Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν πατέρα (λόγος 18)

Γρηγόριος ὁ Ναζιανζηνός

Δοκιμασίες, θαυματουργικές ιάσεις και θεία προστασία

Η δοκιμασία της ασθένειας και η θαυματουργική ανάρρωση του ιεράρχη κατά το άγιο Πάσχα, η ίαση της μητέρας του και η διάσωση του Γρηγορίου από θαλασσοταραχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 8

ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων· Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν καὶ τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, εἴτε εἰς παίδευσιν τῶν ἀσθενεστέρων ἐν ἐκείνοις μανθανόντων τὸ καρτερεῖν, ἀλλὰ μὴ ἐκκακεῖν τοῖς πάθεσιν; Ἔκαμνεν οὖν, καὶ ὁ καιρὸς ἦν τὸ ἅγιον Πάσχα καὶ περιβόητον, ἡ βασίλισσα τῶν ἡμερῶν ἡμέρα, καὶ ἡ λαμπρὰ νὺξ λύουσα τὸ σκότος τῆς ἁμαρτίας, καθ᾽ ἣν ἡμεῖς ὑπὸ πλουσίῳ φωτὶ τὴν σωτηρίαν ἡμῶν αὐτῶν ἑορτάζομεν, καὶ τῷ φωτὶ δι᾽ ἡμᾶς νεκρωθέντι συννεκρωθέντες, καὶ ἀνισταμένῳ συνανιστάμεθα. Ἐνταῦθα μὲν δὴ τοῦ καιροῦ τὸ πάθος· τὸ δὲ ἦν, ὡς ἐν βραχεῖ διηγήσασθαι· Πυρετὸς μὲν σφοδρὸς καὶ διακαὴς πᾶν τὸ βάθος συνέφλεγεν, ἡ δὲ δύναμις ἐπελελοίπει, τῶν σιτίων δὲ ἀποκέκλειστο, ὕπνος δὲ ἀπελήλατο, ἀπορίᾳ δὲ εἴχετο, καὶ παλμοῖς συνεκόπτετο. Τὰ δὲ εἴσω τοῦ στόματος ἅπαντα, ἥ τε ὑπερῴα, καὶ ὅσον ὑπεραιώρηται, τοσούτοις ἕλκεσιν ἐξηνθήκει, καὶ οὕτω πικροῖς τε καὶ συνεχέσιν, ὥστε μηδὲ ὕδατι ῥᾴδιον εἶναι τὸν πόρον, μηδὲ ἀκίνδυνον. Ἤρκουν δὲ οὔτε ἰατρῶν τέχναι, οὔτε οἰκείων εὐχαὶ καὶ λίαν προσλιπαρούντων, οὔτε θεραπεία πᾶσα προσαγομένη.

Ὁ μὲν οὖν ἐν τούτοις ἦν, πνέων μικρὰ καὶ ἀπεγνωσμένα, καὶ μηδὲ τῶν παρόντων ἐπαισθανόμενος, ἀλλ᾽ ὅλος τῆς ἐκδημίας ὢν, καὶ τῶν πάλαι ποθουμένων αὐτῷ καὶ ηὐτρεπισμένων.

Ἡμᾶς δὲ εἶχε τὸ ἱερὸν, μύστας ὁμοῦ καὶ ἱκέτας (ἐπειδὴ τῶν ἄλλων ἀπεγνώκειμεν ἁπάντων), πρὸς τὸν μέγαν ἰατρὸν καὶ τὴν τῆς νυκτὸς ἐκείνης δύναμιν καταφεύγοντας, καὶ τὴν τελευταίαν ἐπικουρίαν· τί καὶ φῶ; ἑορτάσοντας, ἣ θρηνήσοντας; πανηγυρίσοντας, ἢ τιμήσοντας τὸν οὐκέτι ἐνταῦθα τὰ ἐπιτάφια; Ὢ τῶν δακρύων ἐκείνων, ἃ παρὰ παντὸς ἐχέθη τοῦ λαοῦ τηνικαῦτα! ὢ φωνῶν, καὶ βοῶν, καὶ ὕμνων ταῖς ψαλμῳδίαις συγκιρναμένων! Ἐζήτουν παρὰ τοῦ ἱεροῦ τὸν ἱερέα, παρὰ τοῦ μυστηρίου τὸν μυσταγωγὸν, παρὰ τοῦ Θεοῦ τὸν ἄξιον παραστάτην· καὶ ταῦτα ἦν, ἐξαρχούσης τῆς ἐμῆς Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον, οὐ τὸ ἐπινίκιον, ἀλλὰ τὸ ἱκέσιον, καὶ τότε πρῶτον ἀναισχυντεῖν μαθούσης ὑπὸ τοῦ πάθους, καὶ καταβοώσης τοῦ λαοῦ τε ὁμοίως καὶ τοῦ Θεοῦ· τοῦ μὲν, συναλγεῖν πασχούσῃ, καὶ προσφιλοτιμεῖσθαι τοῖς δάκρυσι· τοῦ δὲ, εἰσακούειν τῶν δεομένων, πάντων αὐτὸν τῶν πρὸ τούτου θαυμάτων (καὶ γὰρ εὑρετικὸν τὸ πάσχειν) ὑπομιμνήσκουσα.

ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός; Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ ἀκούοντες, μὴ ἀπιστοίητε δέ· οὐ γὰρ ὅσιον, ἡμῶν καὶ περὶ ἐκείνου διηγουμένων). Παρῆν ὁ τοῦ μυστηρίου καιρὸς, καὶ ἡ σεβάσμιος στάσις, καὶ τάξις, τοῖς τελουμένοις ἐφησυχάζουσα· ὁ δὲ παρὰ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ τῆς ἱερᾶς νυκτὸς διανίσταται. Μικρὸν ὑποκινεῖται πρῶτον, εἶτα στεῤῥότερον· εἶτα καλέσας τῶν παραμενόντων τινὰ θεραπευτὴν ἐξ ὀνόματος, μικρὰ πάνυ καὶ ἀμυδρᾷ τῇ φωνῇ, παρεῖναί τε καὶ ὀρέγειν ἐσθῆτα, καὶ χεῖρα ὑπέχειν ἐκέλευεν. Καὶ ὃς παρῆν μετ᾽ ἐκπλήξεως, καὶ ὑπηρέτει προθύμως· καὶ ὃς ὡς βακτηρίᾳ τῇ χειραγωγίᾳ χρησάμενος, μιμεῖται τὸν ἐπὶ τοῦ ὄρους Μωϋσέα καὶ τὰς παρειμένας χεῖρας εἰς εὐχὴν σχηματίσας, συντελεῖ προθύμως ἢ προτελεῖ τοῦ λαοῦ τὰ μυστήρια, ῥήμασι μὲν ὀλίγοις καὶ ὅσοις ἔσθενεν, διανοίᾳ δὲ, ὡς ἐμοὶ δοκεῖ, καὶ λίαν τελεωτάτῃ (ὢ τοῦ θαύματος!), ἄνευ βήματος ἐπὶ βήματος, ἄνευ θυσιαστηρίου θύτης, ἱερεὺς πόῤῥω τῶν τελουμένων· καὶ ταῦτα παρῆν αὐτῷ παρὰ τοῦ ἁγίου Πνεύματος, αὐτῷ μὲν γινωσκόμενα, τοῖς παροῦσι δὲ οὐχ ὁρώμενα.

Εἶτα ἐπειπὼν τὰ τῆς εὐχαριστίας ῥήματα οὕτως, ὡς σύνηθες, καὶ τὸν λαὸν κατευλογήσας, πάλιν τῆς κλίνης γίνεται, τροφῆς τε μικρόν τι προσέμενος, καὶ ὕπνου μεταλαβὼν, ἀνακαλεῖται τὸ πνεῦμα· καὶ ταῖς κατὰ μικρὸν προσθήκαις τῆς ὑγείας συναυξηθείσης, ἡ καινὴ παρῆν ἡμέρα τῆς ἑορτῆς (ἣν οὕτως ὀνομάζομεν πρώτην Κυριακὴν, μετὰ τὴν ἀναστάσιμον ταύτην ἔχοντες)· καὶ τὸ ἱερὸν καταλαβὼν σὺν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι ἐγκαινίζει τὴν σωτηρίαν, καὶ θύει τὰ χαριστήρια.

Καί μοί τι τοῦτο τὸ ἔργον τοῦ περὶ τὸν Ἐζεχίαν θαύματος οὐκ ἀτιμότερον· ὃν ἀσθενήσαντα καὶ δεηθέντα, προσθήκῃ ζωῆς ὁ Θεὸς ἐδόξασεν· καὶ τοῦτο ἐγνώρισε τῇ σκιᾷ τῶν ἀναβαθμῶν ἐπαναχθείσῃ, κατὰ τὴν αὐτοῦ τοῦ σωθέντος αἴτησιν· ὁμοῦ τε τῇ χάριτι καὶ τῷ σημείῳ τὸν βασιλέα τιμῶν, καὶ τῇ προσθήκῃ τῆς ἡμέρας τὴν τῶν ἡμερῶν προσθήκην πιστούμενος.

Λʹ. Τὸ δ᾽ αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν· ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴπερ τινὰ οὖσαν τιμῆς ἀξίαν, ἐκείνῳ τε χαριούμεθα τὴν κοινωνίαν τοῦ διηγήματος. Ἅπτεται κἀκείνης ἀῤῥωστία τῆς πάντα καρτερικῆς, καὶ γενναίας, καὶ ἀνόσου τὸν ἅπαντα χρόνον. Πολλῶν δὲ ὄντων τῶν λυπούντων ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, ἡ ἀτροφία τὸ βαρύτατον ἦν ἐπὶ συχνὰς ἡμέρας τοῦτο κινδυνευούσῃ, καὶ μηδὲν εὑρισκούσῃ τοῦ κακοῦ φάρμακον. Πῶς οὖν τρέφει ταύτην Θεός;

Οὐ μάννα βρέξας, ὡς τὸ πάλαι τῷ Ἰσραήλ· ἢ πέτραν ῥήξας, ἵνα πηγάσῃ λαῷ διψῶντι· ἢ κόραξιν ἑστιάσας, ὡς τὸν Ἡλίαν ἐκεῖνον· ἢ προφήτῃ μεταρσίῳ κορέσας, ὡς τὸν Δανιὴλ πρότερον ἐν λάκκῳ λιμώττοντα. Τίνα δὲ τρόπον; Ἔδοξεν ἐμὲ τὸν αὐτῇ φίλτατον (προετιμᾶτο γὰρ ἡμῶν ἄλλος οὐδ᾽ ἐν ὀνείρῳ), ἀθρόως ἐπιστάντα νυκτὸς, μετὰ κανοῦ, καὶ ἄρτων τῶν λαμπροτάτων, ἐπευξάμενόν τε αὐτοῖς, καὶ σφραγίσαντα, ὥσπερ φίλον ἡμῖν, θρέψαι τε καὶ ῥῶσαι, καὶ συναγαγεῖν τὴν δύναμιν. Καὶ ἡ τῆς νυκτὸς ὄψις, ἔργον ἦν ἀληθείας· ἐξ ἐκείνου γὰρ ἑαυτῆς γίνεται καὶ τῆς χρηστοτέρας ἐλπίδος· τῷ τοῦτο δῆλον ἐναργεῖ καὶ φανερῷ γνωρίσματι. Ἐπειδὴ γὰρ τῆς ἡμέρας ἐπιλαβούσης, εἰσελθὼν τότε πρὸς αὐτὴν ὄρθριος, πρῶτον μὲν φαιδροτέραν ἢ πρόσθεν ἐθεασάμην· ἔπειτα, πῶς ἡ νὺξ, καὶ ὅτου δέοιτο, τὰ συνήθη δὴ ταῦτα ἐπυνθανόμην· Σύ με ἔθρεψας, φησὶν, ὦ τέκνον, μάλα ἑτοίμως καὶ φιλανθρώπως, ἔπειτα ἐρωτᾷς τὸ, πῶς ἔχοιμι; λίαν καλῶς τε καὶ γαληνῶς. Καὶ ἅμα κατένευον αἱ θεραπεύτριαι πρὸς τοῦτο μὴ ἀντιτείνειν, ἀλλ᾽ ἑτοίμως δέχεσθαι τὴν ἀπόκρισιν· μὴ ἀθυμίᾳ καταβληθείη, γυμνωθείσης τῆς ἀληθείας. Ἓν ἔτι προσθήσω τῶν κοινῶν ἀμφοτέροις.

ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα· ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγιναίας· τοῦτο γάρ με καὶ μάλιστα προὔτρεψεν ὡς οἰκείοις προσδραμόντα τοῖς ἄξουσι· πλέοντι δ᾽ οὖν, ὡς ὀλίγον ἀνήχθημεν, δεινὸς συμπίπτει χειμὼν, καὶ οἷον μὴ πολλῶν πρότερον μνημονεύειν εἶχον, ὡς ἔφασκον, οἱ συμπλέοντες. Πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων, ὁ τῆς ψυχῆς ἦν ἐμοὶ φοβερώτερος.

Ἐκινδύνευον γὰρ ἄθλιος ἀπελθεῖν καὶ ἀτέλεστος, ποθῶν τὸ πνευματικὸν ὕδωρ ἐν τοῖς φονικοῖς ὕδασι. Καὶ διὰ τοῦτο ἐβόων, ἱκέτευον, ἐπόθουν μικρὰν προθεσμίαν· καὶ συνεβόων οἱ συμπλέοντες, καὶ τοῦτο ἐν τοῖς κοινοῖς κινδύνοις, ὡς οὐδὲ τῶν ἐπιτηδείων τινὲς, ξένοι φιλάνθρωποι, τὸ συναλγεῖν μαθόντες ἐκ τῶν κινδύνων. Τοῦτο ἔπασχον μὲν ἐγὼ, συνέπασχον δὲ οἱ γεννήτορες, διὰ νυκτερινῆς φαντασίας τοῦ κινδύνου μετέχοντες, καὶ ἀπὸ γῆς ἐβοήθουν, τῶν κυμάτων δι᾽ εὐχῆς κατεπᾴδοντες, ὡς ὕστερον συμβαλόντες ἔγνωμεν τὸν καιρὸν, ἡνίκα ἐπανήλθομεν.

Τοῦτο καὶ ἡμῖν ἐδήλωσεν ὕπνος σωτήριος, ἐπειδή ποτε τοῦτον ἔγνωμεν, μικρὸν ὑπανέντος τοῦ κλύδωνος. Ἐριννύος ἐκράτουν ἐγὼ, φοβερὸν βλεπούσης, καὶ ἀπειλούσης τὸν κίνδυνον· ταύτην γὰρ ἡμῖν σαφῶς ἡ νὺξ ὑπέγραψεν. Ἄλλος ἐδόκει τῶν ἐμπλεόντων (ἦν δὲ παῖς τῶν εὐνουστάτων ἐμοὶ καὶ φιλτάτων, καὶ ὑπεραγωνιώντων, οὕτως ἔχοντος), τὴν μητέρα τὴν ἐμὴν ἐπιβᾶσαν τῆς θαλάσσης, καὶ τῆς νηὸς λαβομένην ἐξέλκειν ταύτην ἐπὶ τὴν γῆν, οὐ σὺν πολλῷ τῷ πόνῳ. Καὶ ἡ ὄψις ἐπιστεύετο· ἡμεροῦτο γὰρ ἡ θάλασσα, καὶ Ῥόδος εἶχεν ἡμᾶς αὐτίκα οὐ πολὺ τὸ ἐν μέσῳ κακοπαθήσαντας. Ἐκείνου τοῦ κινδύνου καὶ ἡμεῖς δῶρον γεγόναμεν· καθυποσχόμενοι, εἰ σωθείημεν, ἡμᾶς αὐτοὺς τῷ Θεῷ, καὶ δεδωκότες ὡς ἀπεσώθημεν.