Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς πτωχοὺς

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή: Η κλίμακα των αρετών και η υπεροχή της φιλοπτωχίας

Παρουσίαση της ποικιλίας των χριστιανικών αρετών, όπως η πίστη, η ησυχία και η παρθενία, και η ανάδειξη της ευσπλαχνίας ως της ύψιστης έκφρασης μίμησης του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 7

ΛΟΓΟΣ ΙΔʹ. Περὶ φιλοπτωχίας. Αʹ. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾽ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾽ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.

Βʹ. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ᾽ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος.

Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρωπον ἐπ᾽ ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος.

Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ᾽ αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦτο πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων διδάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προϊέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.

Γʹ. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ᾽ ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειράζοντα.

Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμενος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δικαίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρθένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πειθέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.

Δʹ. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦ τὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ᾽ ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐτέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ ταπεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μαθητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι.

Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔργοις τὸ φίλτρον ἐλέγχουσα.

Εʹ. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαιρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐσπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.