Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Παραινέσεις περί συγχωρήσεως και επιστολές προς Φιλάγριο και Γρηγόριο Νύσσης

Προτροπές για μακροθυμία και αποφυγή εκδίκησης, παραμυθητικές επιστολές για απώλειες προσώπων και τις περιοδείες του Γρηγορίου Νύσσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 13 από 29

ΘΕΟΔΩΡΩΙ Πυνθάνομαί σε βαρέως ἔχειν πρὸς τὰς γεγενημένας ἡμῖν παρὰ τῶν μοναστῶν καὶ τῶν πτωχῶν ὕβρεις. Καὶ θαυμαστὸν οὐδέν, ἀπλῆγα ἔτι σε τυγχάνοντα καὶ τῶν ἡμετέρων κακῶν ἀπείρατον, πρὸς τὰ τοιαῦτα δυσφόρως ἔχειν.

Ἡμεῖς δέ, ὡς καὶ κακῶν πλειόνων πεπειραμένοι καὶ τῆς ὕβρεως κοινωνήσαντες, εἰκότως ἂν ἀξιόπιστοι νομισθείημεν παραινοῦντες τῇ σῇ εὐλαβείᾳ ἅπερ ἥ τε πολιὰ διδάσκει καὶ ὁ λόγος ὑποδείκνυσι. Δεινὰ μὲν τὰ γεγενημένα καὶ πέρα δεινῶν, τίς ἀντερεῖ; —ὑβρισθῆναι θυσιαστήρια, συγχυθῆναι μυστήρια, μέσους ἡμᾶς ἑστάναι τῶν τελουμένων καὶ τῶν λιθαζόντων, καὶ φάρμακον ποιεῖσθαι κατὰ τῶν λιθασμῶν τὰς ἐντεύξεις, αἰδῶ παρθένων ἐπιλησθῆναι, μοναστῶν εὐκοσμίαν, πτωχῶν συμφοράν, ζημιωθέντων ἐκ τῆς τραχύτητος καὶ τὸν ἔλεον.

Ἀλλ᾽ ἴσως μακροθυμεῖν ἄμεινον καὶ πολλοῖς ἐξ ὧν πάσχομεν διδόναι μακροθυμίας ὑπόδειγμα· οὐ γὰρ οὕτως ὁ λόγος πείθει τοὺς πολλοὺς ὡς ἡ πρᾶξις, ἡ σιωπῶσα παραίνεσις. Μέγα νομίζομεν εἶναι τὸ δίκας παρὰ τῶν ἠδικηκότων λαβεῖν· μέγα φημὶ (καὶ γὰρ καὶ τοῦτο χρήσιμον εἰς τὴν τῶν ἄλλων διόρθωσιν), ἀλλὰ πολλῷ τούτου μεῖζον καὶ θεϊκώτερον τὸ καρτερεῖν πάσχοντας. Ἐκεῖνο μὲν γὰρ τὴν κακίαν ἐπιστομίζει, τοῦτο δὲ χρηστοὺς εἶναι πείθει, ὃ τοῦ μὴ κακοὺς εἶναι πολὺ κρεῖττόν ἐστι καὶ τελεώτερον.

Μεγάλην ἡμῖν νομίσωμεν προκεῖσθαι πραγματείαν φιλανθρωπίας καὶ συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχωμεν συγχωρήσεως, καὶ προεισενέγκωμεν χρηστότητα τῇ χρηστότητι. Ζηλωτὴς ἤκουσε Φινεές, ὅτι τὴν Μαδιανῖτιν τῷ πόρνῳ συνεξεκέντησε καὶ ἐξεῖλεν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ· ἀλλ᾽ ἐπῃνέθη πλέον, ὅτι τοῦ λαοῦ προσηύξατο πταίσαντος.

Στῶμεν οὖν καὶ ἡμεῖς καὶ ἐξιλασώμεθα καὶ κοπασάτω ἡ θραῦσις, κατὰ τὸ γεγραμμένον, καὶ λογισθήτω τοῦτο ἡμῖν εἰς δικαιοσύνην. Ἐπῃνέθη καὶ Μωϋσῆς, ὅτι τὸν Αἰγύπτιον ἀνεῖλε τῷ Ἰσραηλίτῃ περιαλγήσας· ἀλλ᾽ ἐθαυμάσθη πλέον, ὅτι Μαριὰμ τὴν ἀδελφὴν διὰ τὸ γογγύσαι λεπρωθεῖσαν διὰ τῆς εὐχῆς ἐθράπευσε.

Σκόπει καὶ τὰ ἑξῆς· ἀπειλοῦνται Νινευῖται καταστροφήν, ἀλλὰ δάκρυσιν ἐξωνοῦνται τὴν ἁμαρτίαν. Μανασσῆς ἐν βασιλεῦσι παρανομώτατος, ἀλλ᾽ ἐν τοῖς σωθεῖσι διὰ θρῆνον περιφανέστατος. 〈Τί σε διαθῶ, Ἐφραΐμ〉, παρὰ τοῦ Θεοῦ λέγεται. Ὅσης ὀργῆς ὁ λόγος· καὶ ὑπερασπισμὸς ἐπάγεται.

Τί τῆς φιλανθρωπίας ταχύτερον; Πῦρ Σοδομιτικὸν αἰτοῦσιν οἱ μαθηταὶ κατὰ τῶν ἀγόντων τὸν Ἰησοῦν, ὃ δὲ ἀπαξιοῖ τὴν ἐκδίκησιν. Τέμνει Μάλχου τὸ ὠτίον Πέτρος, ἑνὸς τῶν ὑβριστῶν, Ἰησοῦς δὲ ἀποκαθίστησι. Τί δὲ ὁ ἐρωτήσας εἰ ἑπτάκις τῷ ἀδελφῷ συγχωρητέον πταίσαντι; Οὐ μικρολογίαν καταγινώσκεται; Τῷ γὰρ ἑπτάκις τὸ ἑβδομηκοντάκις προστίθεται. Τί δὲ ὁ χρεωφειλέτης ἐν τοῖς Εὐαγγελίοις, ὁ μὴ συγχωρήσας ἃ συγκεχώρηται; Οὐ πικρότερον διὰ τοῦτο εἰσπράττεται;

Τί δὲ ἡ τύπωσις τῆς εὐχῆς; Οὐκ ἀφέσει βούλεται τὴν ἄφεσιν πραγματεύεσθαι; Τοσαῦτα ἔχοντες ὑποδείγματα, μιμησώμεθα Θεοῦ φιλανθρωπίαν καὶ μὴ βουληθῶμεν μαθεῖν αὐτοὺς ἀφ᾽ ἡμῶν ὅσον κακὸν ἁμαρτίας ἀντίδοσις. Ὁρᾷς ἀκολουθίαν χρηστότητος; Νομοθετεῖ πρῶτον, εἶτα διακελεύεται, ὑπισχνεῖται, ἀπειλεῖ, ὀνειδίζει, ἐπανατείνεται, κατέχει, ἀπειλεῖ πάλιν· ὅταν ἐκβιασθῇ, πληγὴν ἐπάγει, καὶ ταύτην κατὰ μικρόν, χώραν ὑπανοίγων ταῖς διορθώσεσι.

Μὴ τοίνυν μηδὲ αὐτοὶ πλήξωμεν ἀθρόως (οὐ γὰρ ἀσφαλές), ἀλλὰ τῷ φόβῳ σωφρονίσαντες τῇ φιλανθρωπίᾳ νικήσωμεν καὶ λάβωμεν ὑποχρέους εὐλαβείας τῷ συνειδότι πλέον ἢ τῇ ὀργῇ βασανίσαντες. Μὴ ξηράνωμεν συκῆν ἔτι καρποφορεῖν δυναμένην, μὴ ὡς ἀχρήστου καταγνῶμεν καὶ καταργούσης τὸν τόπον, ἣν θεραπεύσει τυχὸν τεχνίτου γεωργοῦ προστασία καὶ ἐπιμέλεια.

Μὴ τοσοῦτον ἔργον καὶ περιβόητον δι᾽ ἐπήρειαν ἴσως τοῦ πονηροῦ καὶ φθόνον οὕτως ἐν βραχεῖ καταλύσωμεν, ἀλλὰ βουληθῶμεν φιλάνθρωποι φανῆναι μᾶλλον ἢ ἐντελεῖς, καὶ φιλόπτωχοι πλέον ἢ φιλοδίκαιοι· μηδὲ τῶν ὑπεκκαιόντων ἡμᾶς εἰς τοῦτο πλέον ἢ τῶν κατεχόντων ἀνεχώμεθα καὶ τὸ αἰσχρόν, εἰ μή τι ἄλλο, ἐνθυμηθέντες εἰ δόξαιμεν πρὸς πτωχοὺς ἀγωνίζεσθαι, οἳ τοῦτο μέγα πλεονεκτοῦσι, τό, κἂν ἀδικῶσι, ἐλεεῖσθαι διὰ τὴν συμφοράν.

Νῦν οἴου πάντας μέν σοι προσπίπτειν πτωχούς τε καὶ πτωχοτρόφους, πάντας δὲ μοναστὰς καὶ παρθένους ὑπὲρ αὐτῶν ἱκετεύοντας. Δὸς τοῖς πᾶσιν ἀντὶ τούτων τὴν χάριν (ἐπειδὴ καὶ συνετρίβησαν ἱκανῶς, ὡς δῆλον ἐξ ὧν ἡμῶν ἐδεήθησαν), καὶ πρὸ πάντων ἡμῖν τοῖς ὑπὲρ αὐτῶν πρεσβεύουσιν.

Οὓς εἴ σοι δεινὸν εἶναι φαίνεται τὸ παρ᾽ αὐτῶν ἀτιμασθῆναι, πολλῷ φανήτω δεινότερον τό σοι παραινοῦντας ταῦτα μὴ ἀκουσθῆναι. Τῷ δὲ καλῷ Παύλῳ συγχωρήσειεν ὁ Θεὸς ἃ εἰς ἡμᾶς ἐξύβρισεν.

ΘΕΟΤΕΚΝΩΙ Οἴδαμεν ὅτι χαλεπόν ἐστι, προσφάτου τῆς ἀδικίας οὔσης καὶ τοῦ θυμοῦ ζέοντος ἔτι, παραδεχθῆναι τοὺς λογισμούς· τυφλὸν γὰρ ὁ θυμὸς καὶ ἡ λύπη, καὶ μάλιστα ὅταν τὸ δικαίως ἀγανακτεῖν παρῇ. Ὅμως ἐπειδὴ καὶ αὐτοὶ τῶν συνηδικημένων ἐσμὲν καὶ συνυβρισμένων καὶ οὐχ ἧττον ἀγανακτούντων, διὰ τοῦτό ἐσμεν δίκαιοι καὶ συμβουλεύοντες μὴ ἀτιμασθῆναι.

Δεινὰ πεπόνθαμεν· εἰ δὲ βούλει, πρόσθες οἷα μηδεὶς ἄλλος ἀνθρώπων. Ἀλλὰ μὴ διὰ τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἀδικήσωμεν, μηδὲ τοσοῦτον εὐσέβειαν μισήσωμεν ὅσον ἡμῖν οὐ συμφέρει. Μέγα ἐστὶ γυνὴ καὶ τίμιον θυγάτηρ, ἀλλ᾽ οὔπω ψυχῆς τιμιώτερον.

Ἐνθυμήθητι ὅτι νεωστὶ μὲν τῆς χάριτος ἠξιώθης καὶ τῷ λουτρῷ τῶν ἁμαρτιῶν ἐκαθάρθης, κίνδυνος δὲ οὐχ ὁ τυχὼν αἵματι μολῦναι τὴν δωρεὰν καὶ πάλιν ἄλλης δεηθῆναι καθάρσεως. Μὴ τοίνυν ἐπιβουλεύσωμεν ἡμῖν αὐτοῖς μηδὲ τὴν παρρησίαν τὴν πρὸς Θεὸν ἀποβάλωμεν, πικροὶ τοῖς ἠδικηκόσι φανέντες καὶ ὑπὲρ τὸ μέτρον ἀγανακτοῦντες. Ἀφῶμεν τῷ Θεῷ τὸν ἄνθρωπον καὶ τοῖς ἐκεῖθεν κολαστηρίοις· ἡμεῖς δὲ φιλάνθρωπον κτησώμεθα τὸν κριτήν, αὐτοὶ φανέντες φιλάνθρωποι, καὶ συγχωρήσωμεν ἵνα συγχωρηθῶμεν.

Καὶ μή σε ἀπατάτω μάταιος λογισμός, ὅτι τὸ δικαίως ἐπεξελθεῖν ἀνεύθυνον καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν παρανομήσαντα. Εἰσὶ νόμοι Ῥωμαίων, εἰσὶ δὲ καὶ ἡμέτεροι. Ἀλλ᾽ οἱ μὲν ἄμετροι καὶ πικροὶ καὶ μέχρις αἵματος προϊόντες· ἡμῖν δὲ χρηστοὶ καὶ φιλάνθρωποι καὶ μὴ συγχωροῦντές τι τῷ θυμῷ χρῆσθαι κατὰ τῶν ἀδικούντων.

Τούτοις ἐμμείνωμεν καὶ τούτους ἀκολουθήσωμεν, ἵνα μικρὰ χαρισάμενοι (μικρὰ γὰρ ἡ ἐνταῦθα ζωὴ καὶ τοῦ μηδενὸς ἀξία), μεγάλα παρὰ τοῦ Θεοῦ ἀντιλάβωμεν, τὴν παρ᾽ αὐτοῦ φιλανθρωπίαν καὶ τὰς ἐκεῖθεν ἐλπίδας.

ΣΙΜΠΛΙΚΙΑΙ Ἐπαινεῖς τὸν ἅγιον καὶ κοινὸν ἡμῶν πατέρα, τὸ τῆς πίστεως ἔρεισμα, τὸν τῆς ἀληθείας κανόνα καὶ χαρακτῆρα τῆς εὐσεβείας, τὴν πλήρη φρονήσεως πολιάν, τὸν ζωῆς ἀνθρωπίνης καὶ ἀρετῆς μέτρα νικήσαντα, τὸν πιστὸν θεράποντα καὶ μέγαν ἀρχιερέα, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην, τὸ τοῦ Πνεύματος καταγώγιον· τοῦτο μὲν ὀρθῶς ποιεῖς, ἐπεὶ καὶ πᾶς λόγος ἐλάττων ἐστὶ τῆς ἁγίας ἐκείνης καὶ μακαρίας ψυχῆς, εἰ μή με ἀπατᾷ τὸ φίλτρον ἢ καὶ τὸ πάθος τῷ πόθῳ κιρνάμενον.

Ἐκεῖνο δέ σου καὶ λίαν τεθαύμακα, πῶς ἐπαινεῖς μὲν ὡς ἅγιον καὶ μέχρι τούτου τὰ εἰκότα τιμᾷς, τὸ δὲ ἔργον αὐτοῦ καταλύειν ἐπιχειρεῖς, ὥσπερ τῶν ἀναγίων καὶ μάλιστα ὕβρεως ὄντων ἀξίων, τῶν εἰκῇ ζησάντων καὶ μεταστάντων.

Εἰ μὲν γὰρ ὡς ἀνδραπόδου μεταποιῇ ἰδίου τοῦ συμποίμενος καὶ τὸ μικρὸν τοῦτο κέρδος διώκεις, οὐκ ἔχω πῶς ἐπαινέσω, ἵνα μετρίως εἴπω, καὶ σφόδρα τοῦτο τῆς σῆς μεγαλοψυχίας ἀνάξιον. Πῶς γὰρ οὐκ ἄτοπον, χρυσῷ μὲν καὶ ἀργυρίῳ τιμᾶν τὸ Θεῖον καὶ τοῖς περιττοῖς τῆς κτήσεως, ἔνθα καὶ πλεῖον τοῦ πρὸς εὐσέβειαν ἴσως τὸ κατ᾽ ἐπίδειξιν, ἱερεῖ δὲ ὅλως βούλεσθαι ζημιοῦν Ἐκκλησίαν καὶ ἀποσυλᾶν τῶν ἀναθημάτων τὸ ἁγιώτατον;

Εἰ δὲ ὅτι κατ᾽ ἐξουσίαν τοῦτο πεποιήκαμεν, ἀλλ᾽ οὐχὶ τὴν σὴν εὐγένειαν ὑπεμνήσαμεν οὐδὲ τῇ φιλοτιμίᾳ καιρὸν ἐδώκαμεν δυσχεραίνεις, λέγοις μὲν ἄν τι δίκαιον, καὶ τὸ πάθος ἀνθρώπινον· ἴσθι δὲ μείζονος ἐπιδόσεως εἶναί σοι νῦν ἢ τῷ τότε καιρῷ, ὅσῳ τοῦ αὐτὴν ἐπιδοῦναι τὸ λαβοῦσι συγχωρῆσαι φιλοτιμότερον.

Κἀκείνως μὲν τῷ Θεῷ μόνον ἐδόκεις χαρίζεσθαι, οὕτω δὲ καὶ ἡμῖν τοῖς ἐκείνου θεραπευταῖς καὶ τὸ ὄνομα αὐτοῦ βαστάζειν ἠξιωμένοις. Μὴ τοίνυν μήτε ἐκείνῳ χαλέπαινε μήτε ἡμῖν· ὁ μὲν γὰρ τετυράννηται, οὐκ ἠδίκηκεν, ἡμεῖς δὲ τί θαυμαστόν, εἰ τῇ σῇ χρηστότητι θαρροῦντες ἐπὶ τοῦτο προεληλύθαμεν καὶ ἅμα τῇ κοινῇ τοῦ παντὸς χωρίου ψήφῳ πιστεύσαντες;

Ἣν εἰ μὲν πρὸς χάριν ἐποιήσαντό τινες ἢ κακούργως, αὐτοὶ ἂν εἰδεῖεν καὶ τῷ Θεῷ λόγον ὑπέχοιεν· οὐ γὰρ ἡμέτερον τοῦτο εἰδέναι, οὐδὲ ταῖς πάντων ἐμβατεύειν γνώμαις· ἡμᾶς δέ, πῶς παρώσασθαι ῥᾴδιον ἦν ἢ πῶς τοσαῦτα δάκρυα παριδεῖν ἢ τοῦ χωρίου τὴν ἐρημίαν ἐπὶ τοσοῦτον ἀθεραπεύτου καὶ ἀποιμάντου καὶ τὴν πνευματικὴν ἐπιστασίαν οὐκ ἔχοντος;

Ἐκεῖνο δέ σοι καὶ πρὸ πάντων δῆλον, ὅτι οἱ τότε μὲν συντιθέμενοι, νῦν δὲ ἀρνούμενοι, πρᾶγμα ποιοῦσιν οὔτε εὐσεβὲς οὔτε ἐλεύθερον. Καὶ πολλῷ βελτίους ἂν ἦσαν τότε ἀντιλέγοντες ἢ νῦν κολακεύοντες καὶ τὰ ἑαυτῶν καταλύοντες καὶ ἀνθρώπους μᾶλλον ἢ Θεὸν φοβούμενοι.

Οὓς πάλιν ἐρεῖν οἴου διὰ τὴν εὐκολίαν, ὅτι φόβῳ τῷ πρὸς σὲ μετετέθησαν, καὶ πολλῷ γε ἀληθέστερον· ἐπειδὴ δεῖ πταίειν μὲν αὐτοὺς ἀεί, θηρᾶσθαι δὲ ψευδεῖς καὶ σεσοφισμένας ἀπολογίας. Εἰ δέ σοι ταῦτα μὲν ὀρθῶς δοκεῖ λέγεσθαι, οἰκονομίας δὲ ἀπαιτεῖτε λόγον (ἐπεὶ καὶ τοῦτο ἀκούω, οὐ γὰρ ἐν τοῖς γράμμασιν ἐνεκάλεσας), δικαίως τοῦτο ἀπαιτείσθω καὶ φιλανθρώπως, καὶ οὐδὲν μεμψόμεθα· οὐδὲ γὰρ ἡμῖν ἀρέσκει ζημιοῦσθαι δεσποτῶν ἐπιείκειαν.

Τί λοιπὸν ἔτι; ὡς ἀναξίου τοῦ ἀνδρὸς ἴσως λαμβάνεσθαι καὶ διὰ τοῦτο ἐπισκήπτειν τῇ καταστάσει; Τοῦτο γάρ πως καὶ ἐγκαλεῖν εὐπρεπέστερον. Ὁ δέ μοι πρὸς τοῦτο λόγος ἁπλοῦς καὶ ῥᾴδιος. Ἡμεῖς οὐδ᾽ ἄλλον τινὰ τῶν ἐν αἰτίαις ἀφίεμεν ἀνεξέταστον, οὐδ᾽ ἂν πάνυ τῶν φίλων ᾖ καὶ τῶν εὖ γεγονότων (οὐδὲν γὰρ τοῦ Θεοῦ καὶ τοῦ κανόνος αἰδεσιμώτερον), οὐδὲ τοῦτον ἀφήσομεν.

Ἀλλ᾽ εἴ τις ἔχοι τι κατηγορεῖν, εἰ μὲν βούλει, παρούσης σου καὶ συνδικαζούσης· εἰ δὲ μή, καὶ ἀπούσης, ἐφ᾽ ἡμῶν ἐξετασθείς, εἰ μὲν ἀθῷος εὑρίσκοιτο, κἂν ᾖ δοῦλος, ἀποφευγέτω· ἐπειδὴ καὶ δούλων καὶ δεσποτῶν ὁ αὐτὸς πατὴρ καὶ Θεός, καὶ οὐ ταῖς ἀξίαις τὸ δίκαιον διορίζεται.

Εἰ δὲ ἁλίσκοιτο, τηνικαῦτα ὑπὸ τῆς ἰδίας ἁμαρτίας κατακριθήσεται. Καὶ οὕτως οὔτε ὁ κανὼν ὑβρισθήσεται οὔτε ὁ ἀπελθὼν ἀτιμασθήσεται (τὸ γὰρ καθ᾽ ἡμᾶς ἴσως καὶ παροπτέον, ὡς οὐδενὸς ἀξίους), καὶ αὐτὴ φεύξῃ πονηρὰν ὑπόνοιαν, ὡς διὰ τὸ ἀλλοτρίως ἔχειν πρὸς ἡμᾶς καὶ τὴν ὑγιῆ πίστιν, ταῦτα τεχνάζουσα σοφιστικῶς ἀλλ᾽ οὐκ εὐγενῶς, καὶ ὑπ᾽ ἄλλου μὲν κινουμένη, εἰς ἄλλο δὲ ἀποσκήπτουσα.

Ὃ συμβουλεύω σοι μὴ παθεῖν ὡς οὔτε ὅσιον οὔτε εὐπρεπές· μηδὲ τοὺς ἡμετέρους νόμους ἀτιμάσασαν, ἐπὶ τοὺς ἔξωθεν καταφεύγειν, μηδὲ προσφιλονεικεῖν ἡμῖν, ἀλλὰ συγγινώσκειν, εἴ τι ἁπλούστερον πεποιήκαμεν διὰ τὴν ἐλευθερίαν τῆς χάριτος, καὶ δέξασθαι νικηθῆναι μᾶλλον καλῶς ἢ νικῆσαι κακῶς τῷ ἀντιβῆναι τῷ Πνεύματι.

ΦΙΛΑΓΡΙΩΙ Ἐρωτᾷς πῶς τὰ ἡμέτερα. Καὶ λίαν πικρῶς. Βασίλειον οὐκ ἔχω, Καισάριον οὐκ ἔχω, τὸν πνευματικὸν ἀδελφὸν καὶ τὸν σωματικόν. 〈Ὁ πατήρ μου καὶ ἡ μητήρ μου ἐγκατέλιπόν με〉, μετὰ τοῦ Δαυῒδ φθέγξομαι.

Τὰ τοῦ σώματος πονηρῶς ἔχει, τὸ γῆρας ὑπὲρ κεφαλῆς, φροντίδων ἐπιπλοκαί, πραγμάτων ἐπιδρομαί, τὰ τῶν φίλων ἄπιστα, τὰ τῆς Ἐκκλησίας ἀποίμαντα. Ἔρρει τὰ καλά, γυμνὰ τὰ κακά, ὁ πλοῦς ἐν νυκτί, πυρσὸς οὐδαμοῦ, Χριστὸς καθεύδει.

Τί χρὴ παθεῖν; Μία μοι τῶν κακῶν λύσις, ὁ θάνατος. Καὶ τὰ ἐκεῖθέν μοι φοβερά, τοῖς ἐντεῦθεν τεκμαιρομένῳ.

ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ Δυσχεραίνεις τῇ περιόδῳ καὶ ἀστατεῖν σεαυτῷ φαίνῃ, καθάπερ τῶν ξύλων ἃ καθ᾽ ὕδατος φέρεται. Μηδαμῶς, ὦ θαυμάσιε, μὴ οὕτως ἔχε. Τῶν μὲν γὰρ ἀκούσιος ἡ φορά, σοῦ δὲ κατὰ Θεὸν ἡ περίοδος, καὶ πάγιον τὸ τοὺς πολλοὺς εὖ ποιεῖν, κἂν εἰ μὴ τῷ τόπῳ πεπήγοις.

Εἰ μὴ καὶ τὸν ἥλιον αἰτιῷτό τις ὅτι περιτρέχει σπείρων τὴν ἀκτῖνα καὶ πάντα ζῳογονῶν ὅσα ἐπέρχεται, ἢ καὶ τῶν ἀστέρων τοὺς ἀπλανεῖς ἐπαινῶν κακίζοι τοὺς πλάνητας, ὧν καὶ τὸ πλάνον ἐναρμόνιον.