Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας τῆς Καππαδοκίας ἐπιτάφιος

Γρηγόριος ὁ Ναζιανζηνός

Σπουδές και η σύναψη της φιλίας στην Αθήνα

Περιγραφή των πρώτων σπουδών του Βασιλείου, η μετάβασή του στην Αθήνα, η σύναψη της βαθιάς και αναφαίρετης φιλίας με τον Γρηγόριο και ο ενάρετος, κοινός φιλοσοφικός τους βίος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 11

Ἐπεὶ δὲ τὰς ἀπαρχὰς τῶν ἐπαίνων νόμῳ θείῳ πειθόμενοι, ὃς πατράσι κελεύει πᾶσαν νέμειν τιμήν, τοῖς μνημονευθεῖσιν ἀποδεδώκαμεν, ἐπ᾽ αὐτὸν ἴωμεν ἤδη, τοσοῦτον εἰπόντες, ὃ καὶ πᾶσιν ἂν οἶμαι δόξειεν ἀληθῶς λέγεσθαι τοῖς ἐκεῖνον ἐπισταμένοις, ὅτι μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς ἐκεῖνον ἐγκωμιάζουσιν.

Ὁ γὰρ αὐτὸς ὑπόθεσίς τε λαμπρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς ὑποθέσεως ἄξιος. Κάλλους μὲν δὴ καὶ ῥώμης καὶ μεγέθους, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας, τοῖς βουλομένοις παραχωρήσομεν· οὐχ ὅτι κἀν τούτοις ἔλαττόν τινος ἠνέγκατο τῶν μικρολόγων καὶ περὶ τὸ σῶμα καλινδουμένων, ἕως ἦν ἔτι νέος καὶ οὔπω φιλοσοφίᾳ τῶν σαρκῶν κατεκράτησεν· ἀλλ᾽ ἵνα μὴ ταὐτὸν πάθω τοῖς ἀπειροτέροις τῶν ἀθλητῶν, οἳ τὴν ἰσχὺν ἐν τοῖς εἰκῇ παλαιομένοις καὶ παρέργοις κενώσαντες, ἥττους ἐν τοῖς καιρίοις εὑρίσκονται, καὶ τοῖς ἐξ ὧν τὸ νικᾶν ὑπάρχει καὶ στεφανίτας ἀναγορεύεσθαι.

Ἃ δὲ οὐδαμῶς ἂν εἰπὼν οἶμαι περιττὸς δόξειν οὐδὲ ἔξω τοῦ σκοποῦ βάλλειν τὸν λόγον, ταῦτ᾽ ἐπαινέσομαι. Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ᾽ ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύτην μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ πᾶν τὸ ἐν λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα μόνης ἔχεται τῆς σωτηρίας καὶ τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν διαπτύουσιν, ὡς ἐπίβουλον καὶ σφαλερὰν καὶ Θεοῦ πόρρω βάλλουσαν, κακῶς εἰδότες.

Ὥσπερ γὰρ οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ ὅσα τούτων, οὐκ ἐπειδὴ κακῶς τινες ἐξειλήφασιν ἀντὶ Θεοῦ τὰ τοῦ Θεοῦ σέβοντες, διὰ τοῦτο περιφρονητέον· ἀλλ᾽ ὅσον χρήσιμον αὐτῶν καρπούμενοι πρός τε ζωὴν καὶ ἀπόλαυσιν ὅσον ἐπικίνδυνον διαφεύγομεν, οὐ τῷ κτίστῃ τὴν κτίσιν ἐπανιστάντες κατὰ τοὺς ἄφρονας, ἀλλ᾽ ἐκ τῶν δημιουργημάτων τὸν δημιουργὸν καταλαμβάνοντες, καὶ ὅ φησιν ὁ θεῖος Ἀπόστολος, αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν· ὡς δὲ καὶ πυρὸς καὶ τροφῆς καὶ σιδήρου καὶ τῶν ἄλλων οὐδὲν καθ᾽ ἑαυτὸ χρησιμώτατον ἴσμεν ἢ βλαβερώτατον, ἀλλ᾽ ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυστικῶν θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκεράσαμεν· οὕτω καὶ τούτων τὸ μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν ἐδεξάμεθα, ὅσον δὲ εἰς δαίμονας φέρει καὶ πλάνην καὶ ἀπωλείας βυθὸν διεπτύσαμεν· ὅτι μὴ κἀκ τούτων πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων ἰσχὺν τοῦ καθ᾽ ἡμᾶς λόγου πεποιημένοι.

Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας, οἳ βούλοιντ᾽ ἂν ἅπαντας εἶναι καθ᾽ ἑαυτούς, ἵν᾽ ἐν τῷ κοινῷ τὸ κατ᾽ αὐτοὺς κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε τὰ κατ᾽ αὐτὸν θεωρήσωμεν.

Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην, ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον.

Ὑπὸ δὴ τούτῳ, καὶ βίον καὶ λόγον συναυξανομένους τε καὶ συνανιόντας ἀλλήλοις ὁ θαυμάσιος ἐκπαιδεύεται· οὐ Θετταλικόν τι καὶ ὄρειον ἄντρον αὐχῶν ὡς ἀρετῆς ἐργαστήριον, οὐδέ τινα Κένταυρον ἀλαζόνα τῶν κατ᾽ αὐτὸν ἡρώων διδάσκαλον· οὐδὲ πτῶκας βάλλειν ἢ κατατρέχειν νεβρῶν ἢ θηρεύειν ἐλάφους ὑπ᾽ αὐτοῦ διδασκόμενος, ἢ τὰ πολεμικὰ κράτιστος εἶναι ἢ πωλοδαμνεῖν ἄριστα, τῷ αὐτῷ πώλῳ καὶ διδασκάλῳ χρώμενος, ἢ μυελοῖς ἐλάφων τε καὶ λεόντων τοῖς μυθικοῖς ἐκτρεφόμενος· ἀλλὰ τὴν ἐγκύκλιον παίδευσιν παιδευόμενος καὶ θεοσέβειαν ἐξασκούμενος καί, συνελόντι φάναι, πρὸς τὴν μέλλουσαν τελειότητα διὰ τῶν ἐξ ἀρχῆς μαθημάτων ἀγόμενος.

Οἱ μὲν γὰρ ἢ βίον μόνον, ἢ λόγον κατωρθωκότες, τῷ ἑτέρῳ δὲ λείποντες, οὐδὲν τῶν ἑτεροφθάλμων, ἐμοὶ δοκεῖν, διαφέρουσιν, οἷς μεγάλη μὲν ἡ ζημία, μεῖζον δὲ τὸ αἶσχος ὁρῶσι καὶ ὁρωμένοις. Οἷς δὲ κατ᾽ ἀμφότερα εὐδοκιμεῖν ὑπάρχει καὶ εἶναι περιδεξίοις, τούτοις καὶ τὸ εἶναι τελείοις καὶ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος.

Ὅπερ οὖν ἐκείνῳ συμβέβηκεν εὖ ποιοῦν οἴκοθεν ἔχοντι τῆς ἀρετῆς τὸ παράδειγμα, πρὸς ὃ βλέπων εὐθὺς ἄριστος ἦν. Ὥσπερ τοὺς πώλους καὶ τοὺς μόσχους ὁρῶμεν ὁμοῦ τῇ γενέσει ταῖς μητράσιν ἑαυτῶν παρασκαίροντας, οὕτω καὶ αὐτὸς τῷ πατρὶ παραθέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι καὶ τῶν ἄκρων τῆς ἀρετῆς κινημάτων οὐ παρὰ πολὺ λειπόμενος· εἰ βούλει δέ, κἀν τῇ σκιαγραφίᾳ τὸ μέλλον τῆς ἀρετῆς κάλλος ὑποσημαίνων καὶ πρὸ τοῦ καιροῦ τῆς ἀκριβείας τὰ τῆς ἀκριβείας προχαραττόμενος.

Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ᾽ αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλοπόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγεται, τῶν τῇδε μεθέξων παιδευτηρίων· ταύτην δὲ λέγω τὴν περιφανῆ τε καὶ ἡμετέραν, ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη καθηγεμὼν καὶ διδάσκαλος, τὴν οὐχ ἧττον λόγων μητρόπολιν ἢ τῶν πόλεων ὧν ὑπέρκειται καὶ καθ᾽ ὧν ἔχει τὴν δυναστείαν· ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν, ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον.

Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλωπίσμασιν ἢ παλαιοῖς ἢ νέοις, ὅπως ἂν οἶμαι τῶν διηγημάτων ἔχωσιν ἢ τῶν ὁρωμένων· τῇδε λόγοι τὸ γνώρισμα, ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα.

Τὰ δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα παρ᾽ ἑαυτοῖς καὶ τῆς παιδεύσεως ἀπολαύσαντες· ὅσος μὲν ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· ὅσον κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς ἐκ τοῦ δήμου καὶ τοῖς πρώτοις τῆς πόλεως, μείζω μὲν τῆς ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ ἤθους πῆξιν ἐπιδεικνύμενος· ῥήτωρ ἐν ῥήτορσι καὶ πρὸ τῶν σοφιστικῶν θρόνων, φιλόσοφος ἐν φιλοσόφοις καὶ πρὸ τῶν ἐν φιλοσοφίᾳ δογμάτων· τὸ μέγιστον, ἱερεὺς Χριστιανοῖς καὶ πρὸ τῆς ἱερωσύνης· τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐν ἅπασιν!

Τῷ δὲ λόγοι μὲν τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ ὅσον εἰς τὴν καθ᾽ ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν, ἐπειδὴ δεῖ καὶ τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλωσιν· κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος.

Φιλοσοφία δὲ ἡ σπουδή, καὶ τὸ ῥαγῆναι κόσμου καὶ μετὰ Θεοῦ γενέσθαι, τοῖς κάτω τὰ ἄνω πραγματευόμενον καὶ τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώμενον. Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν· καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλοσόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτιστα συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως. Ἐντεῦθεν ἐπὶ τὸ τῶν λόγων ἔδαφος, τὰς Ἀθήνας, ὑπὸ τοῦ Θεοῦ πέμπεται καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν ἀπληστίας, Ἀθήνας τὰς χρυσᾶς ὄντως ἐμοὶ καὶ τῶν καλῶν προξένους εἴπερ τινί!

Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν τελεώτερον οὐδὲ πρὶν ἀγνοούμενον· καὶ λόγους ἐπιζητῶν εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταὐτὸ πέπονθα τῷ Σαούλ, ὅς, τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν, βασιλείαν ηὕρατο, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἐμπορευσάμενος.

Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας τῆς ὁδοῦ φέρων καὶ ἄγαν εὐπόρου καὶ βασιλικῆς ὄντως τῶν τοῦ ἀνδρὸς ἐγκωμίων· τὸ δ᾽ ἐντεῦθεν, οὐκ οἶδ᾽ ὅ τι τῷ λόγῳ χρήσωμαι καὶ ποῖ τράπωμαι· ἔχει γάρ τι καὶ πρόσαντες ἡμῖν ὁ λόγος.

Ποθῶ μὲν γάρ, ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν κατ᾽ ἐμαυτόν τι προσθεῖναι τοῖς εἰρημένοις καὶ μικρόν τι προσδιατρίψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν κἀκ τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, ἤτ᾽ οὖν συμπνοίας καὶ συμφυΐας, εἰ χρὴ προσειπεῖν οἰκειότερον.

Φιλεῖ γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν θεαμάτων, κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος τῶν ἡδίστων διηγημάτων. Δέδοικα δὲ τὸ φορτικὸν τῆς ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν τε μετρίως, τοῦτο ποιεῖν. Ἂν δ᾽ ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου, συγγνώμη τῷ πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ καὶ ὃ μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.

Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ᾽ ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος οὕτω Θεοῦ κινήσαντος. Εἶχον δὲ μικρῷ μὲν ἐμὲ πρότερον, τὸν δ᾽ εὐθὺς μετ᾽ ἐμέ, μετὰ πολλῆς προσδεχθέντα καὶ περιφανοῦς τῆς ἐλπίδος.

Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν ἐπιστῆναι, καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπουδαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά τι προσθεῖναι τῷ λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν ὑπόμνησιν, τοῖς δὲ ἀγνοοῦσι διδασκαλίαν.

Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων, ἀλλ᾽ ἤδη καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων, ἅτε πλῆθος σύμμικτον ὄντες καὶ νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς.

Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν περὶ τὰς ἀντιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθήμενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς δακτύλοις ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν· οὐδενὸς ὄντες κύριοι ἀντιδιδόασι ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς· καὶ ταῦτα τίνες; οἱ πένητες πολλάκις καὶ ἄποροι καὶ μηδ᾽ ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσαντες.

Τοῦτο καὶ αὐτοὶ πάσχουσι ἀτεχνῶς περὶ τοὺς ἑαυτῶν διδασκάλους καὶ ἀντιτέχνους, ὅπως πλείους τε ὦσιν αὐτοὶ κἀκείνους εὐπορωτέρους ποιῶσι δι᾽ ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς ἄτοπον καὶ δαιμόνιον.

Προκαταλαμβάνονται πόλεις, ὁδοί, λιμένες, ὀρῶν ἄκρα, πεδία, ἐσχατιαί, οὐδὲν ὅ τι μὴ τῆς Ἀττικῆς μέρος ἢ τῆς λοιπῆς Ἑλλάδος, αὐτῶν τῶν οἰκητόρων οἱ πλεῖστοι· καὶ γὰρ τούτους μεμερισμένους ταῖς σπουδαῖς ἔχουσιν.

Ἐπειδὰν οὖν τις ἐπιστῇ τῶν νέων καὶ ἐν χερσὶ γένηται τῶν ἑλόντων, γίνεται δὲ ἢ βιασθεὶς ἢ ἑκών, νόμος οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς καὶ παιδιὰ σπουδῇ σύμμικτος. Πρῶτον μὲν ξεναγεῖται παρά τινι τῶν προειληφότων ἢ φίλων ἢ συγγενῶν ἢ τῶν ἐκ τῆς αὐτῆς πατρίδος ἢ τῶν ὅσοι περιττοὶ τὰ σοφιστικὰ καὶ προσαγωγοὶ τῶν λημμάτων, κἀντεῦθεν μάλιστα διὰ τιμῆς ἐκείνοις· ἐπεὶ καὶ τοῦτο μισθός ἐστιν αὐτοῖς τῶν σπουδαστῶν τυγχάνειν.

Ἔπειτα ἐρεσχελεῖται παρὰ τοῦ βουλομένου παντός· βούλεται δὲ αὐτοῖς, οἶμαι, τοῦτο τῶν νεηλύδων συστέλλειν τὸ φρόνημα καὶ ὑπὸ χεῖρα σφῶν ἀπ᾽ ἀρχῆς ἄγειν· ἐρεσχελεῖται δέ, παρὰ μὲν τῶν θρασύτερον, παρὰ δὲ τῶν λογικώτερον, ὄπως ἂν ἀγροικίας ἢ ἀστειότητος ἔχῃ.

Καὶ τὸ πρᾶγμα, τοῖς μὲν ἀγνοοῦσι λίαν φοβερὸν καὶ ἀνήμερον, τοῖς δὲ προειδόσι καὶ μάλα ἡδὺ καὶ φιλάνθρωπον· πλείων γάρ ἐστιν ἡ ἔνδειξις ἢ τὸ ἔργον τῶν ἀπειλουμένων. Ἔπειτα πομπεύει διὰ τῆς ἀγορᾶς ἐπὶ τὸ λουτρὸν προαγόμενος.

Ἡ πομπὴ δέ· διατάξαντες ἑαυτοὺς στοιχηδὸν κατὰ συζυγίαν ἐκ διαστήματος, οἱ τελοῦντες τῷ νέῳ τὴν πρόοδον ἐπὶ τὸ λουτρὸν προπέμπουσιν. Ἐπειδὰν δὲ πλησιάσωσι, βοῇ τε πολλῇ καὶ ἐξάλμασι χρώμενοι καθάπερ ἐνθουσιῶντες· κελεύει δὲ ἡ βοὴ μὴ προβαίνειν, ἀλλ᾽ ἵστασθαι, ὡς τοῦ λουτροῦ σφᾶς οὐ παραδεχομένου· καὶ ἅμα τῶν θυρῶν ἀρασσομένων, πατάγῳ τὸν νέον φοβήσαντες, εἶτα τὴν εἴσοδον συγχωρήσαντες, οὕτως ἤδη τὴν ἐλευθερίαν διδόασιν, ὁμότιμον ἐκ τοῦ λουτροῦ καὶ ὡς αὐτῶν ἕνα δεχόμενοι· καὶ τοῦτό ἐστιν αὐτοῖς τῆς τελετῆς τὸ τερπνότατον, ἡ ταχίστη τῶν λυπούντων ἀπαλλαγὴ καὶ κατάλυσις.

Τότε τοίνυν ἐγὼ τὸν ἐμὸν καὶ μέγαν Βασίλειον, οὐκ αὐτὸς δι᾽ αἰδοῦς ἦγον μόνον, τό τε τοῦ ἤθους στάσιμον καθορῶν καὶ τὸ ἐν λόγοις καίριον, ἀλλὰ καὶ τοὺς ἄλλους ἔπειθον ὁμοίως ἔχειν, ὅσοι τῶν νέων ἀγνοοῦντες τὸν ἄνδρα ἐτύγχανον· τοῖς γὰρ πολλοῖς εὐθὺς αἰδέσιμος ἦν, ἀκοῇ προκατειλημμένος. Ἐξ οὗ τί γίνεται; μόνος σχεδὸν τῶν ἐπιδημούντων, τὸν κοινὸν διέφυγε νόμον, κρείττονος ἢ κατὰ νέηλυν ἀξιωθεὶς τῆς τιμῆς.

Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον· ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ· οὕτως ἐπ᾽ ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον· οὐδὲ γὰρ τοῦτο παραλιπεῖν ἄξιον. Οὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς Ἀρμενίους, ἀλλὰ καὶ λίαν κρυπτόν τι καὶ ὕφαλον. Τότε τοίνυν τῶν ἐκ πλείονος αὐτῷ συνήθων καὶ φίλων τινές, ἔτ᾽ ἐκ τοῦ πατρὸς καὶ τῆς ἄνωθεν ἑταιρίας, [καὶ γὰρ ἐκείνης τῆς διατριβῆς ὄντες ἐτύγχανον,] προσιόντες αὐτῷ μετὰ φιλικοῦ πλάσματος, [φθόνος δὲ ἦν, οὐκ εὔνοια τὸ προσάγον,] ἐπηρώτων τε αὐτὸν φιλονείκως μᾶλλον ἢ λογικῶς, καὶ ὑποκλίνειν ἑαυτοῖς ἐπειρῶντο διὰ τῆς πρώτης ἐπιχειρήσεως, τήν τε ἄνωθεν τοῦ ἀνδρὸς εὐφυΐαν εἰδότες καὶ τὴν τότε τιμὴν οὐ φέροντες· δεινὸν γὰρ εἶναι, εἰ προειληφότες τοὺς τρίβωνας καὶ λαρυγγίζειν προμελετήσαντες μὴ πλέον ἔχοιεν τοῦ ξένου τε καὶ νεήλυδος.

Ἐγὼ δὲ ὁ φιλαθήναιος καὶ μάταιος, οὐ γὰρ ᾐσθόμην τοῦ φθόνου, πιστεύων τῷ πλάσματι, ἤδη κλινομένων αὐτῶν καὶ τὰ νῶτα μεταβαλλόντων, καὶ γὰρ ἐζηλοτύπουν τὸ τῶν Ἀθηνῶν κλέος ἐν ἐκείνοις καταλυθῆναι καὶ τάχιστα περιφρονηθῆναι, ὑπήρειδόν τε τοὺς νεανίας ἐπανάγων τὸν λόγον· καὶ τὴν παρ᾽ ἐμαυτοῦ ῥοπὴν χαριζόμενος, δύναται δὲ καὶ ἡ μικρὰ προσθήκη τὸ πᾶν ἐν τοιούτοις, ἴσας ὑσμίνῃ τὰς κεφαλάς, τὸ τοῦ λόγου, κατέστησα.

Ὡς δὲ τὸ τῆς διαλέξεως ἔγνων ἀπόρρητον, οὐδὲ καθεκτὸν ἔτι τύγχανον, ἀλλὰ σαφῶς ἤδη παραγυμνούμενον, ἐξαίφνης μεταβαλών, πρύμναν τε ἐκρουσάμην ἐκείνῳ θέμενος καὶ ἑτεραλκέα τὴν νίκην ἐποίησα. Ὁ δὲ ἥσθη τε αὐτίκα τῷ γενομένῳ· καὶ γὰρ ἦν ἀγχίνους, εἰ καί τις ἄλλος· καὶ προθυμίας πλησθείς, ἵνα τελέως αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας ἐκείνους, καὶ παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν ἢ τελέως τρέψασθαι καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὗτος δεύτερος ἡμῖν τῆς φιλίας οὐκ ἔτι σπινθήρ, ἀλλ᾽ ἤδη πυρσὸς ἀνάπτεται περιφανὴς καὶ ἀέριος.

Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁμολογῆσαι καὶ προδοσίαν ἐπικαλεῖν, οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ αὐτῶν Ἀθηνῶν, ὡς διὰ τῆς πρώτης πείρας ἐληλεγμένων καὶ ᾐσχυμμένων ὑφ᾽ ἑνὸς ἀνδρός, καὶ ταῦτα μηδὲ τοῦ θαρρεῖν καιρὸν ἔχοντος.

Ὁ δέ, καὶ γὰρ ἀνθρώπινον τὸ πάθος, ὅταν μεγάλα ἐλπίσαντες ἀθρόως τοῖς ἐλπισθεῖσιν ἐντύχωμεν, ἐλάττω τῆς δόξης ὁρᾶν τὰ φαινόμενα, τοῦτο καὶ αὐτὸς πάσχων ἐσκυθρώπαζεν, ἐδυσφόρει, τῆς ἐπιδημίας ἑαυτὸν ἐπαινεῖν οὐκ εἶχεν, ἐζήτει τὸ ἐλπισθέν, κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν.

Ὁ μὲν δὴ ταῦτα· ἐγὼ δὲ τῆς λύπης ἀφῄρουν τὸ πλεῖστον, καὶ λογικῶς συγγινόμενος καὶ κατεπᾴδων τοῖς λογισμοῖς καί, ὅπερ ἦν ἀληθές, οὔτε ἦθος ἀνδρὸς εὐθὺς ἁλωτὸν εἶναι λέγων, ὅτι μὴ χρόνῳ πολλῷ καὶ συνουσίᾳ τελεωτέρᾳ, οὔτε παίδευσιν τοῖς πειρωμένοις ἐξ ὀλίγων τε καὶ ἐν ὀλίγῳ γνωρίζεσθαι. Ὅθεν ἐπανῆγον αὐτὸν εἰς τὸ εὔθυμον, καὶ πεῖραν διδοὺς καὶ λαμβάνων πλέον ἐμαυτῷ συνέδησα.

Ὡς δὲ προϊόντος τοῦ χρόνου τὸν πόθον ἀλλήλοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζόμενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι, ὁμοδίαιτοι, συμφυεῖς, τὸ ἓν βλέποντες, ἀεὶ τὸν πόθον ἀλλήλοις συναύξοντες θερμότερόν τε καὶ βεβαιότερον.

Οἱ μὲν γὰρ τῶν σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσί, καὶ ῥέουσιν ἶσα καὶ ἠρινοῖς ἄνθεσιν· οὔτε γὰρ φλὸξ μένει τῆς ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται, οὔτε πόθος ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οἱ δὲ κατὰ Θεόν τε καὶ σώφρονες, ἐπειδὴ πράγματος ἑστῶτός εἰσι, διὰ τοῦτο καὶ μονιμώτεροι, καὶ ὅσῳ πλέον αὐτοῖς τὸ κάλλος φαντάζεται, τοσούτῳ μᾶλλον ἑαυτῷ τε καὶ ἀλλήλοις συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς. Οὗτος τοῦ ὑπὲρ ἡμᾶς ἔρωτος νόμος.

Αἰσθάνομαι μὲν οὖν ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος, καὶ οὐκ οἶδ᾽ ὅπως εἰς τούτους ἐμπίπτω τοὺς λόγους, οὐκ ἔχω δ᾽ ὅπως ἐμαυτὸν ἐπίσχω τοῦ διηγήματος· ἀεὶ γάρ μοι τὸ παρεθὲν ἀναγκαῖον φαίνεται καὶ κρεῖττον τοῦ προληφθέντος· κἄν μέ τις ἀπάγῃ τοῦ πρόσω τυραννικῶς, τὸ τῶν πολυπόδων πείσομαι, ὧν τῆς θαλάμης ἐξελκομένων προσέξονται ταῖς κοτύλαις αἱ πέτραι, καὶ οὐ πρὶν ἀφεθήσονται ἢ παρ᾽ ἀλλήλων τι προσλαβεῖν ἐκ τῆς βίας. Εἰ μὲν οὖν συγχωρήσοι τις, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή, παρ᾽ ἐμαυτοῦ λήψομαι.

Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ συνεργοῖς χρώμενοι. Ὤ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω μνήμην! Ἶσαι μὲν ἐλπίδες ἦγον ἡμᾶς πράγματος ἐπιφθονωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ ἐσπουδάζετο.

Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρωτεῖον ἔχοι, ἀλλ᾽ ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον ἐποιούμεθα. Μία μὲν ἀμφοτέροις ἐδόκει ψυχὴ δύο σώματα φέρουσα· καὶ εἰ τό, πάντα ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ᾽ ἡμῖν γε πειστέον, ὡς ἐν ἀλλήλοις καὶ παρ᾽ ἀλλήλοις ἐκείμεθα.

Ἓν δ᾽ ἀμφοτέροις ἔργον ἡ ἀρετή, καὶ τὸ ζῆν πρὸς τὰς μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν ἐνθένδε μεθισταμένοις· πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς οὕτως ἀγόμενοι καὶ ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες καί, εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς τὸ εὐθὲς καὶ μὴ διακρίνεται.

Ἑταίρων τε γὰρ ὡμιλοῦμεν, οὐ τοῖς ἀσελγεστάτοις ἀλλὰ τοῖς σωφρονεστάτοις, οὐδὲ τοῖς μαχιμωτάτοις ἀλλὰ τοῖς εἰρηνικωτάτοις καὶ οἷς συνεῖναι λυσιτελέστατον· εἰδότες, ὅτι κακίας ῥᾷον μεταλαβεῖν ἢ ἀρετῆς μεταδοῦναι, ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίστοις πλέον ἢ τοῖς καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθέν ἐστιν ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους ἢ πρὸς κακίαν.

Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκάλους φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας δὲ τοῖς βουλομένοις παρήκαμεν ἑορτάς, θέατρα, πανηγύρεις, συμπόσια.

Οὐδὲν γὰρ οἶμαι τίμιον, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδάζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ πατρόθεν ἢ οἴκοθεν, ἐκ τῶν ἰδίων ἐπιτηδευμάτων ἢ πράξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα, Χριστιανοὺς καὶ εἶναι καὶ ὀνομάζεσθαι· ᾧ πλέον ἐφρονοῦμεν ἢ τῇ στροφῇ τῆς σφενδονῆς ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε Μίδας, δι᾽ ὃν ἀπώλετο, ἐπιτυχὼν τῆς εὐχῆς καὶ πάντα χρυσὸν κτησάμενος, ἄλλος οὗτος Φρύγιος μῦθος.

Τὸν γὰρ Ἀβάριδος ὀϊστὸν τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου ἢ τὸν Ἀργεῖον Πήγασον, οἷς οὐ τοσοῦτον ἦν τὸ δι᾽ ἀέρος φέρεσθαι ὅσον ἡμῖν τὸ πρὸς Θεὸν αἴρεσθαι δι᾽ ἀλλήλων καὶ σὺν ἀλλήλοις. Εἴπω τι συντομώτερον· βλαβεραὶ μὲν τοῖς ἄλλοις Ἀθῆναι τὰ εἰς ψυχήν· οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβάνεται τοῖς εὐσεβεστέροις· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν πλοῦτον εἴδωλα, μᾶλλον τῆς ἄλλης Ἑλλάδος, καὶ χαλεπὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγόροις· ἡμῖν δ᾽ οὐδεμία παρὰ τούτων ζημία τὴν διάνοιαν πεπυκνωμένοις καὶ πεφραγμένοις.

Τοὐναντίον μὲν οὖν, εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδηλον, ἐνταῦθα δαιμόνων καταφρονήσαντες, οὗ θαυμάζονται δαίμονες. Καὶ εἴ τις ἔστιν ἢ πιστεύεται ποταμός, δι᾽ ἅλμης ῥέων γλυκύς, ἢ ζῷον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα ἁλίσκεται, τοῦτο ἦμεν ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.

Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ᾽ ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ παρὰ Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον· ἐξ ὧν ὑπῆρχεν ἡμῖν ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις δὲ παρὰ τῇ Ἑλλάδι πάσῃ καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις.

Ἤδη δὲ καὶ μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς γέγονεν ἐκ πλειόνων τῶν ταῦτα διηγουμένων. Παρὰ τοσούτοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταί, παρ᾽ ὅσοις Ἀθῆναι· παρὰ τοσούτοις δὲ ἡμεῖς, παρ᾽ ὅσοις οἱ παιδευταί, συνακουόμενοί τε ἀλλήλοις καὶ συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος καὶ ὄντες παρ᾽ αὐτοῖς καὶ ἀκούοντες.

Οὐδὲν τοιοῦτον αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι, τῆς Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα ἐλαύνειν μεριζομένους ἐν ταὐτῷ ἡνίας καὶ μάστιγας.

Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς ἐπαίνους, ὁ μηδὲ παρ᾽ ἑτέρου ποτὲ τοῦτο δεξάμενος· καὶ θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπέλαυσα, ὥσπερ ζῶντος εἰς ἀρετήν, οὕτω μεταστάντος εἰς εὐφημίαν. Ἀλλ᾽ ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος.

Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς; ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζεται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον προειληφότων; Τίς μὲν ἧττον ἐδεῖτο λόγων διὰ τὸν τρόπον;

Τίς δὲ μᾶλλον μετέσχε λόγου καὶ μετὰ τοῦ τρόπου; Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; Μᾶλλον δέ, ποῖον οὐ μεθ᾽ ὑπερβολῆς ὡς μόνον; Οὕτω μὲν ἅπαντα διελθών, ὡς οὐδεὶς ἕν· οὕτω δὲ εἰς ἄκρον ἕκαστον, ὡς τῶν ἄλλων οὐδέν· σπουδὴ γὰρ εὐφυΐᾳ συνέδραμεν, ἐξ ὧν ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσιν.

Ἥκιστα μὲν τάχους φύσεως διὰ τόνον δεόμενος, ἥκιστα δὲ τόνου διὰ τάχος· οὕτω δ᾽ ἀμφότερα συλλαβὼν καὶ εἰς ἓν ἀγαγών, ὥστε ἄδηλον εἶναι ποτέρῳ τούτων ἐκεῖνος θαυμασιώτερος. Τίς μὲν ῥητορικὴν τοσοῦτος, τὴν πυρὸς μένος πνέουσαν, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ ῥήτορας ἦν; Τίς δὲ γραμματικήν, ἣ γλῶσσαν ἐξελληνίζει καὶ ἱστορίαν συνάγει καὶ μέτροις ἐπιστατεῖ καὶ νομοθετεῖ ποιήμασιν; Τίς δὲ φιλοσοφίαν, τὴν ὄντως ὑψηλήν τε καὶ ἄνω βαίνουσαν, ὅση τε πρακτικὴ καὶ θεωρητική, ὅση τε περὶ τὰς λογικὰς ἀποδείξεις καὶ ἀντιθέσεις ἔχει καὶ τὰ παλαίσματα, ἣν δὴ διαλεκτικὴν ὀνομάζουσιν· ὡς ῥᾷον εἶναι τοὺς λαβυρίνθους διεξελθεῖν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διαφυγεῖν, εἰ τούτου δεήσειεν;

Ἀστρονομίας δὲ καὶ γεωμετρίας καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον λαβών, ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς, τὸ περιττὸν διέπτυσεν ὡς ἄχρηστον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν τοῦ παρεθέντος ἐξεῖναι θαυμάζειν, μᾶλλον δὲ τοῦ αἱρεθέντος τὸ παρεθέν.

Ἰατρικὴν μὲν γάρ, καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ νοσοκομία, φιλοσοφίας καὶ φιλοπονίας οὖσαν καρπόν, ἀναγκαίαν αὐτῷ πεποιήκασιν· ὅθεν ἀρξάμενος, εἰς ἕξιν τῆς τέχνης ἀφίκετο· καὶ ταύτης, οὐχ ὅση περὶ τὸ φαινόμενον ἔχει καὶ κάτω κείμενον, ἀλλ᾽ ὅσον δογματικὸν καὶ φιλόσοφον. Ἀλλὰ τί ταῦτα, καίπερ τηλικαῦτα τυγχάνοντα, πρὸς τὴν ἐν τῷ ἤθει τοῦ ἀνδρὸς παίδευσιν;

Λῆρος τοῖς τοῦ ἀνδρὸς πεπειραμένοις ὁ Μίνως ἐκεῖνος καὶ ὁ Ῥαδάμανθυς οὓς ἀσφοδελῶν λειμώνων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν Ἕλληνες, ἐν φαντασίᾳ τοῦ καθ᾽ ἡμᾶς Παραδείσου γενόμενοι, ἐκ τῶν Μωσαϊκῶν οἶμαι βιβλίων καὶ ἡμετέρων, εἰ καὶ περὶ τὴν κλῆσίν τι διηνέχθησαν, ἐν ἄλλοις ὀνόμασι τοῦτο παραδηλώσαντες.

Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύσεως ἡ φορτίς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν· ἔδει δὲ λοιπὸν ἐπανόδου καὶ βίου τελεωτέρου καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων ἡμῖν καὶ συγκειμένων. Παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα καὶ ὅσα τῆς ἐκδημίας· ἐξιτήριοι λόγοι, προπόμπιοι, ἀνακλήσεις, οἰμωγαί, περιπλοκαί, δάκρυα.

Οὐδὲν γὰρ οὕτως οὐδενὶ λυπηρόν, ὡς τοῖς ἐκεῖσε συννόμοις Ἀθηνῶν καὶ ἀλλήλων τέμνεσθαι. Γίνεται δὴ τότε θέαμά τι ἐλεεινὸν καὶ ἱστορίας ἄξιον. Περιστάντες ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλίκων χορός, ἔστι δὲ ὧν καὶ διδασκάλων, οὐδ᾽ ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκον, ἀντιβολοῦντες, βιαζόμενοι, πείθοντες· τί γὰρ οὐ λέγοντες; τί δ᾽ οὐ πράττοντες, ὧν τοὺς ἀλγοῦντας εἰκός;

Ἐνταῦθά τι κατηγορήσω μὲν ἐμαυτοῦ, κατηγορήσω δὲ τῆς θείας ἐκείνης καὶ ἀλήπτου ψυχῆς, εἰ καὶ τολμηρόν. Ὁ μὲν γάρ, τὰς αἰτίας εἰπὼν τῆς περὶ τὴν ἐπάνοδον φιλονεικίας, κρείττων ὤφθη τῶν κατεχόντων· καὶ βίᾳ μέν, συνεχωρήθη δ᾽ οὖν ὅμως τὴν ἐκδημίαν· ἐγὼ δὲ ὑπελείφθην Ἀθήνησι· τὸ μέν τι μαλακισθείς, εἰρήσεται γὰρ τἀληθές, τὸ δέ τι προδοθεὶς παρ᾽ ἐκείνου, πεισθέντος ἀφεῖναι μὴ ἀφιέντα καὶ παραχωρῆσαι τοῖς ἕλκουσι.

Πρᾶγμα, πρὶν γενέσθαι, μὴ πιστευόμενον· γίνεται γὰρ ὥσπερ ἑνὸς σώματος εἰς δύο τομὴ καὶ ἀμφοτέρων νέκρωσις, ἢ μόσχων συντρόφων καὶ ὁμοζύγων διάζευξις γοερὸν μυκωμένων ἐπ᾽ ἀλλήλοις καὶ οὐ φερόντων τὴν ἀλλοτρίωσιν.

Οὐ μὴν μακρότερόν μοι τὸ τῆς ζημίας· οὐ γὰρ ἠνειχόμην ἐπὶ πλέον ἐλεεινὸς ὁρᾶσθαι καὶ πᾶσι λόγον ὑπέχειν τῆς διαστάσεως· ἀλλ᾽ ἐπιμείναντά με ταῖς Ἀθήναις χρόνον οὐχὶ συχνόν, ποιεῖ τὸν Ὁμηρικὸν ἵππον ὁ πόθος· καὶ τὰ δεσμὰ ῥήξας τῶν κατεχόντων κροαίνω κατὰ πεδίων καὶ πρὸς τὸν σύννομον ἐφερόμην.