Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν φιλόσοφον Ἥρωνα

Γρηγόριος ὁ Ναζιανζηνός

Οι αγώνες, η ομολογία και η εξορία του Ήρωνος

Περιγραφή της συνεισφοράς του φιλοσόφου, των βίαιων διωγμών μετά την εκδημία του Μεγάλου Αθανασίου, και της καρτερίας του Ήρωνος κατά την εξορία του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

ΙΑʹ. Ἀλλὰ τί μοὶ τῶν ἔξωθεν; Ἐπ᾽ αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν καὶ ἤρξατο.

Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκουμένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περιβόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ᾽ ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτε)· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλησίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πηγῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρανομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ᾽ ὧν τὸν ἅγιον καταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ᾽ ὅμως ὀλίγα ἐκ πολλῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρασθε), τῷ θείῳ Δαβὶδ συγχρησάμενος· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα.

Προσθήσω δὲ παρ᾽ αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς;

ΙΒʹ. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παράνομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ᾽ ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδελυκτότερα, καὶ τοῦτο ἱερουργῶν ἴσως τὴν καθ᾽ ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημένος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες.

Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομαι), τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμασιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγξεται;)

καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμασι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχετοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδραμον· ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πένθος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας.

ΙΓʹ. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔθηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι᾽ εὐνοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτερος, καὶ τὸν ζῆλον θερμότερος. Διὰ τοῦτο πολεμεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας· καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγχέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσεβοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶς! ὢ τῶν ἱερῶν σου τραυμάτων!) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχοντος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι.

ΙΔʹ. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδεμίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετάδος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παιδευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν.

Εἰπὲ καὶ τοῦτο· Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσόφεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφὰς, τὰς κοινωνούς σοι καὶ τῆς ἀγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάῤῥεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ᾽ ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ᾽ ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δειλίᾳ τὴν φιλοσοφίαν.