνει τὸν ὑπὲρ αὐτοῦ πνεύσοντα.
Ηʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ψήφῳ τοῦ λαοῦ παντὸς, οὐ κατὰ τὸν ὕστερον νικήσαντα πονηρὸν τύπον, οὐδὲ φονικῶς τε καὶ τυραννικῶς, ἀλλ᾽ ἀποστολικῶς τε καὶ πνευματικῶς, ἐπὶ τὸν Μάρκου θρόνον ἀνάγεται, οὐχ ἧττον τῆς εὐσεβείας, ἢ τῆς προεδρίας διάδοχος· τῇ μὲν γὰρ πολλοστὸς ἀπ᾽ ἐκείνου, τῇ δὲ εὐθὺς μετ᾽ ἐκεῖνον εὑρίσκεται· ἣν δὴ καὶ κυρίως ὑποληπτέον διαδοχήν. Τὸ μὲν γὰρ ὁμόγνωμον καὶ ὁμόθρονον, τὸ δὲ ἀντίδοξον καὶ ἀντίθρονον· καὶ ἡ μὲν προσηγορίαν, ἡ δὲ ἀλήθειαν ἔχει διαδοχῆς. Οὐ γὰρ ὁ βιασάμενος, ἀλλ᾽ ὁ βιασθεὶς διάδοχος· οὐδὲ ὁ παρανομήσας, ἀλλ᾽ ὁ προβληθεὶς ἐννόμως· οὐδὲ ὁ τἀναντία δοξάζων, ἀλλ᾽ ὁ τῆς αὐτῆς πίστεως· εἰ μὴ οὕτω τις λέγοι διάδοχον, ὡς νόσον ὑγιείας, καὶ φωτὸς σκότος, καὶ ζάλην γαλήνης, καὶ συνέσεως ἔκστασιν.
Θʹ. Ἐπεὶ δὲ οὕτω προβάλλεται, οὕτω καὶ τὴν ἀρχὴν διατίθεται. Οὐ γὰρ ὁμοῦ τε καταλαμβάνει τὸν θρόνον, ὥσπερ οἱ τυραννίδα τινὰ, ἢ κληρονομίαν παρὰ δόξαν ἁρπάσαντες, καὶ ὑβρίζει διὰ τὸν κόρον. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστὶ, καὶ τοῦ ἐπαγγέλματος ἀναξίων· οἳ μηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόντες, μηδὲ τοῦ καλοῦ προταλαιπωρήσαντες, ὁμοῦ τε μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθαίρουσι· χθὲς ἱερόσυλοι, καὶ σήμερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ μυσταγωγοὶ σήμερον· παλαιοὶ τὴν κακίαν, καὶ σχέδιοι τὴν εὐσέβειαν· ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ Πνεύματος· οἳ, ὅταν πάντα διεξέλθωσι βιαζόμενοι, τελευταῖον τυραννοῦσι καὶ τὴν εὐσέβειαν· ὧν οὐχ ὁ τρόπος τὸν βαθμὸν, ὁ βαθμὸς δὲ τὸν τρόπον πιστεύεται, παρὰ πολὺ τῆς τάξεως ἐναλλαττομένης· οἳ πλείους ὑπὲρ ἑαυτῶν, ἢ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τὰς θυσίας ὀφείλουσι· καὶ πάντως τῶν δύω τὸ ἕτερον ἁμαρτάνουσιν, ἢ τῷ δεῖσθαι συγγνώμης, ἄμετρα συγγινώσκοντες, ὡς ἂν μήτε ἀνακόπτοιτο κακία, ἀλλὰ καὶ διδάσκοιτο, ἢ τῇ τραχύτητι τῆς ἀρχῆς, τὰ ἑαυτῶν συγκαλύπτοντες.
Ὧν οὐδέτερον ἐκεῖνος· ἀλλ᾽ ἦν ὑψηλὸς μὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν ἐντυχίαν δὲ καὶ λίαν εὐπρόσιτος, πρᾶος, ἀόργητος, συμπαθὴς, ἡδὺς τὸν λόγον, ἡδίων τὸν τρόπον, ἀγγελικὸς τὸ εἶδος, ἀγγελικώτερος τὴν διάνοιαν ἐπιτιμῆσαι γαληνὸς, ἐπαινέσαι παιδευτικός· καὶ μηδέτερον τῶν καλῶν τῇ ἀμετρίᾳ λυμήνασθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στυφὸν τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα· ἐλάχιστα μὲν λόγου διὰ τὸν τρόπον δεόμενος ἀρκοῦντα πρὸς παιδαγωγίαν· ἐλάχιστα δὲ ῥάβδου διὰ τὸν λόγον· ἔτι δὲ ἐλάττω τομῆς, διὰ τὴν ῥάβδον μετρίως πλήττουσαν.
Ιʹ. Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸν ἄνδρα; Παῦλος προλαβὼν ἔγραψε· τοῦτο μὲν, ἐν οἷς τὸν ἀρχιερέα τὸν μέγαν, τὸν διεληλυθότα τοὺς οὐρανοὺς ἀνυμνεῖ (τολμήσει γάρ μοι καὶ μέχρι τούτων ὁ λόγος, ἐπειδὴ Χριστοὺς οἶδε καλεῖν ἡ Γραφὴ τοὺς ζῶντας κατὰ Χριστόν)· τοῦτο δὲ, ἐν οἷς Τιμοθέῳ πρὸς αὐτὸν γράφων νομοθετεῖ, τυπῶν τῷ λόγῳ τὸν ἐπισκοπῆς προστησόμενον. Εἰ γὰρ ὡς κανόνα τὸν νόμον παραθείης τῷ ταῦτα ἐπαινουμένῳ, γνώσῃ σαφῶς τὴν εὐθύτητα, Δεῦρο δὴ συμπανηγυρίσατέ μοι περὶ τὸν λόγον κάμνοντι, καὶ τὰ μὲν πλείω παρατρέχειν ἐθέλοντι, ἄλλοτε δὲ ὑπ᾽ ἄλλου κατεχομένῳ, καὶ οὐκ ἔχοντι τὸ νικῶν εὑρεῖν, ὥσπερ ἐν σώματι πανταχόθεν ἴσῳ τε καὶ καλῷ· ἀεὶ γάρ μοι τὸ προσπεσὸν κάλλιον φαίνεται, καὶ τοῦτο συναρπάζει τὸν λόγον.
Δεῦρο οὖν μοι διέλεσθε τὰ ἐκείνου καλὰ, ὅσοι τῶν ἐκείνου ἐπαινέται καὶ μάρτυρες, καὶ ἀγῶνα καλὸν ἀγωνίσασθε πρὸς ἀλλήλους, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, ἱερεῖς καὶ λαὸς, οἱ μοναδικοὶ καὶ μιγάδες, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι τῆς θεωρίας, καὶ ὅσοι τῆς πράξεως. Ὁ μὲν ἐπαινείτω τὸ ἐν νηστείαις καὶ προσευχαῖς, οἷον ἀσώματόν τε καὶ ἄϋλον· ὁ δὲ τὸ ἐν ἀγρυπνίαις τε καὶ ψαλμῳδίαις εὔτονόν τε καὶ ἀήττητον· ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων, ἄλλος τὴν πρὸς τὸ ὑπερέχον ἀντιτυπίαν, ἢ πρὸς τὸ ταπεινὸν συγκατάβασιν. Αἱ παρθένοι, τὸν νυμφαγωγόν· αἱ ὑπὸ ζυγὸν, τὸν σωφρονιστήν· οἱ τῆς ἐρημίας, τὸν πτερωτήν· οἱ τῆς ἐπιμιξίας, τὸν νομοθέτην· οἱ τῆς ἁπλότητος, τὸν ὁδηγόν· οἱ τῆς θεωρίας, τὸν θεολόγον· οἱ ἐν εὐθυμίαις, τὸν χαλινόν· οἱ ἐν συμφοραῖς, τὴν παράκλησιν· τὴν βακτηρίαν, ἡ πολιά· τὴν παιδαγωγίαν, ἡ νεότης· ἡ πενία, τὸν ποριστήν· ἡ εὐπορία, τὸν οἰκονόμον. Δοκοῦσί μοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι· καὶ ὀρφανοὶ, τὸν πατέρα· καὶ πτωχοὶ, τὸν φιλόπτωχον· καὶ τὸν φιλόξενον, οἱ ξένοι· καὶ ἀδελφοὶ, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρὸν, ἣν βούλει νόσον καὶ ἰατρείαν· οἱ ὑγιαίνοντες, τὸν φύλακα τῆς ὑγείας· οἱ πάντες, τὸν πᾶσι πάντα γινόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, ἢ πλείονας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.