Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαὶ θεολογικαί

Γρηγόριος ὁ Ναζιανζηνός

Η δεύτερη επιστολή προς Κληδόνιο και η αναίρεση του δοκητισμού

Επιβεβαίωση της πίστης στη Σύνοδο της Νικαίας, αντίκρουση της διδασκαλίας περί αποκοπής του νου του Χριστού και αποκάλυψη της παρερμηνείας των γραφικών χωρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 9

Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα Ἐπειδὴ πολλοὶ προσιόντες τῇ σῇ εὐλαβείᾳ πληροφορίαν ζητοῦσι περὶ πίστεως, καὶ διὰ τοῦτο ἀπῄτησας ἡμᾶς ἀγαπητικῶς σύντομον ὅρον τινὰ καὶ κανόνα τοῦ ἡμετέρου φρονήματος, διὰ τοῦτο ἐγράψαμεν τῇ σῇ εὐλαβείᾳ (ὃ καὶ πρὸ τῶν γραμμάτων ἐγνώριζες) ὅτι ἡμεῖς τῆς κατὰ Νικαίαν πίστεως, τῆς τῶν ἁγίων Πατέρων τῶν ἐκεῖ συνελθόντων ἐπὶ καθαιρέσει τῆς Ἀρειανῆς αἱρέσεως, οὐδὲν οὔτε προετιμήσαμεν πώποτε οὔτε προτιμᾶν δυνάμεθα, ἀλλ᾽ ἐκείνης ἐσμὲν τῆς πίστεως σὺν Θεῷ καὶ ἐσόμεθα, προσδιαρθροῦντες τὸ ἐλλειπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ ἁγίου Πνεύματος (διὰ τὸ μηδὲ κεκινῆσθαι τηνικαῦτα τοῦτο τὸ ζήτημα), ὅτι μιᾶς θεότητος εἰδέναι χρὴ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώσκοντας.

Τοὺς οὖν οὕτω φρονοῦντας καὶ διδάσκοντας ἔχε κοινωνικούς, ἐπεὶ καὶ ἡμεῖς· τοὺς δὲ ἑτέρως ἔχοντας ἀποστρέφου καὶ ἀλλοτρίους ἡγοῦ καὶ τοῦ Θεοῦ καὶ τῆς καθολικῆς Ἐκκλησίας. Ἐπειδὴ δὲ καὶ περὶ τῆς θείας ἐνανθρωπήσεως εἴτ᾽ οὖν σαρκώσεως κινεῖταί τι ζήτημα, καὶ τοῦτο διορίζου πᾶσι περὶ ἡμῶν ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς καὶ μετὰ τοῦτο ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, εἰς ἓν ἄγομεν, καὶ οὐ δύο υἱοὺς ὀνομάζομεν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ἐν ἀδιαιρέτῳ θεότητι καὶ τιμῇ προσκυνοῦμεν.

Εἰ δέ τις οὐ συντίθεται τούτοις ἢ νῦν ἢ ὕστερον, αὐτὸς ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἡ μὲν οὖν πρὸς τὴν ἀνόητον αὐτῶν περὶ τοῦ νοῦ δόξαν ἔνστασις ἡμῶν καὶ ἀντίθεσις, ὡς ἐν βραχεῖ, τοιαύτη καὶ οὕτως ἔχουσα· μονοὶ γὰρ σχεδὸν ὃ δογματίζουσιν ὄντως καὶ πάσχουσιν, ἀνοίᾳ τὸν νοῦν περικόπτοντες.

Ἵνα δὲ μὴ κατηγορῶσιν ἡμῶν ὡς τὴν τοῦ ἀγαπητοῦ Οὐϊταλίου πίστιν, ἣν ἀπαιτηθεὶς ὑπὸ τοῦ μακαρίου Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου ἔγγραφον ἐπιδέδωκε, πρότερον μὲν ἀποδεχομένων, νῦν δὲ ἀναινομένων, καὶ περὶ τούτου βραχέα δηλώσομεν.

Οὗτοι γὰρ ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὐτῶν μαθηταῖς καὶ μύσταις τῶν ἀπορρήτων θεολογῶσιν, ὥσπερ οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν νόσον αὐτῶν ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ Σωτῆρι διδόασιν.

Ὅταν δὲ ταῖς κοιναῖς ὑπολήψεσι περὶ τῆς ἐνανθρωπήσεως ἃς ἡ Γραφὴ παρίστησιν ἐλέγχωνται καὶ πιέζωνται, τὰς μὲν εὐσεβεῖς λέξεις ὁμολογοῦσι, περὶ δὲ τὸν νοῦν κακουργοῦσιν, οὐκ ἄψυχον μὲν οὐδὲ ἄλογον οὐδὲ ἀνοῦν οὐδὲ ἀτελῆ ὁμολογοῦντες τὸν ἄνθρωπον, ψυχὴν δὲ καὶ λόγον καὶ νοῦν αὐτὴν εἰσάγοντες τὴν θεότητα, ὡς αὐτῆς τῇ σαρκὶ συγκραθείσης μόνης, ἀλλ᾽ οὐχὶ καὶ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων, εἰ καὶ τὸ ἀναμάρτητον κρεῖττον ἢ καθ᾽ ἡμᾶς ἦν καὶ τῶν ἡμετέρων παθῶν καθάρσιον.

Οὕτω γοῦν καὶ τὸ «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» παρεξηγοῦνται κακῶς καὶ λίαν εὐήθως, νοῦν Χριστοῦ τὴν θεότητα λέγοντες, οὐχ, ὅπερ ἡμεῖς, ὑπολαμβάνοντες ὅτι οἱ τὸν ἑαυτῶν νοῦν καθήραντες μιμήσει τοῦ νοὸς ἐκείνου, ὃν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ ἀνεδέξατο, καὶ πρὸς αὐτὸν ῥυθμίζοντες, ὡς ἐφικτόν, οὗτοι νοῦν Χριστοῦ ἔχειν λέγονται· ὡς καὶ σάρκα Χριστοῦ μαρτυρηθεῖεν ἂν ἔχειν ἐκεῖνοι οἱ τὴν σάρκα παιδαγωγήσαντες καὶ σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ κατὰ τοῦτο γενόμενοι, καὶ «Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω, φησί, φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου». Οὕτω δὲ καὶ τέλειος αὐτοῖς ἄνθρωπος οὐχ ὁ πεπειραμένος κατὰ πάντα τὰ ἡμέτερα χωρὶς ἁμαρτίας, ἀλλὰ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς σύγκραμα δογματίζεται.

Τούτου γάρ, φασί, τί τελειότερον; Τὸ δ᾽ αὐτὸ καὶ περὶ τὴν τῆς ἐνανθρωπήσεως κακουργοῦσι φωνήν, τὸ ἐνηνθρώπησεν οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὃν ἑαυτῷ περιέπηξεν, ἐξηγούμενοι, κατὰ τὸ εἰρημένον· «Αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ», ἀλλ᾽ ἀνθρώποις ὡμίλησε καὶ συνεπολιτεύσατο λέγοντες καὶ διδάσκοντες, καὶ πρὸς ἐκείνην καταφεύγοντες τὴν φωνὴν τὴν «Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» λέγουσαν.

Καὶ τί ἄν τις ἀγωνίζοιτο ἐπὶ πλεῖον; Οἱ τὸν ἄνθρωπον ἀποσκευαζόμενοι καὶ τὴν ἐντὸς εἰκόνα τὸ ἐκτὸς ἡμῶν καθαρίζουσι μόνον διὰ τοῦ καινοῦ προσωπείου καὶ τοῦ ὁρωμένου, τοσοῦτον ἑαυτοῖς μαχόμενοι ὡς ποτὲ μὲν διὰ τὴν σάρκα καὶ τὰ ἄλλα παχέως καὶ σαρκικῶς ἐξηγεῖσθαι (ἐντεῦθεν γὰρ αὐτοῖς ὁ δεύτερος Ἰουδαϊσμὸς ὥρμηται καὶ ἡ χιλιοέτης καὶ ληρώδης ἐν τῷ παραδείσῳ τρυφὴ καὶ σχεδὸν τὸ τὰ αὐτὰ πάλιν ἐπὶ τοῖς αὐτοῖς ἀναλαμβάνειν ἡμᾶς), ποτὲ δὲ δόκησιν μᾶλλον ἢ ἀλήθειαν τῆς σαρκὸς εἰσάγειν ὡς οὐδὲν τῶν ἡμετέρων παθούσης, οὐδὲ ὅσα τῆς ἁμαρτίας ἐστὶν ἐλεύθερα, καὶ κεχρῆσθαι πρὸς τοῦτο τῇ ἀποστολικῇ φωνῇ, οὐκ ἀποστολικῶς νοουμένῃ ἢ λεγομένῃ, ἐν ὁμοιώματι ἀνθρώπων τὸν Σωτῆρα ἡμῶν γεγενῆσθαι καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον, ὡς οὐχὶ τοῦ ἀνθρωπίνου εἴδους ἐν τούτοις δηλουμένου, φαντασίας δέ τινος ἀπατηλῆς καὶ δοκήσεως.