Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Κυπριανόν

Γρηγόριος ὁ Ναζιανζηνός

Η μεταστροφή, το ποιμαντικό έργο και η θεολογία του Κυπριανού

Εξιστόρηση της μετάνοιας του Κυπριανού, της ανάρρησής του στο επισκοπικό αξίωμα και της ποιμαντικής του δράσης, με συνοπτική αναφορά στην ορθόδοξη τριαδολογία και την ασκητική του πολιτεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

ΙΒʹ. Τί οὖν ὁ ἄφρων ἐραστὴς καὶ σώφρων ἐπίληπτος; Ζητεῖ τοῦ κακοῦ τὴν λύσιν, εὑρίσκει· εὐμήχανον γὰρ ἅπαν τὸ πιεζόμενον. Τίς ἡ λύσις; Ἐπὶ τὸν τῆς παρθένου καταφεύγει Θεὸν, ὥσπερ Σαοὺλ ἐπὶ τὴν κινύραν τοῦ Δαβὶδ καὶ τὰ κρούσματα· πρόσεισι τῷ ταύτης Ποιμένι· καθαίρεται, ὥσπερ τοῦ πόθου διὰ τῆς πληγῆς, οὕτω τοῦ πονηροῦ πνεύματος διὰ τῆς εἰς Χριστὸν πίστεως· μετατίθεται τὸν πόθον· ἐπὶ πολὺ μὲν ἀπιστούμενος καὶ ἀποπεμπόμενος· καὶ γὰρ ἐδόκει τὸ πρᾶγμα τῶν ἀπίστων εἶναι καὶ θαυμασίων, Κυπριανὸν ἐν Χριστιανοῖς ἀριθμηθῆναί ποτε, εἰ καὶ πάντες ἄνθρωποι· μετατίθεται δ᾽ οὖν, καὶ ἀπόδειξις τῆς μεταβολῆς ἐναργής· Προτίθησι δημοσίᾳ τὰς γοητικὰς βίβλους· θριαμβεύει τοῦ πονηροῦ θησαυροῦ τὴν ἀσθένειαν· κηρύσσει τὴν ἄνοιαν, λαμπρὰν ἐξ αὐτῶν αἴρει τὴν φλόγα, πυρὶ δαπανᾷ τὴν μακρὰν ἀπάτην, ἣ μιᾷ φλογὶ σαρκὸς οὐκ ἐπήμυνεν· ἀφίσταται τῶν δαιμόνων, οἰκειοῦται Θεῷ. Ὢ τῆς χάριτος! Ὅση Θεὸν εὑρίσκει πονηρῷ πόθῳ καὶ πνεύματι, πρόβατον ἱερὸν τῆς ἱερᾶς γίνεται ποίμνης, ὡς δὲ ἐγώ τινος ἤκουσα, καὶ νεωκόρος, πολλὰ δεηθεὶς, ἵνα φιλοσοφήσῃ τὸ ταπεινὸν εἰς κάθαρσιν τῆς προτέρας ἀλαζονείας. Εἶτα ποιμὴν, καὶ ποιμένων ὁ κράτιστός τε καὶ δοκιμώτατος.

Οὐ γὰρ τῆς Καρχηδονίων προκαθέζεται μόνον Ἐκκλησίας, οὐδὲ τῆς ἐξ ἐκείνου καὶ δι᾽ ἐκεῖνον περιβοήτου μέχρι νῦν Ἀφρικῆς, ἀλλὰ καὶ πάσης τῆς ἑσπερίου, σχεδὸν δὲ καὶ τῆς ἑῴας αὐτῆς, νοτίου τε καὶ βορείου λήξεως, ἐφ᾽ ὅσα ἐκεῖνος ἦλθε τῷ θαύματι.

Οὕτω Κυπριανὸς ἡμέτερος γίνεται. ΙΓʹ. Ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ταῦτα, ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον ὤνιον διὰ ἀδελφῶν ἐπηρείας, καὶ ἐν γυναικὶ δοκιμάσας, καὶ ἐν σιτοδοσίᾳ δοξάσας, καὶ ἐν ἐνυπνίοις σοφίσας, ἵν᾽ ἐπὶ ξένης πιστευθῇ, καὶ ὑπὸ Φαραὼ τιμηθῇ, καὶ πατὴρ γένηται πολλῶν μυριάδων, δι᾽ ἃς Αἴγυπτος βασανίζεται, θάλασσα τέμνεται, ἄρτος ὕεται, ἥλιος ἵσταται, γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται.

Οἶδε γὰρ πόῤῥωθεν καταβάλλεσθαι τῶν μεγάλων πραγμάτων ἡ σοφία τὰς ὑποθέσεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομεῖσθαι, ἵνα καὶ μᾶλλον θαυμάζηται. Ἀπόχρη καὶ ταῦτα τῶν του Κυπριανοῦ καλῶν εἰς μέτρον εὐφημίας τελειωτάτης.

Νῦν δὲ τοσαῦτά ἐστι τὰ λειπόμενα καὶ τοιαῦτα, ὥστε εἰ καὶ μηδὲν αὐτῷ τῶν προειρημένων ὑπῆρχεν εἰς ἔπαινον, ἐξαρκεῖν τοῖς ἑξῆς νικᾷν ἅπαντας. Ἵνα γὰρ τὰ ἐν μέσῳ συντέμω, τὴν τῶν χρημάτων περιφρόνησιν, τὴν τοῦ τύφου κατάλυσιν, τὴν τοῦ σώματος παιδαγωγίαν καὶ καθαρότητα τῶν προτέρων ὁρμῶν ἀντίπαλον, τὸ περὶ τὴν ἐσθῆτα φιλόσοφον, τὸ περὶ τὰς ἐντεύξεις ὑψηλόν τε ὁμοῦ καὶ φιλάνθρωπον, ὡς ἴσον ἀπέχειν εὐτελείας καὶ αὐθαδείας· τὰς χαμευνίας, τὰς ἀγρυπνίας, ὃς, καίτοι τῶν τοιούτων ὀψιμαθὴς ὢν, κατὰ πολὺ τῶν προειληφότων ἐκράτει· τὴν περὶ λόγους φιλοτιμίαν, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε, καὶ δογμάτων ἀπαιδευσίαν ἐκάθηρε, καὶ ἀνδρῶν βίους ἐκόσμησε, καὶ τῆς ἀρχικῆς καὶ βασιλικῆς Τριάδος τὴν θεότητα τεμνομένην, ἔστι δὲ ὑφ᾽ ὧν καὶ συναλειφομένην, εἰς τὸ ἀρχαῖον ἐπανήγαγεν, ἐν ὅροις μείνας εὐσεβοῦς ἑνώσεώς τε καὶ συναριθμήσεως· ἵνα ταῦτα συνέλω διὰ τὴν ἀμετρίαν, τῇ τοῦ βίου καταλύσει συγκαταλύσω τὸν λόγον.