Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Συστατικές επιστολές και επιστολές περί της εκλογής του Μεγάλου Βασιλείου

Συστατικές επιστολές προς άρχοντες και εκτενής αλληλογραφία σχετικά με την εκλογή και ανάρρηση του Βασιλείου στον επισκοπικό θρόνο της Καισαρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 29

ΣΩΦΡΟΝΙΩΙ Μητέρα τιμᾶν, τῶν ὁσίων. Μήτηρ δὲ ἄλλη μὲν ἄλλου· κοινὴ δὲ πάντων, πατρίς. Ταύτην ἐτίμησας μὲν πάσῃ σου τῇ τοῦ βίου λαμπρότητι· τιμήσεις δὲ καὶ νῦν αἰδεσθεὶς ἡμᾶς ὑπὲρ ὧν πρεσβεύομεν. Ἡ πρεσβεία δὲ τίς; Τὸν λογιώτατον τῶν καθ᾽ ἑαυτόν, Εὐδόξιον τὸν ῥήτορα πάντως γινώσκεις. Τούτου παῖς, ἵν᾽ εἴπω συντόμως, ἄλλος Εὐδόξιος καὶ βίῳ καὶ λόγῳ νῦν σοι πρόσεισι δι᾽ ἡμῶν.

Ἵν᾽ οὖν ὀνομαστότερον σεαυτὸν καταστήσῃς, γενοῦ τῷ ἀνδρὶ δεξιὸς ἐν οἷς ἂν δέηται τῆς σῆς προστασίας. Αἰσχρὸν γάρ, κοινὸν ὄντα σε τῆς πατρίδος προστάτην καὶ πολλοὺς εὖ πεποιηκότα, προσθήσω δ᾽ ὅτι καὶ ποιήσοντα, μὴ πρὸ πάντων τιμῆσαι τὸν ἄριστον ἐν λόγοις, οὕς, εἰ μή τι ἄλλο, κατὰ τοῦτο αἰδεῖσθαι δίκαιον, ὅτι τῶν σῶν καλῶν εἰσιν ἐπαινέται.

ΘΕΜΙΣΤΙΩΙ Σπαρτιάτας ἡ λόγχη γνωρίζει, ὦμος τοὺς Πελοπίδας, λόγοι τὸν μέγαν Θεμίστιον. Κἂν γὰρ ἐν πᾶσι πάντων κρατῇς, τοῦτο τῶν σῶν οἶδα τὸ ἐπισημότατον. Τοῦτο καὶ ἀπ᾽ ἀρχῆς ἡμᾶς συνῆψεν ἀλλήλοις, —εἰ δή τι τὸ καθ᾽ ἡμᾶς ἐν λόγοις, —καὶ θαρρεῖν νῦν ἀνέπεισεν.

Εἰ δὲ μάθοις τὸν ἄνδρα ὑπὲρ οὗ πρεσβεύομεν, τάχα καὶ ἀποδέξῃ τοῦ θάρσους ἡμᾶς· Εὐδοξίου τοῦ πάνυ παῖδά σοι τοῦτον προσάγω, τὸν ἀξιολογώτατον υἱὸν ἡμῶν Εὐδόξιον βίῳ μὲν καὶ λόγῳ οἷον αὐτὸς εὑρήσεις 〈τὸν λίθον ποτὶ τὰν σπάρταν ἄγων〉, ὡς ἡ παροιμία (τίς δέ σου στάθμη δικαιοτέρα;)· ἡμῖν δ᾽ εἰς τὰ μάλιστα φίλον, οὐχ ἧττον διὰ τὴν ἀρετὴν ἢ τὴν πατρικὴν φιλίαν.

Ὡς οὖν ἡμᾶς εὖ ποιήσων ὅ τι ἂν τὸν ἄνδρα εὐεργετήσῃς καὶ λόγους τιμήσων τοὺς σούς, ἀγαγεῖν αὐτὸν εἰς τὰ ἔμπροσθεν θέλησον. Δεῖται δ᾽ ἀπὸ λόγων γνωρισθῆναι καὶ βίον ἑαυτῷ πορίσασθαι τὸν ἐκ λόγων. Ὅντινα δὲ τοῦτον καὶ πῶς, αὐτὸς παραστήσει, δοκιμάσει δ᾽ ἡ σὴ λογιότης καὶ σύνεσις.

ΣΩΦΡΟΝΙΩΙ Πάντα τοῖς φίλοις βούλομαι δεξιά. Φίλους δ᾽ ὅταν εἴπω, τοὺς καλοὺς λέγω καὶ ἀγαθοὺς καὶ κατ᾽ ἀρετὴν ἡμῖν συναπτομένους, ἐπειδή τι καὶ αὐτοὶ ταύτης μεταποιούμεθα. Ταῦτά τοι καὶ νῦν ζητήσας τί μέγιστον ἂν χαρισαίμην τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ ἡμῶν Ἀμαζονίῳ (καὶ γὰρ ἥσθην τῷ ἀνδρὶ διαφερόντως ἐκ τῆς ἔναγχός μοι γεγενημένης πρὸς αὐτὸν συνουσίας), ἓν ἀντὶ πάντων αὐτῷ χαρίσασθαι δεῖν ᾠήθην, τὴν σὴν φιλίαν καὶ προστασίαν.

Ὁ μὲν γὰρ πολλὴν ἐν βραχεῖ τὴν παίδευσιν ἐπεδείξατο, τήν τε σπουδασθεῖσαν ἡμῖν ποτε, ὅτε μικρὸν διεβλέπομεν, καὶ τὴν νῦν ἀντ᾽ ἐκείνης σπουδαζομένην, ὅτε πρὸς τὸ τῆς ἀρετῆς ὕψος ἐβλέψαμεν. Ἡμεῖς δ᾽ εἰ μέν τι καὶ κατ᾽ ἀρετὴν ἐφάνημεν ὄντες αὐτῷ, αὐτὸς ἂν εἰδείη· τὸ δ᾽ οὖν κάλλιστον ὧν ἔχομεν ἀντεπιδεικνύμεθα, τῷ φίλῳ τοὺς φίλους· ὧν σε πρῶτον καὶ γνήσιον εἶναι τιθέμενοι, τοιοῦτον αὐτῷ φανῆναι βουλόμεθα, οἷον ἥ τε κοινὴ πατρὶς ἀπαιτεῖ καὶ ὁ ἡμέτερος βούλεται πόθος καὶ λόγος, ἀντὶ πάντων αὐτῷ τὴν σὴν κηδεμονίαν ὑποσχομένων.

ΒΑΣΙΛΕΙΩΙ Μὴ θαυμάσῃς, ἐάν τι παράδοξον λέγειν δόξω καὶ μὴ πρότερόν τισιν εἰρημένον. Ἐμοὶ δοκεῖς σὺ δόξαν μὲν ἔχειν ἀνδρὸς βεβηκότος καὶ ἀσφαλοῦς καὶ στερροῦ τὴν διάνοιαν, πολλὰ δὲ βουλεύεσθαι καὶ πράττειν ἁπλούστερον ἢ ἀσφαλέστερον.

Τὸ γὰρ κακίας ἐλεύθερον, καὶ ὑφορᾶσθαι κακίαν ἀργότερον· οἷόν τι καὶ τὸ νῦν παρόν. Ἐκάλεσας ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, περὶ ἐπισκόπου βουλῆς προκειμένης· καὶ τὸ πλάσμα, ὡς εὐπρεπές τε καὶ πιθανόν· ἀρρωστεῖν ἔδοξας καὶ ἀναπνεῖν τὰ τελευταῖα καὶ ποθεῖν ἰδεῖν τε ἡμᾶς καὶ τὰ ἐξόδια φθέγξασθαι, —οὐκ οἶδα ἵνα τί γένηται καὶ τί παρόντες τῷ πράγματι συντελέσωμεν.

Ἐγὼ δὲ ὥρμησα μέν, τῷ πράγματι περιαλγήσας· τί γὰρ ἐμοὶ τῆς σῆς ζωῆς ὑψηλότερον ἢ καὶ τῆς ἐκδημίας ἀνιαρότερον; καὶ δακρύων ἀφῆκα πηγὰς καὶ ἀνῴμωξα καὶ ᾐσθόμην ἐμαυτοῦ νῦν πρῶτον ἀφιλοσόφως διακειμένου· καὶ τί γὰρ οὐ τῶν ἐπιταφίων ἐπλήρωσα;

Ἐπεὶ δ᾽ ᾐσθόμην ἐπισκόπους συντρέχειν ἐπὶ τὴν πόλιν, ἀνεκόπην μὲν τῆς ὁρμῆς, ἐθαύμασα δὲ πρῶτον μὲν εἰ μὴ συνεῖδες τὸ εὔσχημον μηδὲ τὰς τῶν πολλῶν ἐφυλάξω γλώσσας, αἳ τάχιστα τοῖς ἀκεραιοτέροις ἐπηρεάζουσι· δεύτερον δέ, εἰ μὴ ταὐτά σοί τε καὶ ἡμῖν πρέπειν ὑπολαμβάνεις, οἷς καὶ λόγος καὶ βίος καὶ τὰ πάντα κοινά, οὕτως ἐκ Θεοῦ τὰ πρῶτα συναρμοσθεῖσι· τρίτον (ἔστω γὰρ καὶ τοῦτο εἰπεῖν), εἰ τῶν εὐλαβεστέρων ἐνόμισας εἶναι τὰς τοιαύτας προβολάς, ἀλλὰ μὴ τῶν δυνατωτέρων καὶ τοῖς πλήθεσιν οἰκειοτέρων.

Ἐγὼ μὲν οὖν διὰ ταῦτα πρύμναν ἐκρουσάμην καὶ ἀναδύομαι. Σοὶ δὲ εἰ δοκεῖ καὶ αὐτῷ, τοῦτο δεδόχθω φυγεῖν τοὺς ἐν μέσῳ θορύβους καὶ τὰς πονηρὰς ὑπονοίας. Τὴν δὲ σὴν εὐλάβειαν τηνικαῦτα ὄψομαι ἡνίκ᾽ ἂν τά τε πράγματα καταστῇ καὶ καιρὸς ᾖ, καὶ ὀνειδίσω γε πλείονα καὶ βαρύτερα.

ΤΗΙ ΕΚΚΛΗΣΙΑΙ ΚΑΙΣΑΡΕΩΝ Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ μικροῦ ποιμνίου προεστηκὼς καὶ πολλοστὸς ἐν ὑπηρέταις τοῦ Πνεύματος. Ἡ χάρις δ᾽ οὐ στενὴ οὐδὲ τόποις περιγραπτός. Διὰ τοῦτο δεδόσθω καὶ τοῖς μικροῖς παρρησία, ἄλλως τε καὶ περὶ κοινῶν καὶ τηλικούτων ὄντος τοῦ λόγου, καὶ μετὰ τοσαύτης βουλευομένοις τῆς πολιᾶς, ἣ τυχὸν ἔχει τι καὶ τῶν πολλῶν συνετώτερον.

Οὐ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων βουλεύεσθε, ἀλλ᾽ ὧν ἢ εὖ ἢ κακῶς ἐχόντων ἀνάγκη καὶ τὸ κοινὸν ἢ οὕτως ἢ ἐκείνως ἔχειν. Περὶ γὰρ Ἐκκλησίας ὑμῖν ὁ λόγος, ὑπὲρ ἧς Χριστὸς ἔπαθεν, καὶ τοῦ ταύτην Θεῷ παραστήσοντος καὶ προσάξοντος. 〈Λύχνος〉 μὲν 〈τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός〉, ὡς ἠκούσαμεν, οὐ μόνον οὗτος ὁ σωματικῶς ὁρῶν καὶ ὁρώμενος, ἀλλὰ καὶ ὁ πνευματικῶς θεωρῶν καὶ θεωρούμενος· λύχνος δὲ τῆς Ἐκκλησίας ἐπίσκοπος, ὃ δῆλον ὑμῖν κἂν αὐτοὶ μὴ γράφωμεν.

Ἀνάγκη τοίνυν, ὥσπερ ἐκείνου καθαρῶς μὲν ἔχοντος ὀρθῶς ἄγεσθαι καὶ τὸ σῶμα, μὴ καθαροῦ δὲ τυγχάνοντος, οὐκ ὀρθῶς· οὕτω καὶ τῷ προστάτῃ τὴν Ἐκκλησίαν, ὁποτέρως ἂν ἔχῃ, πάντως ἢ συνδιακινδυνεύειν ἢ συνδιασώζεσθαι.

Πάσης μὲν οὖν Ἐκκλησίας φροντιστέον, ὡς Χριστοῦ σώματος, μάλιστα δὲ τῆς ὑμετέρας, ἣ μήτηρ σχεδὸν πασῶν τῶν Ἐκκλησιῶν ἦν τ᾽ ἀπ᾽ ἀρχῆς καὶ νῦν ἐστι καὶ νομίζεται, καὶ πρὸς ἣν τὸ κοινὸν βλέπει, ὡς κέντρῳ κύκλος περιγραφόμενος, οὐ μόνον διὰ τὴν ὀρθοδοξίαν ἄνωθεν πᾶσι κεκηρυγμένην, ἀλλὰ καὶ τὴν ἐκ Θεοῦ δεδομένην αὐτῇ προδήλως χάριν τῆς ὁμονοίας.

Ἐπειδὴ τοίνυν κεκλήκατε μὲν καὶ ἡμᾶς εἰς τὴν περὶ τούτου διάσκεψιν, ποιοῦντες ὀρθῶς καὶ κανονικῶς, κρατούμεθα δὲ γήρᾳ καὶ ἀρρωστίᾳ, εἰ μὲν καὶ αὐτοὶ παρείημεν, τοῦ Πνεύματος ἐπιρρώσαντος (οὐδὲν γὰρ ἄπιστον τοῖς πιστοῖς), τοῦτο τῷ παντὶ βέλτιον καὶ ἡμῖν ἥδιον, ἵνα καὶ ὑμῖν τι συνεισενέγκωμεν καὶ αὐτοὶ τῆς εὐλογίας μετάσχωμεν· εἰ δὲ τὰ τῆς ἀσθενείας νικῴη, ὅσα γ᾽ ἀποῦσι δυνατὸν συνεισφέρομεν· Πείθομαι μὲν καὶ ἄλλους εἶναι παρ᾽ ὑμῖν τῆς προστασίας ἀξίους, καὶ ὡς ἐκ πόλεως τοσαύτης καὶ οὕτω καὶ ὑπὸ τοιούτων ἠγμένης ἄνωθεν· ἑνὸς δ᾽ οὐδένα δύναμαι προτιμῆσαι τῶν παρ᾽ ὑμῖν τιμίων τοῦ θεοφιλεστάτου υἱοῦ ἡμῶν Βασιλείου τοῦ πρεσβυτέρου (λέγω δ᾽ ὡς ὑπὸ Θεῷ μάρτυρι), ἀνδρὸς καὶ βίῳ καὶ λόγῳ κεκαθαρμένου καὶ μόνου τῶν πάντων, ἢ ὅτι μάλιστα, κατ᾽ ἀμφότερα δυναμένου στῆναι πρὸς τὸν νῦν καιρὸν καὶ τὴν κατέχουσαν τῶν αἱρετικῶν γλωσσαλγίαν.

Ταῦτα καὶ ἱερατικοῖς γράφω καὶ μοναστικοῖς καὶ τοῖς ἐκ τοῦ ἀξιωματικοῦ καὶ βουλευτικοῦ τάγματος καὶ τοῦ δήμου παντός. Εἰ μὲν οὖν τοῦτο συνδόξειε καὶ ἡ ψῆφος ἡμῶν κρατοίη, οὕτως ὀρθῶς τε καὶ ὑγιῶς ἔχουσα, ὡς μετὰ Θεοῦ ψηφιζομένη, καὶ πάρειμι πνευματικῶς καὶ παρέσομαι, μᾶλλον δ᾽ ἐπιβέβληκα τὴν χεῖρα ἤδη καὶ θαρρῶ τῷ Πνεύματι.

Εἰ δ᾽ ἄλλο τι καὶ μὴ τοῦτο συνδόξειε καὶ κατὰ φατρίας καὶ συγγενείας τὰ τοιαῦτα κρίνοιτο καὶ ἡ ὀχλώδης χεὶρ πάλιν παρασύροι τὸ ἀκριβές, πράττοιτε καθ᾽ ὑμᾶς τὸ ἀρέσκον, ἡμεῖς δὲ συσταλησόμεθα.

〈ΕΥΣΕΒΙΩΙ ΣΑΜΟΣΑΤΩΝ〉 〈Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς;〉 ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ τόν τε πόθον, ὃν ἔχω ἐφ᾽ ὑμῖν, ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι καὶ δι᾽ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων;

Ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρὸς μήποτε οἵ ποτε ἐφεδρεύοντες τῇ Ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρ᾽ ἑαυτῶν διδασκαλίαις ἐκριζώσωσι καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν Ἐκκλησιῶν πεποιήκασιν.

Ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης καὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ· καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν Ἐκκλησιῶν καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι καὶ τῇ ὀρθῇ Ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθ᾽ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ.

Ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα, ὃν οὐδ᾽ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παρρησίαν πρὸς τὸν Θεὸν κτησόμεθα καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. Ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.

ΤΟΙΣ ΕΠΙΣΚΟΠΟΙΣ Ὡς ἡδεῖς ὑμεῖς καὶ φιλάνθρωποι καὶ περιττοὶ τὴν ἀγάπην· κεκλήκατε ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, ὡς οἶμαι, περὶ ἐπισκόπου τι βουλευσόμενοι, —τοῦτο γὰρ ὑμῶν αἰσθάνομαι, οἵ γε μήθ᾽ ὅτι παρεῖναι δεῖ, μήτ᾽ ἐφ᾽ ᾧ, μήθ᾽ ὅτε προαγορεύσαντες, ἀθρόως ἡμῖν ὅτι ἐξώρμησθε δεδηλώκατε, ὡς ἄν τινες οὐ τιμᾶν ἐγνωκότες ἢ κοινωνοὺς ἔχειν ἐσπουδακότες, ἀλλὰ τὸ παρεῖναι ἀποσπουδάζοντες, ἵνα μηδ᾽ ἄκουσιν ἡμῖν περιπέσητε. Τὸ μὲν οὖν ὑμέτερον τοιοῦτον, καὶ οἴσομεν ὑβριζόμενοι· τὸ δ᾽ ἡμέτερον, ὅπως ἔχει, παραστήσομεν.

Ἄλλοι μὲν ἄλλους δηλαδὴ προβαλοῦνται, κατὰ τοὺς ἑαυτῶν ἕκαστος τρόπους ἢ πόρους, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν. Ἡμεῖς δ᾽ οὐδένα προτιμῆσαι δυνάμεθα, οὐδὲ γὰρ ὅσιον, τοῦ τιμιωτάτου υἱοῦ ἡμῶν Βασιλείου τοῦ πρεσβυτέρου.

Τίνα γάρ, ὧν ἴσμεν, εὑρίσκομεν ἢ βίῳ δοκιμώτερον, ἢ λόγῳ δυνατώτερον, καὶ πανταχόθεν εἰς ἀρετῆς κάλλος ἐξησκημένον; Εἰ δὲ ἀσθένεια πρόφασις, —οὐ γὰρ ἀθλητὴν προβαλεῖσθε, ἀλλὰ διδάσκαλον, καὶ ἅμα που τὸ δυνατὸν τοῦ τοὺς ἀσθενεῖς, ἄνπερ ὦσι τοιοῦτοι, ῥώννυντος καὶ ὑπερείδοντος.

Ἂν ταύτην δέχησθε τὴν ψῆφον, καὶ παρεσόμεθα καὶ συλληψόμεθα ἢ πνευματικῶς, ἢ καὶ σωματικῶς. Εἰ δ᾽ ἐπὶ ῥητοῖς ἡ ὁδὸς καὶ κρατεῖν μέλλοιεν αἱ συστάσεις παρὰ τὸ δίκαιον, χαίρομεν παρεωραμένοι. Ὑμέτερον ἔστω τὸ ἔργον, ἡμῶν δ᾽ ὑπερεύχεσθε.

ΕΥΣΕΒΙΩΙ ΣΑΜΟΣΑΤΩΝ Πόθεν ἄρξομαι τῶν σῶν ἐγκωμίων; καὶ τί προσειπών σε κυρίως ἂν ὀνομάσαιμι; 〈στύλον καὶ ἑδραίωμα〉 τῆς Ἐκκλησίας, ἢ 〈φωστῆρα ἐν κόσμῳ〉, τὰ αὐτὰ τῷ Ἀποστόλῳ φθεγγόμενος, ἢ 〈στέφανον καυχήσεως〉 τῷ σῳζομένῳ μέρει Χριστιανῶν, ἢ 〈Θεοῦ δῶρον〉, ἢ πατρίδος ἔρεισμα, ἢ κανόνα πίστεως ἢ πρεσβευτὴν ἀληθείας, ἢ ὁμοῦ πάντα καὶ πλείω τούτων;

Καὶ τὴν ὑπερβολὴν τῶν ἐπαίνων τοῖς ὁρωμένοις πιστώσομαι. Τίς οὕτως ὑετὸς ὥριμος ἦλθε διψώσῃ γῇ; Ποῖον ἐκ πέτρας ὕδωρ τοῖς ἐν ἐρήμῳ πλημμυροῦν; Τίνα τοιοῦτον 〈ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος〉; Τίσιν Ἰησοῦς, ὁ Κύριος ὁ κοινός, τοῖς ἑαυτοῦ μαθηταῖς οὕτως ἐν καιρῷ βαπτιζομένοις ἐπέστη, ἵνα καὶ τὸ πέλαγος ἡμερώσῃ καὶ τοὺς κινδυνεύοντας περισώσηται, οἷος σὺ κάμνουσιν ἡμῖν καὶ ἀνιωμένοις καὶ οἷον ἤδη ναυαγοῦσιν ἐφάνης; Τί δεῖ τὰ τῶν ἄλλων λέγειν, ὅσης εὐθυμίας καὶ ἡδονῆς ψυχὰς ὀρθοδόξων ἐνέπλησας, καὶ ὅσων ἀπόγνωσιν ἔλυσας;

Ἀλλ᾽ ἡ μήτηρ ἡμῶν Ἐκκλησία, τὴν Καισαρέων λέγω, νῦν ὄντως 〈ἀποδύεται τὰ ἐνδύματα τῆς χηρεύσεως〉 ἐπὶ τῇ σῇ θέᾳ καὶ στολὴν εὐφροσύνης ἀναλαμβάνει καὶ λαμπρυνθήσεται μᾶλλον, ἐπειδὰν ποιμένος τύχῃ ἑαυτῆς τε καὶ τῶν προειληφότων καὶ τῶν ὑμετέρων χειρῶν ἀξίου.

Τὰ γὰρ ἡμέτερα καὶ αὐτὸς ὁρᾷς οἷα καὶ ὅσον ἐθαυματούργησεν ὁ σὸς ζῆλος καὶ ἰδρὼς καὶ ἡ κατὰ Θεὸν παρρησία· γῆρας ἀνακαινίζεται καὶ ἀρρωστία νικᾶται καὶ πηδῶσιν οἱ ἐπὶ κλίνης καὶ 〈ἀσθενοῦντες περιζωννύονται δύναμιν〉. Τούτοις εἰκάζω καὶ τὰ ἡμέτερα κατὰ νοῦν ἐκβήσεσθαι.

Τὸν μὲν οὖν πατέρα ἔχεις καὶ ἀνθ᾽ ἑαυτοῦ καὶ ἀνθ᾽ ἡμῶν, τέλος παντὶ τῷ βίῳ καὶ τῇ σεμνῇ πολιᾷ καλὸν ἐπιθήσοντα, τὸν νῦν ὑπὲρ τῆς Ἐκκλησίας ἀγῶνα. Καὶ δεξόμεθα τοῦτον, εὖ οἶδα, εὐχαῖς ὑμετέραις ἐρρωμενέστερόν τε καὶ νεανικώτερον, αἷς δεῖ πάντα πιστεύειν θαρροῦντα· εἰ δὲ κἀν τῇ φροντίδι καταλύσειεν, οὐ ζημία τοιαύτης καὶ ἐπὶ τοιούτοις τυχεῖν τελευτῆς.

Ἐμοὶ δέ, παρακαλῶ, συγγνώμην ἔχετε, εἰ, μικρὸν ταῖς τῶν πονηρῶν γλώσσαις ὑποχωρήσας, μικρὸν ὕστερον ὑμῖν καὶ προσδράμοιμι καὶ περιπτυξαίμην καὶ ὅσα παρεῖται νῦν δι᾽ ἐμαυτοῦ προσθείην τῆς εὐφημίας.

ΒΑΣΙΛΕΙΩΙ Ἐπειδή σε τεθέντα ἐπὶ τὸν ὑψηλὸν θρόνον ἔγνων καὶ τὸ Πνεῦμα ἐνίκησε, τὸν λύχνον ἐπὶ τῆς λυχνίας δημοσιεῦσαν, οὐδὲ τὸ πρὶν ἀμυδρῶς λάμποντα, ἥσθην μέν, ὁμολογῶ. Τί δ᾽ οὐκ ἔμελλον, τὸ κοινὸν τῆς Ἐκκλησίας ὁρῶν κακῶς ἔχον καὶ τοιαύτης χρῇζον χειραγωγίας;

Προσέδραμον δ᾽ οὐκ εὐθύς, οὐδὲ προσδραμοῦμαι· μηδέ γε τοῦτο αὐτὸς ἀπαιτήσῃς. Πρῶτον μέν, ἵνα σοι τὸ σεμνὸν φυλάξω καὶ μὴ συναγαγεῖν δόξῃς τοὺς σπουδαστὰς ὑπό τινος ἀπειροκαλίας τε καὶ θερμότητος, ὡς ἂν φαῖεν οἱ διαβάλλοντες.

Δεύτερον δέ, ἵν᾽ ἐμαυτῷ πραγματεύσωμαι τὸ σταθερόν τε καὶ ἀνεπίφθονον. Πότ᾽ οὖν ἥξεις, τυχὸν ἐρεῖς, καὶ μέχρι τίνος ἀναδύσῃ; Ἕως ἂν ὅ τε Θεὸς κελεύσῃ καὶ παρέλθωσιν αἱ σκιαὶ τῶν νῦν ἐπιτιθεμένων καὶ βασκαινόντων.

Οὐ γὰρ ἐπὶ πλεῖον ἀνθέξουσιν οἱ λεπροί, σαφῶς οἶδα, τῷ Δαυῒδ τὴν Ἰερουσαλὴμ ἀποκλείοντες.

ΤΩΙ ΑΥΤΩΙ Πῶς ἐπιφυλλὶς ἡμῖν τὰ σά, ὦ θεία καὶ ἱερὰ κεφαλή; ποῖον σε ἔπος φύγεν ἕρκος ὀδόντων; ἢ πῶς τοῦτο εἰπεῖν ἐθάρρησας, ἵνα τι καὶ αὐτὸς θαρρήσω μικρόν; Πῶς ἢ διάνοια ὥρμησεν ἢ μέλαν ἔγραψεν ἢ χάρτης ἐδέξατο;

Ὦ λόγοι καὶ Ἀθῆναι καὶ ἀρεταὶ καὶ λόγων ἱδρῶτες· μικροῦ γάρ με καὶ τραγῳδὸν οἷς γράφεις ποιεῖς. Πότερον ἡμᾶς ἀγνοεῖς ἢ σεαυτόν, ὁ τῆς οἰκουμένης ὀφθαλμός, ἡ μεγάλη φωνὴ καὶ σάλπιγξ, τὸ τῶν λόγων βασίλειον;

Μικρὰ Γρηγορίῳ τὰ σά; Τί ἂν οὖν τίς ἄλλο θαυμάσειε τῶν ἐπὶ γῆς, εἰ μὴ σὲ Γρηγόριος; Ἓν μὲν ἔαρ ἐν ὥραις, εἷς δ᾽ ἥλιος ἐν ἀστράσιν, εἷς δὲ περιέχων ἅπαντα οὐρανός, μία δὲ φωνὴ κατὰ πάντων ἡ σή, εἴπερ τι ἐγὼ τὰ τοιαῦτα ἱκανὸς κρίνειν μηδ᾽ ἀπατᾷ με τὸ φίλτρον, ὅπερ οὐκ οἴομαι.

Εἰ μὲν ὅτι μὴ πρὸς ἀξίαν θαυμάζομεν, τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ πᾶσιν ἀνθρώποις· οὐδὲ γὰρ ἄλλος τις ἀξίως ἐθαύμασεν ἢ θαυμάσεται, ὅτι μὴ καὶ σὺ καὶ ἡ σὴ μεγαλοφωνία, εἴπερ οἷόν τ᾽ ἦν ἑαυτὸν ἐπαινεῖν καὶ τοῦτο εἶχεν ἡμῖν ὁ τῶν λόγων νόμος.

Εἰ δὲ τὸ καταφρονεῖν ἐγκαλούμεθα, τί μὴ μανίαν πρότερον; Ἀλλ᾽ ὅτι φιλοσοφοῦμεν, ἀγανακτεῖς; Δὸς εἰπεῖν, τοῦτο μόνον καὶ τῶν λόγων τῶν σῶν ὑψηλότερον.

ΤΩΙ ΑΥΤΩΙ Πυνθάνομαί σε ταράσσεσθαι παρὰ τῆς νέας καινοτομίας καὶ πράγματα ἔχειν ἀπό τινος σοφιστικῆς τῶν κρατούντων καὶ συνήθους περιεργίας· καὶ θαυμαστὸν οὐδέν. Οὐ γὰρ ἠγνόουν τὸν φθόνον καὶ ὅτι πολλοὶ τῶν περὶ σὲ τὰ ἑαυτῶν διὰ σοῦ θεραπεύοντες καὶ τὸν σπινθῆρα τῆς μικροψυχίας ἀνάπτοντες.

Ἐκεῖνο μὲν οὖν οὐ δέδοικα, μή τι πάθῃς ἀφιλόσοφον ἐν τοῖς λυπηροῖς καὶ σεαυτοῦ καὶ ἡμῶν ἀνάξιον. Ἀλλ᾽ ἡγοῦμαι νῦν δὴ καὶ μάλιστα γνωρισθήσεσθαι τὸν ἐμὸν Βασίλειον, καὶ ἣν ἐν παντὶ τῷ χρόνῳ συνελέξω φιλοσοφίαν, διαδειχθήσεσθαι, καὶ ὑπερσχήσειν τὰς ἐπηρείας, ὥσπερ ὑψηλῷ κύματι, καὶ μενεῖν ἄσειστον, ἄλλων τινασσομένων.

Εἰ δὲ δοκεῖ, καὶ αὐτὸς παρέσομαι, τυχὸν μὲν καὶ γνώμης τινὸς κοινωνήσων (εἴπερ ὕδατος δεῖται θάλασσα καὶ σὺ τοῦ συμβουλεύσοντος)· πάντως δέ, ὠφεληθησόμενος καὶ φιλοσοφήσων τὸ συνυβρίζεσθαι.